- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:4.8.7-4.8.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底阐明了在此时死去可以免于衰老带来的智力与肉体衰退并坚称自身无辜,作者最终总结指出,具备诸般美德的苏格拉底乃是至善至福之人。
ἃ ἐγὼ μέχρι τοῦδε τοῦ χρόνου ᾐσθανόμην ἐμαυτῷ συμβαίνοντα, καὶ τοῖς ἄλλοις ἀνθρώποις ἐντυγχάνων καὶ πρὸς τοὺς ἄλλους παραθεωρῶν ἐμαυτὸν οὕτω διατετέλεκα περὶ ἐμαυτοῦ γιγνώσκων· καὶ οὐ μόνον ἐγώ, ἀλλὰ καὶ οἱ ἐμοὶ φίλοι οὕτως ἔχοντες περὶ ἐμοῦ διατελοῦσιν, οὐ διὰ τὸ φιλεῖν ἐμέ, καὶ γὰρ οἱ τοὺς ἄλλους φιλοῦντες οὕτως ἂν εἶχον πρὸς τοὺς ἑαυτῶν φίλους, ἀλλὰ διόπερ καὶ αὐτοὶ ἂν οἴονται ἐμοὶ συνόντες βέλτιστοι γίγνεσθαι.
直到此时此刻,我深知这些事正在自己身上实现,且通过与其他人交往并将自己同他人比较,我始终对自己抱有这样的认识。不仅我如此,我的朋友们对我亦始终抱有这样的态度,这并非出于对我的喜爱——因为〔那样的话〕喜爱他人的人也会对他们自己的朋友抱有同样的态度——而是因为他们自己也认为,通过与我相伴,他们能成为最好的人。
εἰ δὲ βιώσομαι πλείω χρόνον, ἴσως ἀναγκαῖον ἔσται τὰ τοῦ γήρως ἐπιτελεῖσθαι καὶ ὁρᾶν τε καὶ ἀκούειν ἧττον καὶ διανοεῖσθαι χεῖρον καὶ δυσμαθέστερον ἀποβαίνειν καὶ ἐπιλησμονέστερον, καὶ ὧν πρότερον βελτίων ἦν, τούτων χείρω γίγνεσθαι·1 ἀλλὰ μὴν ταῦτά γε μὴ αἰσθανομένῳ μὲν ἀβίωτος ἂν εἴη ὁ βίος, αἰσθανόμενον δὲ πῶς οὐκ ἀνάγκη2 χεῖρόν τε καὶ ἀηδέστερον ζῆν;
然而,如果我活得更久,恐怕就不得不承受衰老的代价:视力和听力减退,思维变差,变得更难以学习、更易健忘,并且比那些我以前胜过的人更为不如。然而,对于感觉不到这些的人来说,生命将是不堪忍受的;而对于感觉到了的人来说,难道不是必然活得更加糟糕、更加痛苦吗?
ἀλλὰ μὴν εἴ γε ἀδίκως ἀποθανοῦμαι, τοῖς μὲν ἀδίκως ἐμὲ ἀποκτείνασιν αἰσχρὸν ἂν εἴη τοῦτο· εἰ γὰρ τὸ ἀδικεῖν αἰσχρόν ἐστι, πῶς οὐκ αἰσχρὸν καὶ τὸ ἀδίκως ὁτιοῦν ποιεῖν; ἐμοὶ δὲ τί αἰσχρὸν τὸ ἑτέρους μὴ δύνασθαι περὶ ἐμοῦ τὰ δίκαια μήτε γνῶναι μήτε ποιῆσαι;
再者,如果我受到不义的处死,这对于那些不义地杀害我的人来说乃是一种耻辱;因为如果行不义是可耻的,那么不义地做任何事又怎能不是可耻的呢?但对我而言,他人既不能认清亦不能对我践行正义,这对我又有何可耻之处呢?
ὁρῶ δʼ ἔγωγε καὶ τὴν δόξαν τῶν προγεγονότων ἀνθρώπων ἐν τοῖς ἐπιγιγνομένοις οὐχ ὁμοίαν καταλειπομένην τῶν τε ἀδικησάντων καὶ τῶν ἀδικηθέντων. οἶδα δʼ ὅτι καὶ ἐγὼ ἐπιμελείας τεύξομαι ὑπʼ ἀνθρώπων, καὶ ἐὰν νῦν ἀποθάνω, οὐχ ὁμοίως τοῖς ἐμὲ ἀποκτείνασιν· οἶδα γὰρ ἀεὶ μαρτυρήσεσθαί μοι ὅτι ἐγὼ ἠδίκησα μὲν οὐδένα πώποτε ἀνθρώπων οὐδὲ χείρω ἐποίησα, βελτίους δὲ ποιεῖν ἐπειρώμην ἀεὶ τοὺς ἐμοὶ συνόντας. τοιαῦτα μὲν πρὸς Ἑρμογένην τε διελέχθη καὶ πρὸς τοὺς ἄλλους.
我确实看到,在后世之人心中,前人所留下的声名,施加不义者与遭受不义者是绝不相同的。我知道,即使我现在死去,我也必将从世人那里获得顾念,而绝非像那些杀害我的人一样;因为我知道世人将永远为我作证:我从未对任何一个人行过不义,也从未使任何人变得更坏,而是始终努力让我身边的同伴变得更好。——这就是他同赫尔摩革涅斯以及其他人所进行的谈话。
τῶν δὲ Σωκράτην γιγνωσκόντων, οἷος ἦν,3 οἱ ἀρετῆς ἐφιέμενοι πάντες ἔτι καὶ νῦν διατελοῦσι πάντων μάλιστα ποθοῦντες ἐκεῖνον, ὡς ὠφελιμώτατον ὄντα πρὸς ἀρετῆς ἐπιμέλειαν. ἐμοὶ μὲν δή, τοιοῦτος ὢν οἷον ἐγὼ διήγημαι, εὐσεβὴς μὲν οὕτως ὥστε μηδὲν ἄνευ τῆς τῶν θεῶν γνώμης ποιεῖν, δίκαιος δὲ ὥστε βλάπτειν μὲν μηδὲ μικρὸν μηδένα, ὠφελεῖν δὲ τὰ μέγιστα τοὺς χρωμένους αὐτῷ, ἐγκρατὴς δὲ ὥστε μηδέποτε προαιρεῖσθαι τὸ ἥδιον ἀντὶ τοῦ βελτίονος, φρόνιμος δὲ ὥστε μὴ διαμαρτάνειν κρίνων τὰ βελτίω καὶ τὰ χείρω μηδὲ ἄλλου προσδεῖσθαι, ἀλλʼ αὐτάρκης εἶναι πρὸς τὴν τούτων γνῶσιν, ἱκανὸς δὲ καὶ λόγῳ εἰπεῖν τε καὶ διορίσασθαι τὰ τοιαῦτα, ἱκανὸς δὲ καὶ ἄλλως δοκιμάσαι τε καὶ ἁμαρτάνοντα ἐλέγξαι καὶ προτρέψασθαι ἐπʼ ἀρετὴν καὶ καλοκαγαθίαν, ἐδόκει4 τοιοῦτος εἶναι οἷος ἂν εἴη ἄριστός τε ἀνὴρ καὶ εὐδαιμονέστατος. εἰ δέ τῳ μὴ ἀρέσκει ταῦτα, παραβάλλων τὸ ἄλλων ἦθος πρὸς ταῦτα οὕτω κρινέτω.
在了解苏格拉底其人如何的所有人中,凡是追求美德之人,至今仍旧最深切地怀念他,视他为修养美德最有助益之人。依我之见,既然他是如我所记述的那样一个人——如此虔敬,以至于没有诸神的旨意便绝不妄动;如此公正,以至于丝毫不伤害任何人,反倒给予与他相处之人以最大的益处;如此自制,以至于绝不舍更好者而取更惬意者;如此审慎,以至于在明辨更善与更恶之事上从不出错,亦无求于他人,而在这些事的认知上自足自给;又善于用言辞陈述并定义此类事理,善于省察他人、驳斥犯错之人并规劝他们追求美德与高尚——那么他似乎正是那最杰出、最幸福之人所应有的模样。如果有人不同意这些看法,那就让他将其他人的品格与此加以比较,然后再作决断吧。
- 4.8.8ὧν πρότερον βελτίων ἦν, τούτων χείρω γίγνεσθαι
关系代词 ὧν 既可能是受到先行词 τούτων(作为比较属格受 χείρω 支配)的格吸引而变为属格,亦可直接作为关系节内部受 βελτίων 支配的比较属格。整句意为“变得比那些自己原先胜过的人还要差”。
- 4.8.8μὴ αἰσθανομένῳ μὲν ἀβίωτος ἂν εἴη ὁ βίος, αἰσθανόμενον δὲ πῶς οὐκ ἀνάγκη
前后对称分句间出现了格的转换(句法变格):前一分句中分词采用与谓语形容词 ἀβίωτος 相应的与格(μὴ αἰσθανομένῳ),而后一分句中则转换为宾格分词(αἰσθανόμενον),充当无人称表达 ἀνάγκη 搭配的不定式 ζῆν 的逻辑主语。
- 4.8.11τῶν δὲ Σωκράτην γιγνωσκόντων, οἷος ἦν
前置预取结构(prolepsis)。从属从句 οἷος ἦν 中本应作主语的“苏格拉底”,被提前作为主要分词 γιγνωσκόντων 的直接宾格宾语 Σωκράτην。
- 4.8.11ἐμοὶ μὲν δή, τοιοῦτος ὢν οἷον ἐγὼ διήγημαι... ἐδόκει
句首的与格 ἐμοὶ 依存于主动词 ἐδόκει(“在我看来”)。而主格分词 τοιοῦτος ὢν 以及随后承接的一长串形容词(εὐσεβής, δίκαιος 等)在语法格上保持主格,与全句的主语苏格拉底一致,在经过长距离的列举之后,最终收束于人称动词 ἐδόκει 及带主格表语的不定式(τοιοῦτος εἶναι)之中。
