- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:4.8.1-4.8.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出苏格拉底被判死刑并不能证明其神意预兆为假,理由在于其已届高龄且死得极为崇高。作者随后引用赫尔摩革涅斯的话,叙述苏格拉底如何将一生视为最好的辩护准备,并在神意阻止其准备辩护词后泰然接受死亡。
εἰ δέ τις, ὅτι φάσκοντος αὐτοῦ τὸ δαιμόνιον ἑαυτῷ προσημαίνειν ἅ τε δέοι καὶ ἃ μὴ δέοι ποιεῖν ὑπὸ τῶν δικαστῶν κατεγνώσθη θάνατος,1 οἴεται αὐτὸν ἐλέγχεσθαι περὶ τοῦ δαιμονίου ψευδόμενον, ἐννοησάτω πρῶτον μὲν ὅτι οὕτως ἤδη τότε πόρρω τῆς ἡλικίας ἦν, ὥστʼ, εἰ καὶ μὴ τότε, οὐκ ἂν πολλῷ ὕστερον τελευτῆσαι τὸν βίον·2 εἶτα ὅτι τὸ μὲν ἀχθεινότατόν τε τοῦ βίου καὶ ἐν ᾧ πάντες τὴν διάνοιαν μειοῦνται ἀπέλιπεν, ἀντὶ δὲ τούτου τῆς ψυχῆς τὴν ῥώμην ἐπιδειξάμενος εὔκλειαν προσεκτήσατο, τήν τε δίκην πάντων ἀνθρώπων ἀληθέστατα καὶ ἐλευθεριώτατα καὶ δικαιότατα εἰπὼν καὶ τὴν κατάγνωσιν τοῦ θανάτου πραότατα καὶ ἀνδρωδέστατα ἐνέγκας.
如果有人认为,既然苏格拉底声称神意早已向他预示何事当为何事不当为,却仍被法官判处死刑,这便证明他在神意之事上说了谎,那么首先应当考虑的是,他当时已年事极高,即使不是在那时,不久之后他也会结束生命;其次,他避开了生命中最沉重、人人的心智都会衰退的时期,反倒借由显露心灵的力量赢得了美誉,在审判中比所有人说得更真实、更坦荡、更公正,并且极其温和、极其刚毅地承受了死刑的判决。
ὁμολογεῖται γὰρ οὐδένα πω τῶν μνημονευομένων ἀνθρώπων κάλλιον θάνατον ἐνεγκεῖν. ἀνάγκη μὲν γὰρ ἐγένετο αὐτῷ μετὰ τὴν κρίσιν τριάκοντα ἡμέρας βιῶναι διὰ τὸ Δήλια μὲν ἐκείνου τοῦ μηνὸς εἶναι, τὸν δὲ νόμον μηδένα ἐᾶν δημοσίᾳ ἀποθνῄσκειν ἕως ἂν ἡ θεωρία ἐκ Δήλου ἐπανέλθῃ, καὶ τὸν χρόνον τοῦτον ἅπασι τοῖς συνήθεσι φανερὸς ἐγένετο οὐδὲν ἀλλοιότερον διαβιοὺς ἢ τὸν ἔμπροσθεν χρόνον· καίτοι τὸν ἔμπροσθέν γε πάντων ἀνθρώπων μάλιστα ἐθαυμάζετο ἐπὶ τῷ εὐθύμως τε καὶ εὐκόλως ζῆν.
因为公认的是,在有记载的人中,尚无一人的死能比他更加崇高。这是因为在审判之后,他不得不继续生活三十天,原因是提洛节正值当月,而法律不许在从提洛岛遣派的使团返回之前公开执行死刑;在这整段时期内,他在所有熟人面前显出的生活状态,与先前没有丝毫不同;尽管在先前,他就因心境开朗豁达而受到全人类最大的赞许。
καὶ πῶς ἄν τις κάλλιον ἢ οὕτως ἀποθάνοι; ἢ ποῖος ἂν εἴη θάνατος καλλίων ἢ ὃν κάλλιστά τις ἀποθάνοι; ποῖος δʼ ἂν γένοιτο θάνατος εὐδαιμονέστερος τοῦ καλλίστου; ἢ ποῖος θεοφιλέστερος τοῦ εὐδαιμονεστάτου;
一个人怎能比这样死得更崇高?或者说,什么样的死会比死得最为崇高更崇高?什么样的死会比最崇高的死更为幸福?又有什么样的死会比最幸福的死更蒙神眷顾?
λέξω δὲ καὶ ἃ Ἑρμογένους τοῦ Ἱππονίκου ἤκουσα περὶ αὐτοῦ. ἔφη γάρ, ἤδη Μελήτου γεγραμμένου αὐτὸν τὴν γραφήν, αὐτὸς ἀκούων αὐτοῦ πάντα μᾶλλον ἢ περὶ τῆς δίκης διαλεγομένου λέγειν αὐτῷ ὡς χρὴ σκοπεῖν ὅ τι ἀπολογήσεται. τὸν δὲ τὸ μὲν πρῶτον εἰπεῖν· οὐ γὰρ δοκῶ σοι τοῦτο μελετῶν διαβεβιωκέναι; ἐπεὶ δὲ αὐτὸν ἤρετο ὅπως, εἰπεῖν αὐτὸν ὅτι οὐδὲν ἄλλο ποιῶν διαγεγένηται ἢ διασκοπῶν μὲν τά τε δίκαια καὶ τὰ ἄδικα, πράττων δὲ τὰ δίκαια καὶ τῶν ἀδίκων ἀπεχόμενος, ἥνπερ νομίζοι καλλίστην μελέτην ἀπολογίας εἶναι.
我还要叙述我从希波尼库斯之子赫尔摩革涅斯那里听到的关于他的事。因为他说,在墨勒托斯已经提出控诉之后,赫尔摩革涅斯自己听见他谈论一切,唯独不谈论官司,便对他说应该考虑如何进行辩护。苏格拉底起初回答说:“难道你不觉得我终生都在准备这件事吗?”当赫尔摩革涅斯问他如何准备时,他说自己终其一生除了考察正义与非正义之事、践行正义并远离非正义之外别无所为,而他认为这正是辩护的最好准备。
αὐτὸς δὲ πάλιν εἰπεῖν· οὐχ ὁρᾷς, ὦ Σώκρατες, ὅτι οἱ Ἀθήνησι δικασταὶ πολλοὺς μὲν ἤδη μηδὲν ἀδικοῦντας λόγῳ παραχθέντες ἀπέκτειναν, πολλοὺς δὲ ἀδικοῦντας ἀπέλυσαν; ἀλλὰ νὴ τὸν Δία, φάναι αὐτόν, ὦ Ἑρμόγενες, ἤδη μου ἐπιχειροῦντος φροντίσαι τῆς πρὸς τοὺς δικαστὰς ἀπολογίας ἠναντιώθη τὸ δαιμόνιον.
赫尔摩革涅斯再次说道:“苏格拉底,难道你没看到雅典的法官们受言辞蛊惑,已经杀害了许多毫无过错之人,又赦免了许多作恶之人吗?”苏格拉底回答说:“以宙斯之名起誓,赫尔摩革涅斯啊,当我已经试图思量向法官提出的辩护词时,那神意却阻止了我。”
καὶ αὐτὸς εἰπεῖν· θαυμαστὰ λέγεις. τὸν δέ, θαυμάζεις, φάναι, εἰ τῷ θεῷ δοκεῖ βέλτιον εἶναι ἐμὲ τελευτᾶν τὸν βίον ἤδη; οὐκ οἶσθʼ ὅτι μέχρι μὲν τοῦδε τοῦ χρόνου ἐγὼ οὐδενὶ ἀνθρώπων ὑφείμην ἂν οὔτε βέλτιον οὔθʼ ἥδιον ἐμαυτοῦ βεβιωκέναι;3 ἄριστα μὲν γὰρ οἶμαι ζῆν τοὺς ἄριστα ἐπιμελομένους τοῦ ὡς βελτίστους γίγνεσθαι, ἥδιστα δὲ τοὺς μάλιστα αἰσθανομένους ὅτι βελτίους γίγνονται.
赫尔摩革涅斯便说:“你说的真令人惊异。”苏格拉底便回答说:“难道神明认为我现在结束生命更好,这令你惊异吗?难道你不知道,直到此时此刻,我不承认有任何人比我活得更好、更快乐吗?因为我认为,那些最用心使自己变得尽可能完善的人活得最好,而那些最真切地意识到自己正在变好的人活得最快乐。”
- 4.8.1ὅτι φάσκοντος αὐτοῦ τὸ δαιμόνιον ἑαυτῷ προσημαίνειν ἅ τε δέοι καὶ ἃ μὴ δέοι ποιεῖν ὑπὸ τῶν δικαστῶν κατεγνώσθη θάνατος
该结构是条件从句 εἰ δέ τις... οἴεται 内由 ὅτι 引导的理由从句。φάσκοντος αὐτοῦ 为具有让步意义的属格绝对结构(“尽管他声称……”),修饰被动动词 κατεγνώσθη 及其主语 θάνατος,表明被判死刑正是某些人怀疑其神意为假的原因。
- 4.8.1ὥστʼ, εἰ καὶ μὴ τότε, οὐκ ἂν πολλῷ ὕστερον τελευτῆσαι τὸν βίον
在由 ὥστε 引导的结果从句中,ἄν 与不定式(τελευτῆσαι)连用。这相当于过去与事实相反的条件句结果主句(即 οὐκ ἂν ἐτελεύτησεν,“即使不是那时,他也不会在很久之后才结束生命”)转换为不定式结构。
- 4.8.6οὐδενὶ ἀνθρώπων ὑφείμην ἂν οὔτε βέλτιον οὔθʼ ἥδιον ἐμαυτοῦ βεβιωκέναι
动词 ὑφείμην ἂν(ὑφίημι 的不定过去式中间位祈愿语气加 ἄν,意为“我绝不会向任何人让步/承认”)接与格人称(οὐδενὶ ἀνθρώπων)与不定式(βεβιωκέναι)。ἐμαυτοῦ 是修饰比较级副词 βέλτιον 和 ἥδιον 的比较属格(“比我自己”)。
