- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:4.6.8-4.6.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底通过与欧梯德谟的对话,将善、美和勇敢分别依其效用与知识加以界定,并辨析了各种政体;他在论辩中遇有异议总是引回基本前提,并依据人们公认的共识推进论证。
ἆρʼ οὖν, ὦ Εὐθύδημε, καὶ τἀγαθὸν οὕτω ζητητέον ἐστί; πῶς; ἔφη. δοκεῖ σοι τὸ αὐτὸ πᾶσιν ὠφέλιμον εἶναι; οὐκ ἔμοιγε. τί δέ; τὸ ἄλλῳ ὠφέλιμον οὐ δοκεῖ σοι ἐνίοτε ἄλλῳ βλαβερὸν εἶναι; καὶ μάλα, ἔφη. ἄλλο δʼ ἄν τι φαίης ἀγαθὸν εἶναι ἢ τὸ ὠφέλιμον; οὐκ ἔγωγʼ, ἔφη. τὸ ἄρα ὠφέλιμον ἀγαθόν ἐστιν ὅτῳ ἂν ὠφέλιμον ᾖ; δοκεῖ μοι, ἔφη.
“那么,欧梯德谟,对于善,难道也应当这样去探究吗?”他说:“怎么探究呢?”“在你看来,同样的事物是对所有人都有益的吗?”“在我看来不是。”“那么如何呢?对某人有益的事物,难道在你看来有时不会对另一个人有害吗?”“确实非常如此,”他说。“那么除了有益的事物之外,你还会说别的某种东西是善吗?”“我不会说,”他说。“那么,凡是某物对某人有益,这有益之物对那人而言不就是善吗?”“在我看来是的,”他说。
τὸ δὲ καλὸν ἔχοιμεν ἄν πως ἄλλως εἰπεῖν; ἤ, εἰ ἔστιν, ὀνομάζεις καλὸν ἢ σῶμα ἢ σκεῦος ἢ ἄλλʼ ὁτιοῦν, ὃ οἶσθα πρὸς πάντα καλὸν ὄν;1 μὰ Δίʼ οὐκ ἔγωγʼ, ἔφη. ἆρʼ οὖν, πρὸς ὃ ἂν ἕκαστον χρήσιμον ᾖ, πρὸς τοῦτο ἑκάστῳ καλῶς ἔχει χρῆσθαι; πάνυ μὲν οὖν, ἔφη. καλὸν δὲ πρὸς ἄλλο τί ἐστιν ἕκαστον ἢ πρὸς ὃ ἑκάστῳ καλῶς ἔχει χρῆσθαι; οὐδὲ πρὸς ἓν ἄλλο, ἔφη. τὸ χρήσιμον ἄρα καλόν ἐστι πρὸς ὃ ἂν ᾖ χρήσιμον; ἔμοιγε δοκεῖ, ἔφη.
“那么关于美,我们还能有任何别的说法吗?或者,如果存在的话,你能说出任何美的肉体、器具或任何别的物件,是你所知对一切事物而言都美的吗?”“凭宙斯起誓,我绝对说不出,”他说。“那么,每一事物针对其有用的用途,针对这用途去使用每一事物难道不是很妥善吗?”“完全如此,”他说。“那么每一事物除了针对其使用起来是妥善的那种用途之外,还能针对别的什么用途是美的吗?”“对任何别的用途都不美,”他说。“那么有用的事物,正是针对其有用之处而言是美的吗?”“在我看来是的,”他说。
ἀνδρείαν δέ, ὦ Εὐθύδημε, ἆρα τῶν καλῶν νομίζεις εἶναι; κάλλιστον μὲν οὖν ἔγωγʼ, ἔφη. χρήσιμον ἄρα οὐ πρὸς τὰ ἐλάχιστα νομίζεις τὴν ἀνδρείαν; νὴ Δίʼ, ἔφη, πρὸς τὰ μέγιστα μὲν οὖν. ἆρʼ οὖν δοκεῖ σοι πρὸς τὰ δεινά τε καὶ ἐπικίνδυνα χρήσιμον εἶναι τὸ ἀγνοεῖν αὐτά; ἥκιστά γʼ, ἔφη. οἱ ἄρα μὴ φοβούμενοι τὰ τοιαῦτα διὰ τὸ μὴ εἰδέναι τί ἐστιν οὐκ ἀνδρεῖοί εἰσι; νὴ Δίʼ, ἔφη, πολλοὶ γὰρ ἂν οὕτω γε τῶν τε μαινομένων καὶ τῶν δειλῶν ἀνδρεῖοι εἶεν. τί δὲ οἱ καὶ τὰ μὴ δεινὰ δεδοικότες; ἔτι γε νὴ Δίʼ ἧττον, ἔφη. ἆρʼ οὖν τοὺς μὲν ἀγαθοὺς πρὸς τὰ δεινὰ καὶ ἐπικίνδυνα ὄντας ἀνδρείους ἡγῇ εἶναι, τοὺς δὲ κακοὺς δειλούς;
“那么勇敢呢,欧梯德谟,你认为它是美好的事物之一吗?”“我自己认为它是极美好的,”他说。“那么你认为勇敢不是在最小的事情上有用吗?”“凭宙斯起誓,”他说,“恰恰相反,是在最重大的事情上有用。”“那么在你看来,面对可怕而危险的事情,对其无知会有用吗?”“绝非如此,”他说。“那么,那些因不知其究竟是什么而不惧怕这类事情的人,难道不是不勇敢吗?”“凭宙斯起誓,确实如此,”他说,“因为照那样的话,许多狂人和懦夫也会是勇敢的了。”“那么,连不可怕的事物也惧怕的人又如何呢?”“凭宙斯起誓,那就更不勇敢了,”他说。“那么,你认为面对可怕而危险的事情表现出色的人是勇敢的,而表现糟糕的人是懦怯的吗?”
πάνυ μὲν οὖν, ἔφη. ἀγαθοὺς δὲ πρὸς τὰ τοιαῦτα νομίζεις ἄλλους τινὰς ἢ τοὺς δυναμένους αὐτοῖς καλῶς χρῆσθαι; οὐκ ἀλλὰ τούτους, ἔφη. κακοὺς δὲ ἄρα τοὺς οἵους τούτοις κακῶς χρῆσθαι; τίνας γὰρ ἄλλους; ἔφη. ἆρʼ οὖν ἕκαστοι χρῶνται ὡς οἴονται δεῖν; πῶς γὰρ ἄλλως; ἔφη. ἆρʼ οὖν οἱ μὴ δυνάμενοι καλῶς χρῆσθαι ἴσασιν ὡς δεῖ χρῆσθαι; οὐ δήπου γε, ἔφη. οἱ ἄρα εἰδότες ὡς δεῖ χρῆσθαι, οὗτοι καὶ δύνανται; μόνοι γʼ, ἔφη. τί δέ; οἱ μὴ διημαρτηκότες ἆρα κακῶς χρῶνται τοῖς τοιούτοις; οὐκ οἴομαι, ἔφη. οἱ ἄρα κακῶς χρώμενοι διημαρτήκασιν; εἰκός γʼ, ἔφη. οἱ μὲν ἄρα ἐπιστάμενοι τοῖς δεινοῖς τε καὶ ἐπικινδύνοις καλῶς χρῆσθαι ἀνδρεῖοί εἰσιν, οἱ δὲ διαμαρτάνοντες τούτου δειλοί; ἔμοιγε δοκοῦσιν, ἔφη.
“完全如此,”他说。“那么对于这类事情表现出色的人,你认为除了那些能够妥善应对它们的人之外,还会是别的人吗?”“不,正是这些人,”他说。“那么表现糟糕的人,就是那些会糟糕地应对它们的人吗?”“因为还能有谁呢?”他说。“那么,每个人不都是按照自己认为应当的方式去应对吗?”“怎么会是别的样子呢?”他说。“那么不能妥善应对的人,难道知道应当如何应对吗?”“当然不知道,”他说。“那么知道应当如何应对的人,这些人难道不正是能够妥善应对吗?”“唯有他们能,”他说。“那么又如何呢?那些没有犯错的人,难道会糟糕地应对这类事情吗?”“我认为不会,”他说。“那么糟糕地应对的人,不就是犯了错吗?”“很自然是这样,”他说。“那么,知晓如何妥善应对可怕而危险之事的人是勇敢的,而在这方面犯错的人是懦怯的吗?”“在我看来他们正是如此,”他说。
βασιλείαν δὲ καὶ τυραννίδα ἀρχὰς μὲν ἀμφοτέρας ἡγεῖτο εἶναι, διαφέρειν δὲ ἀλλήλων ἐνόμιζε. τὴν μὲν γὰρ ἑκόντων τε τῶν ἀνθρώπων καὶ κατὰ νόμους τῶν πόλεων ἀρχὴν βασιλείαν ἡγεῖτο, τὴν δὲ ἀκόντων τε καὶ μὴ κατὰ νόμους, ἀλλʼ ὅπως ὁ ἄρχων βούλοιτο, τυραννίδα. καὶ ὅπου μὲν ἐκ τῶν τὰ νόμιμα ἐπιτελούντων αἱ ἀρχαὶ καθίστανται, ταύτην μὲν τὴν πολιτείαν ἀριστοκρατίαν ἐνόμιζεν εἶναι, ὅπου δʼ ἐκ τιμημάτων, πλουτοκρατίαν, ὅπου δʼ ἐκ πάντων, δημοκρατίαν.
至于王政和僭主政,他认为二者虽然都是统治权力的形式,但彼此有所不同。因为他把经由人们自愿同意且依据城邦法律所实行的统治视为王政,而把违背人们意愿、不依据法律、而是依照统治者意愿所实行的统治视为僭主政。而在那些由恪守法度的人出任官职的地方,他认为这种政体是贵族政(贤能政);而在按财产资格出任的地方,是寡头富豪政;而在由所有人出任的地方,则是民主政。
εἰ δέ τις αὐτῷ περί του ἀντιλέγοι μηδὲν ἔχων σαφὲς λέγειν, ἀλλʼ ἄνευ ἀποδείξεως ἤτοι σοφώτερον φάσκων εἶναι ὃν αὐτὸς λέγοι ἢ πολιτικώτερον ἢ ἀνδρειότερον ἢ ἄλλο τι τῶν τοιούτων, ἐπὶ τὴν ὑπόθεσιν ἐπανῆγεν ἂν πάντα τὸν λόγον2 ὧδέ πως·
如果有人在某件事上与他争论,却拿不出任何明确的论据,而是毫无证明地声称自己所说的那个人要么更明智、要么更擅长治国、要么更勇敢、或者具有诸如此类的其他品质,他便总是把全部论辩大致依照如下方式引回到根本前提上去:
φῂς σὺ ἀμείνω πολίτην εἶναι ὃν σὺ ἐπαινεῖς ἢ ὃν ἐγώ; φημὶ γὰρ οὖν. τί οὖν οὐκ ἐκεῖνο πρῶτον ἐπεσκεψάμεθα,3 τί ἐστιν ἔργον ἀγαθοῦ πολίτου; ποιῶμεν τοῦτο. οὐκοῦν ἐν μὲν χρημάτων διοικήσει κρατοίη ἂν ὁ χρήμασιν εὐπορωτέραν τὴν πόλιν ποιῶν; πάνυ μὲν οὖν. ἐν δέ γε πολέμῳ ὁ καθυπερτέραν τῶν ἀντιπάλων; πῶς γὰρ οὔ; ἐν δὲ πρεσβείᾳ ἆρʼ ὃς ἂν φίλους ἀντὶ πολεμίων παρασκευάζῃ; εἰκός γε. οὐκοῦν καὶ ἐν δημηγορίᾳ ὁ στάσεις τε παύων καὶ ὁμόνοιαν ἐμποιῶν; ἔμοιγε δοκεῖ. οὕτω δὲ τῶν λόγων ἐπαναγομένων καὶ τοῖς ἀντιλέγουσιν αὐτοῖς φανερὸν ἐγίγνετο τἀληθές.
“你说你所称赞的人比我所称赞的人是更好的公民吗?”“我确实这样说。”“那么我们为何不首先考察这一点:什么是好公民的功业?”“让我们考察这个吧。”“那么在公款管理上,使城邦在财力上更加富足的人难道不是更出色吗?”“完全如此。”“在战争中,使城邦胜过对手的人难道不是更出色吗?”“怎么会不是呢?”“在出使中,使敌人化为朋友的人难道不是吗?”“自然是。”“在公民大会演说中,平息派系纷争并营造和谐的人难道不是吗?”“在我看来是的。”当论辩这样被引回到前提时,连反对者自己也能明白真相了。
ὁπότε δὲ αὐτός τι τῷ λόγῳ διεξίοι, διὰ τῶν μάλιστα ὁμολογουμένων ἐπορεύετο, νομίζων ταύτην τὴν ἀσφάλειαν εἶναι λόγου. τοιγαροῦν πολὺ μάλιστα ὧν ἐγὼ οἶδα,4 ὅτε λέγοι, τοὺς ἀκούοντας ὁμολογοῦντας παρεῖχε. ἔφη δὲ καὶ Ὅμηρον τῷ Ὀδυσσεῖ ἀναθεῖναι τὸ ἀσφαλῆ ῥήτορα εἶναι, ὡς ἱκανὸν αὐτὸν ὄντα διὰ τῶν δοκούντων τοῖς ἀνθρώποις ἄγειν τοὺς λόγους.
每当他自己在言论中详述某事时,他总是通过最被普遍认同的前提来推进论述,认为这就是言辩的稳靠性所在。因此,在我所知的人当中,远比任何人更突出的是,每当他讲话时,他总能使听者表示认同。他还说,荷马之所以把‘稳健的演说家’归美于奥德修斯,是因为他能够通过符合世人共识的道理来引导论辩。
- 4.6.9ἤ, εἰ ἔστιν, ὀνομάζεις καλὸν ἢ σῶμα ἢ σκεῦος ἢ ἄλλʼ ὁτιοῦν, ὃ οἶσθα πρὸς πάντα καλὸν ὄν;
双重宾格结构(ὀνομάζεις [τι] καλόν),关系代词 ὃ 的先行词为 ἢ σῶμα ἢ σκεῦος ἢ ἄλλʼ ὁτιοῦν。插入的条件小句 εἰ ἔστιν 意为“如果真有的话”。在关系小句中,ὃ οἶσθα ... ὄν 是依附于认知动词 οἶσθα 的分词补足语结构(“据你所知对……是美的事物”)。
- 4.6.13ἐπὶ τὴν ὑπόθεσιν ἐπανῆγεν ἂν πάντα τὸν λόγον
未完成过去时直陈语气动词 ἐπανῆγεν 与语气助词 ἂν 连用,表示过去反复发生或习惯性的动作(“他总是引回到……”)。短语 ἐπὶ τὴν ὑπόθεσιν 意为“引回到根本前提/假定”,指回归作为对话出发点的基本定义。
- 4.6.14τί οὖν οὐκ ἐκεῖνο πρῶτον ἐπεσκεψάμεθα
疑问副词短语 τί οὐ(“何不……”)与第一人称复数不定过去时直陈语气 ἐπεσκεψάμεθα 连用,并非询问过去未发生的动作,而是一种表示当务之急的提议或劝诱的惯用句式(“我们何不首先考察一下……呢?”/“让我们先来看看……”)。
- 4.6.15πολὺ μάλιστα ὧν ἐγὼ οἶδα
最高级副词 μάλιστα 与关系代词属格吸引相结合的惯用表达。其底层结构本为 τούτων οὕς ἐγὼ οἶδα(“在我所知的人当中”),先行词被省略,关系代词受部分属格支配而发生格吸引变为 ὧν。
