← 色诺芬

回忆苏格拉底

§4.5.8-4.5.12

自制带来真正的快乐与卓越的领导力

苏格拉底论证了自制对人类而言是至善,唯有通过克制才能品味到真正的快乐并成就美德之业,而不能自制则使人沦为禽兽。他进而得出结论:唯有通过能按种类辨析事物的自制,才能造就出最卓越、最具领导力与辩证能力的栋梁之才。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.5.8

οὐδέν, ἔφη. οὐκοῦν τὴν ἐγκράτειαν τῶν ἐναντίων ἢ τὴν ἀκρασίαν1 εἰκὸς τοῖς ἀνθρώποις αἰτίαν εἶναι; πάνυ μὲν οὖν, ἔφη. οὐκοῦν καὶ τῶν ἐναντίων τὸ αἴτιον εἰκὸς ἄριστον εἶναι; εἰκὸς γάρ, ἔφη. ἔοικεν ἄρʼ, ἔφη, ὦ Εὐθύδημε, ἄριστον ἀνθρώπῳ ἐγκράτεια εἶναι;

“没有,”他说。“那么,自制难道不很自然是人类所遭逢的与无节制之结果正相反的那些事物的起因吗?”“完全如此,”他说。“那么,正相反之事物的起因不也很自然是最好的吗?”“确实很自然,”他说。“欧梯德谟啊,那么看来对人而言自制就是最好的东西了?”

§4.5.9

εἰκότως γάρ, ἔφη, ὦ Σώκρατες. ἐκεῖνο δέ, ὦ Εὐθύδημε, ἤδη πώποτε ἐνεθυμήθης; ποῖον; ἔφη. ὅτι καὶ ἐπὶ τὰ ἡδέα, ἐφʼ ἅπερ μόνα δοκεῖ ἡ ἀκρασία τοὺς ἀνθρώπους ἄγειν, αὐτὴ μὲν οὐ δύναται ἄγειν, ἡ δʼ ἐγκράτεια πάντων μάλιστα ἥδεσθαι ποιεῖ. πῶς; ἔφη. ἡ μὲν ἀκρασία οὐκ ἐῶσα καρτερεῖν οὔτε λιμὸν οὔτε δίψος οὔτε ἀφροδισίων ἐπιθυμίαν οὔτε ἀγρυπνίαν, διʼ ὧν μόνων ἔστιν ἡδέως μὲν φαγεῖν τε καὶ πιεῖν καὶ ἀφροδισιάσαι, ἡδέως δʼ ἀναπαύσασθαί τε καὶ κοιμηθῆναι, περιμείναντας καὶ ἀνασχομένους,2 ἕως ἂν ταῦτα ὡς ἔνι ἥδιστα γένηται, κωλύει τοῖς ἀναγκαιοτάτοις τε καὶ συνεχεστάτοις ἀξιολόγως ἥδεσθαι· ἡ δʼ ἐγκράτεια μόνη ποιοῦσα καρτερεῖν τὰ εἰρημένα μόνη καὶ ἥδεσθαι ποιεῖ ἀξίως μνήμης ἐπὶ τοῖς εἰρημένοις. παντάπασιν, ἔφη, ἀληθῆ λέγεις.

“苏格拉底啊,理当如此,”他说。“那么欧梯德谟,你至今曾思考过那一层吗?”“哪一层?”他说。“即不能自制本身甚至无法将人引向享乐——而这似乎正是它唯独能引人们前往的地方——反倒是自制最能使人享受到快乐。”“怎么会这样?”他说。“不能自制不允许人忍耐饥饿、口渴、性欲或失眠,然而唯有通过这些,人们在等待和克制直到这些体验尽可能变得最美妙时,才可能愉快地饮食和行房,愉快地歇息和睡眠;但不能自制阻碍了人们在这些最必要也最恒常的事物中获得值得一提的快乐。唯有自制能使人忍耐上述诸事,唯有它能使人在上述诸事中享受值得铭记的快乐。”“你说的完全正确,”他说。

§4.5.10

ἀλλὰ μὴν τοῦ μαθεῖν τι καλὸν καὶ ἀγαθὸν καὶ τοῦ ἐπιμεληθῆναι τῶν τοιούτων τινός,3 διʼ ὧν ἄν τις καὶ τὸ ἑαυτοῦ σῶμα καλῶς διοικήσειε καὶ τὸν ἑαυτοῦ οἶκον καλῶς οἰκονομήσειε καὶ φίλοις καὶ πόλει ὠφέλιμος γένοιτο καὶ ἐχθρῶν κρατήσειεν, ἀφʼ ὧν οὐ μόνον ὠφέλειαι, ἀλλὰ καὶ ἡδοναὶ μέγισται γίγνονται, οἱ μὲν ἐγκρατεῖς ἀπολαύουσι πράττοντες αὐτά, οἱ δʼ ἀκρατεῖς οὐδενὸς μετέχουσι. τῷ γὰρ ἂν ἧττον φήσαιμεν τῶν τοιούτων προσήκειν, ἢ ᾧ ἥκιστα ἔξεστι ταῦτα πράττειν, κατεχομένῳ ἐπὶ τῷ σπουδάζειν περὶ τὰς ἐγγυτάτω ἡδονάς;

“况且,学习某种美善的事物并照料诸如此类的事——人借此不仅能很好地管理自己的身体、治理自己的家产,还能有益于朋友和城邦并战胜仇敌,不仅能从中产生益处,更能产生最大的快乐——自制的人通过实践这些而享有它们,不能自制的人却毫无分沾。因为我们还能说这样的事情最不属于谁呢?难道不正是那个由于热衷于眼前的快感而受拘束、最无法行这些事的人吗?”

§4.5.11

καὶ ὁ Εὐθύδημος, δοκεῖς μοι, ἔφη, ὦ Σώκρατες, λέγειν ὡς ἀνδρὶ ἥττονι τῶν διὰ τοῦ σώματος ἡδονῶν πάμπαν οὐδεμιᾶς ἀρετῆς προσήκει. τί γὰρ διαφέρει, ἔφη, ὦ Εὐθύδημε, ἄνθρωπος ἀκρατὴς θηρίου τοῦ ἀμαθεστάτου; ὅστις γὰρ τὰ μὲν κράτιστα μὴ σκοπεῖ, τὰ ἥδιστα δʼ ἐκ παντὸς τρόπου ζητεῖ ποιεῖν, τί ἂν διαφέροι τῶν ἀφρονεστάτων βοσκημάτων; ἀλλὰ τοῖς ἐγκρατέσι μόνοις ἔξεστι σκοπεῖν τὰ κράτιστα τῶν πραγμάτων, καὶ λόγῳ καὶ ἔργῳ διαλέγοντας κατὰ γένη τὰ μὲν ἀγαθὰ προαιρεῖσθαι, τῶν δὲ κακῶν ἀπέχεσθαι.

欧梯德谟便说:“苏格拉底啊,在我看来,你是在说一个屈服于肉体快乐的人,与任何德行都毫无干系。”“欧梯德谟啊,因为一个不能自制的人与最愚蠢的野兽有何分别?”他说。“凡是不考虑最好之事,反倒千方百计寻求行最快乐之事的人,与最无知的牛马禽兽又有何差异?唯独属于自制者的,乃是去考察事物的最佳者,并在言论与行动中按种类对事物进行辨析,从而选取善者而远离恶者。”

§4.5.12

καὶ οὕτως ἔφη ἀρίστους τε καὶ εὐδαιμονεστάτους ἄνδρας γίγνεσθαι καὶ διαλέγεσθαι δυνατωτάτους· ἔφη δὲ καὶ τὸ διαλέγεσθαι ὀνομασθῆναι ἐκ τοῦ συνιόντας κοινῇ βουλεύεσθαι διαλέγοντας κατὰ γένη τὰ πράγματα. δεῖν οὖν πειρᾶσθαι ὅτι μάλιστα πρὸς τοῦτο ἑαυτὸν ἕτοιμον παρασκευάζειν καὶ τούτου μάλιστα ἐπιμελεῖσθαι· ἐκ τούτου γὰρ γίγνεσθαι ἄνδρας ἀρίστους τε καὶ ἡγεμονικωτάτους καὶ διαλεκτικωτάτους.

他还说,这样人们就会成为最优秀、最幸福、并且在论辩中最有能力的人。他还说,“交谈”一词之所以如此命名,是因为人们聚在一起共同商议时,按种类对事物加以辨析。因此,人应当尽力使自己在这方面准备就绪,并对此给予最大的照料;因为由此便能造就最卓越、最富领导能力、最具辩证论说才能的人。

语法注3 条
  1. 4.5.8τῶν ἐναντίων ἢ τὴν ἀκρασίαν

    这里的 ἤ 用作比较连词(“比”),在句法上属于简略比较(brachylogy),相当于 τῶν ἐναντίων ἢ ὧν ἡ ἀκρασία αἰτία ἐστίν(“与不能自制所导致的事物相反的事物”)。承接前文对不能自制所致之害的讨论,指出自制带来的是与其截然相反的结果。

  2. 4.5.9περιμείναντας καὶ ἀνασχομένους

    虽然主句的主语是阴性单数(ἡ ἀκρασία),但此处的阳性宾格复数分词(περιμείναντας καὶ ἀνασχομένους)充当了不定式结构 ἔστιν ... φαγεῖν(“[人们]得以享用……”)的泛指逻辑主语。句法上作方式或条件分词,意为“通过等待和忍耐”。

  3. 4.5.10τοῦ μαθεῖν τι καλὸν καὶ ἀγαθὸν καὶ τοῦ ἐπιμεληθῆναι τῶν τοιούτων τινός

    句首的定冠词属格不定式短语(τοῦ μαθεῖν ... καὶ τοῦ ἐπιμεληθῆναι ...)跨越了长篇的关系代词从句(διʼ ὧν ἄν τις ... ἀφʼ ὧν ... γίγνονται),在句法上受主句动词 ἀπολαύουσι(“享受、获益”,支配属格)所支配,属于倒装离隔结构(hyperbaton),并与下文的 οὐδενὸς μετέχουσι(“毫无分沾”)在句式上相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:4.5.8-4.5.12