← 色诺芬

回忆苏格拉底

§4.7.1-4.7.10

学科的实用限度与对神占的信赖

色诺芬记述苏格拉底如何勉励同伴们在几何学、天文学、算术和健康保健等学科上摒弃无益的深究、仅以实际有用为度去学习,并建议对超越人智之事求助于神占。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.7.1

ὅτι μὲν οὖν ἁπλῶς τὴν ἑαυτοῦ γνώμην ἀπεφαίνετο Σωκράτης πρὸς τοὺς ὁμιλοῦντας αὐτῷ, δοκεῖ μοι δῆλον ἐκ τῶν εἰρημένων εἶναι· ὅτι δὲ καὶ αὐτάρκεις ἐν ταῖς προσηκούσαις πράξεσιν αὐτοὺς εἶναι ἐπεμελεῖτο, νῦν τοῦτο λέξω. πάντων μὲν γὰρ ὧν ἐγὼ οἶδα μάλιστα ἔμελεν αὐτῷ εἰδέναι1 ὅτου τις ἐπιστήμων εἴη τῶν συνόντων αὐτῷ· ὧν δὲ προσήκει ἀνδρὶ καλῷ κἀγαθῷ εἰδέναι, ὅ τι μὲν αὐτὸς εἰδείη, πάντων προθυμότατα ἐδίδασκεν· ὅτου δὲ αὐτὸς ἀπειρότερος εἴη, πρὸς τοὺς ἐπισταμένους ἦγεν αὐτούς.

苏格拉底向与他交往的人坦诚地表明自己的观点,依我看从前述内容中已十分明了;但他同样关切他们在应当从事的行为上能够自立自足,我现在要叙述这一点。因为在我所知的所有人中,他最关切的就是知晓与他相处的每个人精通何事;而在一位品德优良之人应当知晓的事情中,凡是他自己所通晓的,他都最热情地予以教授;而凡是他自己较为生疏的,他便将他们引荐给通晓那些事的人。

§4.7.2

ἐδίδασκε δὲ καὶ μέχρι ὅτου δέοι ἔμπειρον εἶναι ἑκάστου πράγματος τὸν ὀρθῶς πεπαιδευμένον. αὐτίκα γεωμετρίαν μέχρι μὲν τούτου ἔφη δεῖν μανθάνειν, ἕως ἱκανός τις γένοιτο, εἴ ποτε δεήσειε, γῆν μέτρῳ ὀρθῶς ἢ παραλαβεῖν ἢ παραδοῦναι ἢ διανεῖμαι ἢ ἔργον ἀποδείξασθαι· οὕτω δὲ τοῦτο ῥᾴδιον εἶναι μαθεῖν ὥστε τὸν προσέχοντα τὸν νοῦν τῇ μετρήσει ἅμα τήν τε γῆν ὁπόση ἐστὶν εἰδέναι καὶ ὡς μετρεῖται ἐπιστάμενον ἀπιέναι.

他还教授一个受过良好教育的人在每一件事物上应当精通到什么程度。例如,他说应当学习几何学到这种程度:直到一个人在有需要时,能够通过测量准确地接收、移交或分割土地,或者指派工程任务;而且他说这很容易学会,以至于用心于测量的人在离开时,既知道那块土地有多大,又知晓它是如何测量的。

§4.7.3

τὸ δὲ μέχρι τῶν δυσσυνέτων διαγραμμάτων γεωμετρίαν μανθάνειν ἀπεδοκίμαζεν. ὅ τι μὲν γὰρ ὠφελοίη ταῦτα, οὐκ ἔφη ὁρᾶν· καίτοι οὐκ ἄπειρός γε αὐτῶν ἦν· ἔφη δὲ ταῦτα ἱκανὰ εἶναι ἀνθρώπου βίον κατατρίβειν καὶ ἄλλων πολλῶν τε καὶ ὠφελίμων μαθημάτων ἀποκωλύειν.

但他不赞成将几何学学到难解图象的程度。因为他说他看不到这些有什么益处——尽管他自己对这些并非一无所知;而且他说这些足以耗尽人的一生,并妨碍学习许多其他有益的学问。

§4.7.4

ἐκέλευε δὲ καὶ ἀστρολογίας ἐμπείρους γίγνεσθαι, καὶ ταύτης μέντοι μέχρι τοῦ νυκτός τε ὥραν καὶ μηνὸς καὶ ἐνιαυτοῦ δύνασθαι γιγνώσκειν ἕνεκα πορείας τε καὶ πλοῦ καὶ φυλακῆς, καὶ ὅσα ἄλλα ἢ νυκτὸς ἢ μηνὸς ἢ ἐνιαυτοῦ πράττεται, πρὸς ταῦτʼ ἔχειν τεκμηρίοις χρῆσθαι, τὰς ὥρας τῶν εἰρημένων διαγιγνώσκοντας· καὶ ταῦτα δὲ ῥᾴδια εἶναι μαθεῖν παρά τε νυκτοθηρῶν καὶ κυβερνητῶν καὶ ἄλλων πολλῶν οἷς ἐπιμελὲς ταῦτα εἰδέναι.

他也吩咐他们要通晓天文学,然而这也只是到能够知晓夜晚的时刻、月份和年份的程度,以便于行路、航海和守卫,并且对于凡在夜间、月中或年内所做的事情,能够通过辨别上述时令来使用明确的征象;而且他说这些事情也很容易从夜猎者、领航员以及许多其他有心通晓这些事的人那里学到。

§4.7.5

τὸ δὲ μέχρι τούτου ἀστρονομίαν μανθάνειν, μέχρι τοῦ καὶ τὰ μὴ ἐν τῇ αὐτῇ περιφορᾷ ὄντα, καὶ τοὺς πλάνητάς τε καὶ ἀσταθμήτους ἀστέρας γνῶναι, καὶ τὰς ἀποστάσεις αὐτῶν ἀπὸ τῆς γῆς καὶ τὰς περιόδους καὶ τὰς αἰτίας αὐτῶν ζητοῦντας κατατρίβεσθαι, ἰσχυρῶς ἀπέτρεπεν. ὠφέλειαν μὲν γὰρ οὐδεμίαν οὐδʼ ἐν τούτοις ἔφη ὁρᾶν· καίτοι οὐδὲ τούτων γε ἀνήκοος ἦν· ἔφη δὲ καὶ ταῦτα ἱκανὰ εἶναι κατατρίβειν ἀνθρώπου βίον καὶ πολλῶν καὶ ὠφελίμων ἀποκωλύειν.

然而,对于把天文学学到这种程度——甚至去认识那些不在同一轨道上运行的天体、行星以及不规则的星辰,并通过探求它们与大地的距离、周期和原因而耗竭自己——他极力予以劝阻。因为他说在这些事情上也看不到任何益处——尽管他对这些也绝非未曾听闻;而且他说这些也足以耗尽人的一生,并妨碍许多有益的事情。

§4.7.6

ὅλως δὲ τῶν οὐρανίων, ᾗ ἕκαστα ὁ θεὸς μηχανᾶται, φροντιστὴν γίγνεσθαι ἀπέτρεπεν· οὔτε γὰρ εὑρετὰ ἀνθρώποις αὐτὰ ἐνόμιζεν εἶναι οὔτε χαρίζεσθαι θεοῖς ἂν ἡγεῖτο τὸν ζητοῦντα2 ἃ ἐκεῖνοι σαφηνίσαι οὐκ ἐβουλήθησαν. κινδυνεῦσαι δʼ ἂν ἔφη καὶ παραφρονῆσαι τὸν ταῦτα μεριμνῶντα οὐδὲν ἧττον ἢ Ἀναξαγόρας παρεφρόνησεν ὁ μέγιστον φρονήσας ἐπὶ τῷ τὰς τῶν θεῶν μηχανὰς ἐξηγεῖσθαι.

总的来说,他劝阻人们去成为探究天体事物、思考神如何设计万物的思辨者;因为他认为这些不是人所能发现的,也不相信探求神明不愿阐明之事的人能讨得神明的喜悦。他说,焦虑于这些事物的人,冒着丧失理智的危险,绝不下于那个以阐明诸神构造为最大骄傲的阿那克萨哥拉的失常程度。

§4.7.7

ἐκεῖνος γὰρ λέγων μὲν τὸ αὐτὸ εἶναι πῦρ τε καὶ ἥλιον ἠγνόει ὅτι τὸ μὲν πῦρ οἱ ἄνθρωποι ῥᾳδίως καθορῶσιν, εἰς δὲ τὸν ἥλιον οὐ δύνανται ἀντιβλέπειν, καὶ ὑπὸ μὲν τοῦ ἡλίου καταλαμπόμενοι τὰ χρώματα μελάντερα ἔχουσιν, ὑπὸ δὲ τοῦ πυρὸς οὔ· ἠγνόει δὲ καὶ ὅτι τῶν ἐκ τῆς γῆς φυομένων ἄνευ μὲν ἡλίου αὐγῆς οὐδὲν δύναται καλῶς αὔξεσθαι, ὑπὸ δὲ τοῦ πυρὸς θερμαινόμενα πάντα ἀπόλλυται· φάσκων δὲ τὸν ἥλιον λίθον διάπυρον εἶναι καὶ τοῦτο ἠγνόει, ὅτι λίθος μὲν ἐν πυρὶ ὢν οὔτε λάμπει οὔτε πολὺν χρόνον ἀντέχει, ὁ δὲ ἥλιος πάντα τὸν χρόνον πάντων λαμπρότατος ὢν διαμένει.

因为那个人在声称火与太阳是同一事物时,却没有察觉到人们可以轻松注视火,却无法直视太阳,并且人们被太阳照射时肤色会更黑,被火照射却不会;他也没有察觉到,土地上生长之物,若没有阳光便无法良好生长,而被火加热时却全都会毁灭;他在断言太阳是一块燃烧发热的石头时,甚至连这一点也没有察觉到:石头置于火中既不发光,也不能长久维持,而太阳却在一切时间中作为万物中最明亮之物长存。

§4.7.8

ἐκέλευε δὲ καὶ λογισμοὺς μανθάνειν. καὶ τούτων δὲ ὁμοίως τοῖς ἄλλοις ἐκέλευε φυλάττεσθαι τὴν μάταιον πραγματείαν, μέχρι δὲ τοῦ ὠφελίμου πάντα καὶ αὐτὸς συνεσκόπει καὶ συνδιεξῄει τοῖς συνοῦσι.

他还吩咐他们学习算术;在此事上他也像对其他学问一样,告诫他们要防范无谓的劳烦,但在有益的限度内,他自己也同相处者一起考察、一同详加探讨这一切。

§4.7.9

προέτρεπε δὲ σφόδρα καὶ ὑγιείας ἐπιμελεῖσθαι τοὺς συνόντας παρά τε τῶν εἰδότων μανθάνοντας ὅσα ἐνδέχοιτο, καὶ ἑαυτῷ ἕκαστον προσέχοντα διὰ παντὸς τοῦ βίου, τί βρῶμα ἢ τί πῶμα ἢ ποῖος πόνος συμφέροι αὐτῷ, καὶ πῶς τούτοις χρώμενος ὑγιεινότατʼ ἂν διάγοι· τοῦ γὰρ οὕτω προσέχοντος ἑαυτῷ ἔργον ἔφη εἶναι εὑρεῖν ἰατρὸν3 τὰ πρὸς ὑγίειαν συμφέροντα αὐτῷ μᾶλλον διαγιγνώσκοντα.

他还极力劝勉与他相处的人注重健康,既要尽其所能向通晓者学习,又要每个人终其一生留意自身,观察何种食物、何种饮料或何种劳力劳作对自己有益,以及如何运用这些才能最健康地度日;因为他说,对于一个如此留意自身的人来说,很难找到一位医生能比他自己更准确地辨别何种事物有益于其健康。

§4.7.10

εἰ δέ τις μᾶλλον ἢ κατὰ τὴν ἀνθρωπίνην σοφίαν ὠφελεῖσθαι βούλοιτο, συνεβούλευε μαντικῆς ἐπιμελεῖσθαι. τὸν γὰρ εἰδότα διʼ ὧν οἱ θεοὶ τοῖς ἀνθρώποις περὶ τῶν πραγμάτων σημαίνουσιν οὐδέποτʼ ἔρημον ἔφη γίγνεσθαι συμβουλῆς θεῶν.

如果有人希望获得超越人类智慧的助益,他便建议其用心于占卜;因为他说,通晓神明通过何种途径就世事向人类昭示预兆的人,绝不会匮乏神明的指引。

语法注3 条
  1. 4.7.1πάντων μὲν γὰρ ὧν ἐγὼ οἶδα μάλιστα ἔμελεν αὐτῷ εἰδέναι

    无人称动词 ἔμελεν 支配与格 αὐτῷ(关心的人)和不定式 εἰδέναι(关心的内容)。句首的 πάντων ὧν ἐγὼ οἶδα 为部分属格,修饰最高级副词 μάλιστα,意为“在我所知的一切人中最甚”。

  2. 4.7.6οὔτε χαρίζεσθαι θεοῖς ἂν ἡγεῖτο τὸν ζητοῦντα

    此结构为间接引语中 ἄν 搭配不定式(χαρίζεσθαι ἄν),由动词 ἡγεῖτο 支配,再现了直接引语中的潜能祈愿语气(χαρίζοιτο ἄν,“会讨喜”)。宾格分词 τὸν ζητοῦντα 作该不定式的逻辑主语。

  3. 4.7.9τοῦ γὰρ οὕτω προσέχοντος ἑαυτῷ ἔργον ἔφη εἶναι εὑρεῖν ἰατρὸν

    表语名词 ἔργον [ἐστίν] 后接不定式 εὑρεῖν 构成习惯表达,意为“寻找……是件难事/费力之举”。句首的属格分词短语 τοῦ οὕτω προσέχοντος ἑαυτῷ 作关系属格或特征属格(“对于如此留意自身的人而言”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:4.7.1-4.7.10