- 底本
- Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia SocratisXenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:11.1-11.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底结束了关于伊斯霍马霍斯之妻家政训练的话题,转而询问伊斯霍马霍斯本人的生活实践与日常作为。伊斯霍马霍斯随之阐述其行事原则,指出侍神、健康、强健体魄、战阵功业以及增殖家财乃是环环相扣的整体。
ἐντεῦθεν δʼ ἐγὼ εἶπον· ὦ Ἰσχόμαχε, τὰ μὲν δὴ περὶ τῶν τῆς γυναικὸς ἔργων ἱκανῶς μοι δοκῶ ἀκηκοέναι τὴν πρώτην,1 καὶ ἄξιά γε πάνυ ἐπαίνου ἀμφοτέρων ὑμῶν. τὰ δʼ αὖ σὰ ἔργα, ἔφην ἐγώ, ἤδη μοι λέγε, ἵνα σύ τε ἐφʼ οἷς εὐδοκιμεῖς διηγησάμενος ἡσθῇς κἀγὼ τὰ τοῦ καλοῦ κἀγαθοῦ ἀνδρὸς ἔργα τελέως διακούσας καὶ καταμαθών, ἂν δύνωμαι, πολλήν σοι χάριν εἰδῶ.
于是我说:“伊斯霍马霍斯啊,关于妻子的事务,我想眼下我已经听得足够了,而且这些事确实非常值得对你们两人大加称赞。但现在请你转而告诉我你自己的作为吧,”我说,“好让你既能通过讲述自己享有盛名的事迹而感到高兴,而我也在彻底聆听、若力所能及还领会了一个高尚卓越之士的行事之后,能对你深怀感激。”
ἀλλὰ νὴ Δίʼ, ἔφη ὁ Ἰσχόμαχος, καὶ πάνυ ἡδέως σοι, ὦ Σώκρατες, διηγήσομαι ἃ ἐγὼ ποιῶν διατελῶ, ἵνα καὶ μεταρρυθμίσῃς με, ἐάν τί σοι δοκῶ μὴ καλῶς ποιεῖν.
“凭宙斯起誓,”伊斯霍马霍斯说,“苏格拉底啊,我非常乐意向你讲述我日常所做的事情,以便如果你觉得我有什么做得不妥之处,也能纠正我。”
ἀλλʼ ἐγὼ μὲν δή, ἔφην, πῶς ἂν δικαίως μεταρρυθμίσαιμι ἄνδρα ἀπειργασμένον καλόν τε κἀγαθόν, καὶ ταῦτα ὢν2 ἀνὴρ ὃς ἀδολεσχεῖν τε δοκῶ καὶ ἀερομετρεῖν καί, τὸ πάντων δὴ ἀνοητότατον δοκοῦν εἶναι ἔγκλημα, πένης καλοῦμαι;
“然而凭我这样的人,”我说,“又怎能正当地纠正一位彻底造就的高尚卓越之士呢?尤其是像我这样一个被视为饶舌妄谈、测量云空的人,而且——这似乎是所有指责中最愚蠢的指责——我还被称为穷光蛋呢?”
καὶ πάνυ μεντἄν, ὦ Ἰσχόμαχε, ἦν ἐν πολλῇ ἀθυμίᾳ τῷ ἐπικλήματι τούτῳ, εἰ μὴ πρῴην ἀπαντήσας τῷ Νικίου τοῦ ἐπηλύτου ἵππῳ εἶδον πολλοὺς ἀκολουθοῦντας αὐτῷ θεατάς, πολὺν δὲ λόγον ἐχόντων τινῶν περὶ αὐτοῦ ἤκουον· καὶ δῆτα ἠρόμην προσελθὼν τὸν ἱπποκόμον εἰ πολλὰ εἴη χρήματα τῷ ἵππῳ.
“伊斯霍马霍斯啊,若不是前些天我碰巧遇见了外来人尼基阿斯的那匹马,我本会因这一指责而深陷极度沮丧的。当时我看见许多围观者跟在那匹马后面,并听见一些人大加谈论它。于是我走上前去询问马夫,这匹马是否拥有许多财富。
ὁ δὲ προσβλέψας με ὡς οὐδὲ ὑγιαίνοντα τῷ ἐρωτήματι εἶπε· πῶς δʼ ἂν ἵππῳ χρήματα γένοιτο; οὕτω δὴ ἐγὼ ἀνέκυψα ἀκούσας ὅτι ἐστὶν ἄρα θεμιτὸν καὶ πένητι ἵππῳ ἀγαθῷ γενέσθαι, εἰ τὴν ψυχὴν φύσει ἀγαθὴν ἔχοι.
马夫看着我,仿佛因我这问题而认为我甚至连神智都不正常了,说道:‘一匹马怎会有财产?’于是,当我听闻原来即便是贫穷的马,只要其天生的心灵优良,便完全可以成为良马时,我顿时振作了起来。
ὡς οὖν θεμιτὸν καὶ ἐμοὶ ἀγαθῷ ἀνδρὶ γενέσθαι3 διηγοῦ τελέως τὰ σὰ ἔργα, ἵνα, ὅ τι ἂν δύνωμαι ἀκούων καταμαθεῖν, πειρῶμαι καὶ ἐγώ σε ἀπὸ τῆς αὔριον ἡμέρας ἀρξάμενος μιμεῖσθαι. καὶ γὰρ ἀγαθή ἐστιν, ἔφην ἐγώ, ἡμέρα ὡς ἀρετῆς ἄρχεσθαι.
因此,既然我也完全可以成为一个优秀的人,你就向我彻底讲述你的作为吧,以便凡是我通过聆听所能领会的,我也能从明天开始努力效仿你。因为,”我说,“明天正是开启美德的好日子。”
σὺ μὲν παίζεις, ἔφη ὁ Ἰσχόμαχος, ὦ Σώκρατες, ἐγὼ δὲ ὅμως σοι διηγήσομαι ἃ ἐγὼ ὅσον δύναμαι πειρῶμαι ἐπιτηδεύων διαπερᾶν τὸν βίον.
“你是在开玩笑,苏格拉底啊,”伊斯霍马霍斯说,“但我还是要向你讲述,在度过此生时我尽己所能努力践行的是什么。
ἐπεὶ γὰρ καταμεμαθηκέναι δοκῶ ὅτι οἱ θεοὶ τοῖς ἀνθρώποις ἄνευ μὲν τοῦ γιγνώσκειν τε ἃ δεῖ ποιεῖν καὶ ἐπιμελεῖσθαι ὅπως ταῦτα περαίνηται οὐ θεμιτὸν ἐποίησαν εὖ πράττειν, φρονίμοις δʼ οὖσι καὶ ἐπιμελέσι τοῖς μὲν διδόασιν εὐδαιμονεῖν, τοῖς δʼ οὔ, οὕτω δὴ ἐγὼ ἄρχομαι μὲν τοὺς θεοὺς θεραπεύων, πειρῶμαι δὲ ποιεῖν ὡς ἂν θέμις ᾖ μοι εὐχομένῳ καὶ ὑγιείας τυγχάνειν καὶ ῥώμης σώματος καὶ τιμῆς ἐν πόλει καὶ εὐνοίας ἐν φίλοις καὶ ἐν πολέμῳ καλῆς σωτηρίας καὶ πλούτου καλῶς αὐξομένου.
因为我深信自己已经领悟到:诸神对于人类,使他们若非既懂得应当做什么又用心促其实现,便不得兴旺发达;而对于既明智又尽心的人,诸神赐予其中一些人以幸福,却不赐予另一些人。因此,我便首先以侍奉诸神为始,并努力行事,以求当我祈祷时,有权获得健康、强壮的体魄、城邦中的荣誉、朋友间的善意、战争中光荣的保全,以及光明正大增长的财富。”
καὶ ἐγὼ ἀκούσας ταῦτα· μέλει γὰρ δή σοι, ὦ Ἰσχόμαχε, ὅπως πλουτῇς καὶ πολλὰ χρήματα ἔχων πολλὰ ἔχῃς πράγματα τούτων ἐπιμελόμενος; καὶ πάνυ γʼ, ἔφη ὁ Ἰσχόμαχος, μέλει μοι τούτων ὧν ἐρωτᾷς· ἡδὺ γάρ μοι δοκεῖ, ὦ Σώκρατες, καὶ θεοὺς μεγαλείως τιμᾶν καὶ φίλους, ἄν τινος δέωνται, ἐπωφελεῖν καὶ τὴν πόλιν μηδὲν τὸ κατʼ ἐμὲ4 χρήμασιν ἀκόσμητον εἶναι.
我听了这些话后说道:“伊斯霍马霍斯啊,你难道真的挂心于致富,以及拥有许多财产并因操持它们而承担诸多麻烦吗?”“确实如此,”伊斯霍马霍斯说,“你所问的这些事我非常挂心。因为在我看来,苏格拉底啊,庄重宏大地礼敬诸神,在朋友有所需求时施以援手,并且就我个人而言绝不让城邦在钱财上缺乏装点,乃是一件乐事。”
καὶ γὰρ καλά, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, ἐστὶν ἃ σὺ λέγεις, καὶ δυνατοῦ γε ἰσχυρῶς ἀνδρός· πῶς γὰρ οὔ; ὅτε πολλοὶ μὲν εἰσὶν ἄνθρωποι οἳ οὐ δύνανται ζῆν ἄνευ τοῦ ἄλλων δεῖσθαι, πολλοὶ δὲ ἀγαπῶσιν, ἂν δύνωνται τὰ ἑαυτοῖς ἀρκοῦντα πορίζεσθαι. οἱ δὲ δὴ δυνάμενοι μὴ μόνον τὸν ἑαυτῶν οἶκον διοικεῖν, ἀλλὰ καὶ περιποιεῖν ὥστε καὶ τὴν πόλιν κοσμεῖν καὶ τοὺς φίλους ἐπικουφίζειν, πῶς τούτους οὐχὶ βαθεῖς τε καὶ ἐρρωμένους ἄνδρας χρὴ νομίσαι;
“伊斯霍马霍斯啊,”我说,“你所说的话确实高尚,而且确实属于能力极强之人。怎么会不是呢?因为有许多人若不向他人求助便无法生存,还有许多人只要能筹集到足供自己所需之物便心满意足了。然而,那些不仅能管理自己的家业,而且还能创造赢余以装点城邦并减轻朋友负担的人,怎能不被视为深沉雄健之人呢?
ἀλλὰ γὰρ ἐπαινεῖν μέν, ἔφην ἐγώ, τοὺς τοιούτους πολλοὶ δυνάμεθα· σὺ δέ μοι λέξον, ὦ Ἰσχόμαχε, ἀφʼ ὧνπερ ἤρξω, πῶς ὑγιείας ἐπιμελῇ; πῶς τῆς τοῦ σώματος ῥώμης; πῶς θέμις εἶναί σοι καὶ ἐκ πολέμου καλῶς σῴζεσθαι; τῆς δὲ χρηματίσεως πέρι καὶ μετὰ ταῦτα, ἔφην ἐγώ, ἀρκέσει ἀκούειν.
然而,”我说,“称赞这样的人,我们许多人都能做到。伊斯霍马霍斯啊,你还是从最初谈起的那几点告诉我吧:你是如何保养健康的?如何保养体魄强健的?你如何得以在战争中光荣生还?至于致富之事,”我说,“在这之后听也就足够了。”
ἀλλʼ ἔστι μέν, ἔφη ὁ Ἰσχόμαχος, ὥς γε ἐμοὶ δοκεῖ, ὦ Σώκρατες, ἀκόλουθα ταῦτα πάντα ἀλλήλων. ἐπεὶ γὰρ ἐσθίειν τις τὰ ἱκανὰ ἔχει, ἐκπονοῦντι μὲν ὀρθῶς μᾶλλον δοκεῖ μοι ἡ ὑγίεια παραμένειν,5 ἐκπονοῦντι δὲ μᾶλλον ἡ ῥώμη προσγίγνεσθαι, ἀσκοῦντι δὲ τὰ τοῦ πολέμου κάλλιον σῴζεσθαι, ὀρθῶς δὲ ἐπιμελομένῳ καὶ μὴ καταμαλακιζομένῳ μᾶλλον εἰκὸς τὸν οἶκον αὔξεσθαι.
“但是,苏格拉底啊,”伊斯霍马霍斯说,“依我之见,这一切都是互为因果、环环相扣的。因为当一个人有了充足的食物时,对于妥善运动劳作之人,我看健康更会长久保持;对于运动劳作之人,体力更会增加;对于操练战阵之事的人,更能光荣生还;而对于妥善照管且不贪图安逸之人,家业也更有可能增长。”
- 11.1τὴν πρώτην
阴性形容词的副词性宾格(省略了 ὥραν 或 ὁδόν 等名词),作为惯用表达,意为“眼下”、“起初”。
- 11.3καὶ ταῦτα ὢν
惯用短语 καὶ ταῦτα(“而且”、“尤其是”)后接附加分词 ὢν,表让步或强调反差(“尤其是像我这样一个……的人”),用以突显与主句 πῶς ἂν δικαίως μεταρρυθμίσαιμι 之间的鲜明反衬。
- 11.6ὡς οὖν θεμιτὸν καὶ ἐμοὶ ἀγαθῷ ἀνδρὶ γενέσθαι
连词 ὡς 引导无人称句 θεμιτὸν [ἐστί],表示促使下文祈使句 διηγοῦ 成立的主观认定或前提(“既然我也被许可成为好人”)。表语 ἀγαθῷ ἀνδρί 与与格代词 ἐμοί 在格上保持一致。
- 11.9τὸ κατʼ ἐμέ
表限制或角度的副词性宾格短语,意为“就我个人而言”、“在我力所能及的范围内”,在不定式结构 τὴν πόλιν ... ἀκόσμητον εἶναι 中起限定修饰作用。
- 11.12ἐκπονοῦντι μὲν ὀρθῶς μᾶλλον δοκεῖ μοι ἡ ὑγίεια παραμένειν
分词 ἐκπονοῦντι 为关涉与格(dative of reference),相当于条件句的含义(“对于妥善劳作锻炼之人/若妥善劳作锻炼”)。后文的 ἐκπονοῦντι、ἀσκοῦντι 及 ἐπιμελομένῳ 均采取相同的平行与格结构。
