- 底本
- Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia SocratisXenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg003.humanitext-grc2:1.1-1.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底与克里托布洛斯探讨治家术是否为一门专门技艺,并考察何为“家业”与“财产”,最终得出结论:唯有懂得如何使用并带来益处的事物,才能算作财产。
ἤκουσα δέ ποτε αὐτοῦ καὶ περὶ οἰκονομίας τοιάδε διαλεγομένου· εἰπέ μοι, ἔφη, ὦ Κριτόβουλε, ἆρά γε ἡ οἰκονομία ἐπιστήμης τινὸς ὄνομά ἐστιν, ὥσπερ ἡ ἰατρικὴ καὶ ἡ χαλκευτικὴ καὶ ἡ τεκτονική; ἔμοιγε δοκεῖ, ἔφη ὁ Κριτόβουλος.
我曾经听他谈论治家术,话是这样说的:“告诉我,克里托布洛斯,”他说,“治家术是否是一种知识的名称,正如医术、锻造术和木工术那样?”“在我看来是的,”克里托布洛斯说。
ἦ καὶ ὥσπερ τούτων τῶν τεχνῶν ἔχοιμεν ἂν εἰπεῖν ὅ τι ἔργον ἑκάστης, οὕτω καὶ τῆς οἰκονομίας δυναίμεθʼ ἂν εἰπεῖν ὅ τι ἔργον αὐτῆς ἐστι; δοκεῖ γοῦν, ἔφη ὁ Κριτόβουλος, οἰκονόμου ἀγαθοῦ εἶναι1 εὖ οἰκεῖν τὸν ἑαυτοῦ οἶκον.
“那么,正如我们能说出这些技术中每一种的职能是什么一样,我们是否同样也能说出治家术的职能是什么呢?”“至少在我看来,”克里托布洛斯说,“一个优秀的治家者的职能,就是把自己的家治理好。”
ἦ καὶ τὸν ἄλλου δὲ οἶκον, ἔφη ὁ Σωκράτης, εἰ ἐπιτρέποι τις αὐτῷ, οὐκ ἂν δύναιτο, εἰ βούλοιτο, εὖ οἰκεῖν, ὥσπερ καὶ τὸν ἑαυτοῦ; ὁ μὲν γὰρ τεκτονικὴν ἐπιστάμενος ὁμοίως ἂν καὶ ἄλλῳ δύναιτο ἐργάζεσθαι ὅ τι περ καὶ ἑαυτῷ, καὶ ὁ οἰκονομικός γʼ ἂν ὡσαύτως. ἔμοιγε δοκεῖ, ὦ Σώκρατες.
“那么,如果有人把别人的家托付给他,”苏格拉底说,“只要他愿意,难道他就不能像治理自己的家一样,把它治理好吗?因为通晓木工术的人,同样能为别人做出如同为自己所做的活计,精于治家术的人大概也是如此。”“在我看来正是如此,苏格拉底。”
ἔστιν ἄρα, ἔφη ὁ Σωκράτης, τὴν τέχνην ταύτην ἐπισταμένῳ, καὶ εἰ μὴ αὐτὸς τύχοι χρήματα ἔχων, τὸν ἄλλου οἶκον οἰκονομοῦντα ὥσπερ καὶ οἰκοδομοῦντα μισθοφορεῖν;2 νὴ Δία καὶ πολύν γε μισθόν, ἔφη ὁ Κριτόβουλος, φέροιτʼ ἄν, εἰ δύναιτο οἶκον παραλαβὼν τελεῖν τε ὅσα δεῖ καὶ περιουσίαν ποιῶν αὔξειν τὸν οἶκον.
“那么,”苏格拉底说,“对于通晓这门技术的人来说,即使他自己碰巧没有财产,是否也可能像建造房屋一样,通过为别人治理家业来获取报酬呢?”“以宙斯起誓,确实如此,而且他还能获得丰厚的报酬,”克里托布洛斯说,“如果他在接管一份家业后,既能支付一切必要的开支,又能通过创造赢余来增加这份家业的话。”
οἶκος δὲ δὴ τί δοκεῖ ἡμῖν εἶναι; ἆρα ὅπερ οἰκία, ἢ καὶ ὅσα τις ἔξω τῆς οἰκίας κέκτηται, πάντα τοῦ οἴκου ταῦτά ἐστιν; ἐμοὶ γοῦν, ἔφη ὁ Κριτόβουλος, δοκεῖ, καὶ εἰ μηδʼ ἐν τῇ αὐτῇ πόλει εἴη τῷ κεκτημένῳ, πάντα τοῦ οἴκου εἶναι ὅσα τις κέκτηται.
“那么,在我们看来,家业究竟是什么呢?它仅仅指住宅本身呢,还是指某人在住宅之外所拥有的一切,这些全都属于家业?”“至少在我看来,”克里托布洛斯说,“一个人所拥有的一切都属于家业,即使这些财产并不与所有者处于同一城邦也是如此。”
οὐκοῦν καὶ ἐχθροὺς κέκτηνταί τινες; νὴ Δία καὶ πολλούς γε ἔνιοι. ἦ καὶ κτήματα αὐτῶν φήσομεν εἶναι τοὺς ἐχθρούς; γελοῖον μεντἂν εἴη, ἔφη ὁ Κριτόβουλος, εἰ ὁ τοὺς ἐχθροὺς αὔξων προσέτι καὶ μισθὸν τούτου φέροι.
“那么,有些人不是也拥有敌人吗?”“以宙斯起誓,确实有,有些人甚至拥有很多敌人。”“那么我们能说敌人也是他们的财产吗?”“如果增加敌人的人还能因此获得报酬,那可真就太荒唐了,”克里托布洛斯说。
ὅτι τοι ἡμῖν ἐδόκει οἶκος ἀνδρὸς εἶναι ὅπερ κτῆσις.3 νὴ Δίʼ, ἔφη ὁ Κριτόβουλος, ὅ τι γε τις ἀγαθὸν κέκτηται· οὐ μὰ Δίʼ οὐκ εἴ τι κακόν, τοῦτο κτῆμα ἐγὼ καλῶ. σὺ δʼ ἔοικας τὰ ἑκάστῳ ὠφέλιμα κτήματα καλεῖν. πάνυ μὲν οὖν, ἔφη· τὰ δέ γε βλάπτοντα ζημίαν ἔγωγε νομίζω μᾶλλον ἢ χρήματα.
“这是因为我们原先认为,一个人的家业就等同于他的财产。”“以宙斯起誓,正是如此,”克里托布洛斯说,“只要那是某人所拥有的好东西;但指着宙斯发誓绝非如此,如果是某种有害之物,我是不称之为财产的。”“看来,你是把对每个人有益的东西称为财产。”“完全如此,”他说,“至于那些带来损害的东西,我认为毋宁是损失,而非财富。”
κἂν ἄρα γέ τις ἵππον πριάμενος μὴ ἐπίστηται αὐτῷ χρῆσθαι, ἀλλὰ καταπίπτων ἀπʼ αὐτοῦ κακὰ λαμβάνῃ, οὐ χρήματα αὐτῷ ἐστιν ὁ ἵππος; οὔκ, εἴπερ τὰ χρήματά γʼ ἐστὶν ἀγαθόν. οὐδʼ ἄρα γε ἡ γῆ ἀνθρώπῳ ἐστὶ χρήματα, ὅστις οὕτως ἐργάζεται αὐτὴν ὥστε ζημιοῦσθαι ἐργαζόμενος. οὐδὲ ἡ γῆ μέντοι χρήματά ἐστιν, εἴπερ ἀντὶ τοῦ τρέφειν πεινῆν παρασκευάζει.
“那么,如果有人买了一匹马,却不懂得如何骑用它,反而从马上摔下来受了伤,这匹马对他来说就不是财产了?”“不是,如果财产确实是一件好东西的话。”“那么,对于以使自己蒙受损失的方式耕种土地的人来说,土地对他而言也不是财产了。”“确实,如果土地不但不供养人,反而让人挨饿,它就不是财产。”
οὐκοῦν καὶ τὰ πρόβατα ὡσαύτως, εἴ τις διὰ τὸ μὴ ἐπίστασθαι προβάτοις χρῆσθαι ζημιοῖτο, οὐδὲ τὰ πρόβατα χρήματα τούτῳ εἴη ἄν; οὔκουν ἔμοιγε δοκεῖ. σὺ ἄρα, ὡς ἔοικε, τὰ μὲν ὠφελοῦντα χρήματα ἡγῇ, τὰ δὲ βλάπτοντα οὐ χρήματα. οὕτως.
“对于羊群也是一样,如果某人因为不懂得如何照管羊群而遭受损失,羊群对他来说也不会是财产吧?”“在我看来绝不是。”“那么看来,你是把有益的事物视为财产,而把有害的事物视为非财产了。”“正是如此。”
ταὐτὰ ἄρα ὄντα τῷ μὲν ἐπισταμένῳ χρῆσθαι αὐτῶν ἑκάστοις χρήματά ἐστι, τῷ δὲ μὴ ἐπισταμένῳ οὐ χρήματα· ὥσπερ γε αὐλοὶ τῷ μὲν ἐπισταμένῳ ἀξίως λόγου αὐλεῖν χρήματά εἰσι, τῷ δὲ μὴ ἐπισταμένῳ οὐδὲν μᾶλλον ἢ ἄχρηστοι λίθοι, εἰ μὴ ἀποδιδοῖτό γε αὐτούς.
“因此,同一事物对于懂得如何使用其中每一种的人来说是财产,而对于不懂得使用的人来说则不是财产;正像笛子对于懂得精湛吹奏的人来说是财产,而对于不懂得的人来说,除非他把它卖掉,否则并不比无用的石头更有价值。”
τοῦτʼ ἄρα φαίνεται ἡμῖν, ἀποδιδομένοις μὲν οἱ αὐλοὶ χρήματα, μὴ ἀποδιδομένοις δὲ ἀλλὰ κεκτημένοις οὔ,4 τοῖς μὴ ἐπισταμένοις αὐτοῖς χρῆσθαι. καὶ ὁμολογουμένως γε, ὦ Σώκρατες, ὁ λόγος ἡμῖν χωρεῖ, ἐπείπερ εἴρηται τὰ ὠφελοῦντα χρήματα εἶναι. μὴ πωλούμενοι μὲν γὰρ οὐ χρήματά εἰσιν οἱ αὐλοί· οὐδὲν γὰρ χρήσιμοί εἰσι· πωλούμενοι δὲ χρήματα.
“那么在我们看来事情似乎是这样:对于卖掉笛子的人来说,笛子是财产;但对于不卖掉、仅仅拥有却不懂得使用的人来说,笛子不是财产。”“而且,苏格拉底,我们的论证确实是一致推进的,既然我们已经说过有益的事物才是财产。因为不被出售时,笛子不是财产,因为毫无用处;但如果被出售,它就是财产。”
πρὸς ταῦτα δʼ ὁ Σωκράτης εἶπεν· ἂν ἐπίστηταί γε πωλεῖν. εἰ δὲ πωλοίη αὖ πρὸς τοῦτο ᾧ μὴ ἐπίσταιτο χρῆσθαι, οὐδὲ πωλούμενοί εἰσι χρήματα κατά γε τὸν σὸν λόγον. λέγειν ἔοικας, ὦ Σώκρατες, ὅτι οὐδὲ τὸ ἀργύριόν ἐστι χρήματα, εἰ μή τις ἐπίσταιτο χρῆσθαι αὐτῷ.
对此苏格拉底说:“前提是懂得如何出售。如果他反过来把它换成了自己不懂得使用的东西,按照你的论点,即使被出售,它也不是财产了。”“苏格拉底,看来你的意思是说,连银钱也不是财产,除非有人懂得如何使用它。”
- 1.2οἰκονόμου ἀγαθοῦ εἶναι
属格 οἰκονόμου ἀγαθοῦ 与不定词 εἶναι 连用,构成表特征或职责的谓语性属格(“是优秀治家者的职责/特质”)。其真正的主语是后随的不定词短语 εὖ οἰκεῖν τὸν ἑαυτοῦ οἶκον。
- 1.4ἔστιν ἄρα... τὴν τέχνην ταύτην ἐπισταμένῳ... τὸν ἄλλου οἶκον οἰκονομοῦντα... μισθοφορεῖν;
无人称动词 ἔστιν(“是可能的”)后接与格 ἐπισταμένῳ,但其主语不定词 μισθοφορεῖν 的逻辑主语及修饰它的分词却转换为宾格(οἰκονομοῦντα)。这是希腊语无人称句中由与格向宾格不定词逻辑主语转变的常见句法交替现象。
- 1.7ὅτι τοι ἡμῖν ἐδόκει οἶκος ἀνδρὸς εἶναι ὅπερ κτῆσις.
句首的原因连词 ὅτι 引出解释性理由(“[之所以这么说,是] 因为……”),用以解释前文提出的荒谬推论(增加敌人者反而获得报酬),借此唤起双方此前已默认的前提,即一个人的家业等同于其财产。
- 1.11ἀποδιδομένοις μὲν οἱ αὐλοὶ χρήματα, μὴ ἀποδιδομένοις δὲ ἀλλὰ κεκτημένοις οὔ
分词 ἀποδιδομένοις 与 κεκτημένοις 均为关系/归属与格(“对于卖掉……的人而言,而对于不卖掉、仅仅拥有……的人而言”),承接前面的 φαίνεται ἡμῖν。在否定词 οὔ 之后承前省略了述语 χρήματα。
