- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:4.6.1-4.6.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文中展示了苏格拉底通过问答使同伴具备辩证论说能力的方法,并依次探讨了虔敬、正义与智慧的定义,将它们分别归结为对礼法或特定事物的知识。
ὡς δὲ καὶ διαλεκτικωτέρους ἐποίει τοὺς συνόντας, πειράσομαι καὶ τοῦτο λέγειν. Σωκράτης γὰρ τοὺς μὲν εἰδότας τί ἕκαστον εἴη τῶν ὄντων ἐνόμιζε καὶ τοῖς ἄλλοις ἂν ἐξηγεῖσθαι δύνασθαι· τοὺς δὲ μὴ εἰδότας οὐδὲν ἔφη θαυμαστὸν εἶναι αὐτούς τε σφάλλεσθαι καὶ ἄλλους σφάλλειν· ὧν ἕνεκα σκοπῶν σὺν τοῖς συνοῦσι, τί ἕκαστον εἴη τῶν ὄντων, οὐδέποτʼ ἔληγε.1 πάντα μὲν οὖν ᾗ διωρίζετο πολὺ ἔργον ἂν εἴη διεξελθεῖν· ἐν ὅσοις δὲ τὸν τρόπον τῆς ἐπισκέψεως δηλώσειν οἶμαι, τοσαῦτα λέξω.
至于他是如何使追随他的同伴们变得更擅长辩证论辩的,我也将尝试予以叙述。因为苏格拉底认为,那些知道事物各自究竟是什么的人,也能向他人解释清楚;至于那些不知道的人,他说他们自己犯错并使他人陷入错误,也是毫不奇怪的事。因着这些缘故,他从不停止同追随者一起考察现实中的事物各自究竟是什么。因此,要详尽叙述他是如何定义所有事物的,那将是一项繁重的工作;但我认为只要足以说明其考察方式,我就叙述这么多的内容。
πρῶτον δὲ περὶ εὐσεβείας ὧδέ πως ἐσκόπει· εἰπέ μοι, ἔφη, ὦ Εὐθύδημε, ποῖόν τι νομίζεις εὐσέβειαν εἶναι; καὶ ὅς, κάλλιστον νὴ Δίʼ, ἔφη. ἔχεις οὖν εἰπεῖν ὁποῖός τις ὁ εὐσεβής ἐστιν; ἐμοὶ μὲν δοκεῖ, ἔφη, ὁ τοὺς θεοὺς τιμῶν. ἔξεστι δὲ ὃν ἄν τις βούληται τρόπον τοὺς θεοὺς τιμᾶν; οὐκ ἀλλὰ νόμοι εἰσὶ καθʼ οὓς δεῖ τοὺς θεοὺς τιμᾶν.
首先,关于虔敬,他大致是这样考察的:“告诉我,欧梯德谟,”他说,“你认为虔敬是怎样的一种事物?”对方说:“凭宙斯起誓,是最美好的事物。”“那么你能说出,虔敬的人是个怎样的人吗?”他说:“在我看来,是尊崇神明的人。”“那么,人可以按照自己所希望的任何方式尊崇神明吗?”“不,有规定应当如何尊崇神明的法律(礼俗)。”
οὐκοῦν ὁ τοὺς νόμους τούτους εἰδὼς εἰδείη ἂν ὡς δεῖ τοὺς θεοὺς τιμᾶν; οἶμαι ἔγωγʼ, ἔφη. ἆρʼ οὖν ὁ εἰδὼς ὡς δεῖ τοὺς θεοὺς τιμᾶν οὐκ ἄλλως οἴεται δεῖν τοῦτο ποιεῖν ἢ ὡς οἶδεν; οὐ γὰρ οὖν, ἔφη. ἄλλως δέ τις θεοὺς τιμᾷ ἢ ὡς οἴεται δεῖν;
“那么,知晓这些法律的人,难道不会知晓应当如何尊崇神明吗?”“我确实这样认为,”他说。“那么,知晓应当如何尊崇神明的人,难道会认为应当按照不同于他所知的方式去做吗?”“绝不会,”他说。“那么,有人会以不同于他认为应当采取的方式去尊崇神明吗?”
οὐκ οἶμαι, ἔφη. ὁ ἄρα τὰ περὶ τοὺς θεοὺς νόμιμα εἰδὼς νομίμως ἂν τοὺς θεοὺς τιμῴη; πάνυ μὲν οὖν. οὐκοῦν ὅ γε νομίμως τιμῶν ὡς δεῖ τιμᾷ; πῶς γὰρ οὔ; ὁ δέ γε ὡς δεῖ τιμῶν εὐσεβής ἐστι; πάνυ μὲν οὖν, ἔφη. ὁ ἄρα τὰ περὶ τοὺς θεοὺς νόμιμα εἰδὼς ὀρθῶς ἂν ἡμῖν εὐσεβὴς ὡρισμένος εἴη;2 ἐμοὶ γοῦν, ἔφη, δοκεῖ.
“我认为没有,”他说。“那么,知晓关于神明的法制规矩的人,难道不正是依法合律地尊崇神明吗?”“完全如此。”“那么,依法合律尊崇神明的人,不正是照着应当的方式尊崇吗?”“怎么会不是呢?”“而照着应当的方式尊崇神明的人,不就是虔敬的吗?”“完全如此,”他说。“那么,知晓关于神明的法制规矩的人,在被我们界定为虔敬之人时,不就得到了正确的界定吗?”“至少在我看来是如此,”他说。
ἀνθρώποις δὲ ἆρα ἔξεστιν ὃν ἄν τις τρόπον βούληται χρῆσθαι; οὐκ ἀλλὰ καὶ περὶ τούτους ἐστι νόμιμα καθʼ ἃ δεῖ ἀλλήλοις χρῆσθαι. οὐκοῦν οἱ κατὰ ταῦτα χρώμενοι ἀλλήλοις ὡς δεῖ χρῶνται; πῶς γὰρ οὔ; οὐκοῦν οἵ γε ὡς δεῖ χρώμενοι καλῶς χρῶνται; πάνυ μὲν οὖν, ἔφη. οὐκοῦν οἵ γε τοῖς ἀνθρώποις καλῶς χρώμενοι καλῶς πράττουσι τὰ ἀνθρώπεια πράγματα; εἰκός γʼ, ἔφη. οὐκοῦν οἱ τοῖς νόμοις πειθόμενοι δίκαια οὗτοι ποιοῦσι;
“那么对待人类,难道可以按照自己所希望的任何方式去对待吗?”“不,关于对待人也有法制规矩,规定应当如何彼此对待。”“那么,按照这些规矩彼此对待的人,难道不是照着应当的方式对待吗?”“怎么会不是呢?”“那么,照着应当的方式对待的人,不正是妥善地对待吗?”“完全如此,”他说。“那么,妥善对待人类的人,难道不是在妥善处理人事吗?”“很自然是这样,”他说。“那么,顺从法律的人,难道不是在做正义的事吗?”
πάνυ μὲν οὖν, ἔφη. δίκαια δὲ ἔφη, οἶσθα ὁποῖα καλεῖται; ἃ οἱ νόμοι κελεύουσιν, ἔφη. οἱ ἄρα ποιοῦντες ἃ οἱ νόμοι κελεύουσι δίκαιά τε ποιοῦσι καὶ ἃ δεῖ; πῶς γὰρ οὔ; οὐκοῦν οἵ γε τὰ δίκαια ποιοῦντες δίκαιοί εἰσιν; οἴομαι ἔγωγʼ, ἔφη. οἴει οὖν τινας πείθεσθαι τοῖς νόμοις μὴ εἰδότας ἃ οἱ νόμοι κελεύουσιν; οὐκ ἔγωγʼ, ἔφη. εἰδότας δὲ ἃ δεῖ ποιεῖν οἴει τινὰς οἴεσθαι δεῖν μὴ ταῦτα ποιεῖν; οὐκ οἶμαι, ἔφη. οἶδας δέ τινας ἄλλα ποιοῦντας ἢ ἃ οἴονται δεῖν; οὐκ ἔγωγʼ, ἔφη. οἱ ἄρα τὰ περὶ ἀνθρώπους νόμιμα εἰδότες οὗτοι τὰ δίκαια ποιοῦσι; πάνυ μὲν οὖν, ἔφη. οὐκοῦν οἵ γε τὰ δίκαια ποιοῦντες δίκαιοί εἰσι; τίνες γὰρ ἄλλοι; ἔφη. ὀρθῶς ἄν ποτε ἄρα ὁριζοίμεθα ὁριζόμενοι δικαίους εἶναι τοὺς εἰδότας τὰ περὶ ἀνθρώπους νόμιμα; ἔμοιγε δοκεῖ, ἔφη.
“完全如此,”他说。“那么正义的事,”他说,“你知道被称为正义的是怎样的事物吗?”他说:“法律所命令的事。”“那么,做法律所命令之事的人,难道不是既在做正义的事,又在做应当做的事吗?”“怎么会不是呢?”“那么,做正义之事的人,难道不就是正义的人吗?”“我确实这样认为,”他说。“那么,你认为有谁在不知道法律命令什么的情况下,还能顺从法律吗?”“我认为没有,”他说。“那么,知道应当做什么的人,你认为有谁会觉得应当不去做这些事吗?”“我不认为有,”他说。“那么,你知道有谁会去做不同于他们认为应当做的事吗?”“我不知道,”他说。“那么,知晓关于人类之法制规矩的人,这些人不正是做正义之事的人吗?”“完全如此,”他说。“那么,做正义之事的人难道不就是正义的人吗?”“因为还能有谁呢?”他说。“那么,如果我们把知晓关于人类之法制规矩的人界定为正义的人,我们不就终究作出了正确的界定吗?”“在我看来确实如此,”他说。
σοφίαν δὲ τί ἂν φήσαιμεν εἶναι; εἰπέ μοι, πότερά σοι δοκοῦσιν οἱ σοφοί, ἃ ἐπίστανται, ταῦτα σοφοὶ εἶναι,3 ἢ εἰσί τινες ἃ μὴ ἐπίστανται σοφοί; ἃ ἐπίστανται δῆλον ὅτι, ἔφη· πῶς γὰρ ἄν τις, ἅ γε μὴ ἐπίσταιτο, ταῦτα σοφὸς εἴη; ἆρʼ οὖν οἱ σοφοὶ ἐπιστήμῃ σοφοί εἰσι; τίνι γὰρ ἄν, ἔφη, ἄλλῳ τις εἴη σοφός, εἴ γε μὴ ἐπιστήμῃ; ἄλλο δέ τι σοφίαν οἴει εἶναι ἢ ᾧ σοφοί εἰσιν; οὐκ ἔγωγε. ἐπιστήμη ἄρα σοφία ἐστίν; ἔμοιγε δοκεῖ. ἆρʼ οὖν δοκεῖ σοι ἀνθρώπῳ δυνατὸν εἶναι τὰ ὄντα πάντα ἐπίστασθαι; οὐδὲ μὰ Δίʼ ἔμοιγε πολλοστὸν μέρος αὐτῶν. πάντα μὲν ἄρα σοφὸν οὐχ οἷόν τε ἄνθρωπον εἶναι; μὰ Δίʼ οὐ δῆτα, ἔφη. ὃ ἄρα ἐπίσταται ἕκαστος, τοῦτο καὶ σοφός ἐστιν; ἔμοιγε δοκεῖ.
“那么智慧,我们该说它是什么呢?告诉我,在你看来,智者是在他们所通晓的事情上成为智者呢,还是有些人是在他们所不通晓的事情上成为智者?”他说:“显然是在他们所通晓的事情上;因为一个人怎么可能在他所不懂的事情上成为智者呢?”“那么,智者是通过知识而成为智者的吗?”他说:“如果不是通过知识,人还能通过什么而成为智者呢?”“那你认为智慧除了是使他们成为智者的那项根据之外,还会是别的某种东西吗?”“我认为不是。”“那么知识就是智慧吗?”“在我看来是的。”“那么你认为一个人有可能通晓现存的一切事物吗?”“凭宙斯起誓,在我看来连它们极小的一部分也不可能。”“那么人不可能在一切事物上都成为智者吗?”“凭宙斯起誓,绝无可能,”他说。“那么,每个人所通晓的事,他正是在这方面也是个智者吗?”“在我看来是的。”
- 4.6.1σκοπῶν σὺν τοῖς συνοῦσι, τί ἕκαστον εἴη τῶν ὄντων, οὐδέποτʼ ἔληγε
动词 λήγω 支配补充性分词(σκοπῶν),意为“停止做某事”。句首的 ὧν ἕνεκα(中性复数属格关系代词 + 介词)承前作连结性用法(“因这些缘故”),指代前文所述的理由。
- 4.6.4ὀρθῶς ἂν ἡμῖν εὐσεβὴς ὡρισμένος εἴη;
由完成时被动分词 ὡρισμένος 与愿望语气 εἴη 加上 ἄν 构成的迂回完成时愿望语气(potential optative),表示委婉的推断或断定(“是否就算是已被我们正确界定了”)。与格 ἡμῖν 作施动者与格或评判者与格。
- 4.6.7ἃ ἐπίστανται, ταῦτα σοφοὶ εἶναι
指示代词 ταῦτα(呼应关系从句 ἃ ἐπίστανται)作形容词 σοφοί 的关涉宾格或内在宾格,表示“在他们所通晓的事情上成为智者”。
