← 色诺芬

回忆苏格拉底

§4.5.1-4.5.7

关于自制与自由同欧梯德谟的对话

苏格拉底以身作则倡导自制,并通过与欧梯德谟的对话阐明,缺乏自制如何导致丧失自由、沦为最恶劣的奴役,并阻碍人获得智慧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.5.1

ὡς δὲ καὶ πρακτικωτέρους ἐποίει τοὺς συνόντας ἑαυτῷ, νῦν αὖ τοῦτο λέξω. νομίζων γὰρ ἐγκράτειαν ὑπάρχειν ἀγαθὸν εἶναι1 τῷ μέλλοντι καλόν τι πράξειν, πρῶτον μὲν αὐτὸς φανερὸς ἦν τοῖς συνοῦσιν ἠσκηκὼς2 αὑτὸν μάλιστα πάντων ἀνθρώπων, ἔπειτα διαλεγόμενος προετρέπετο πάντων μάλιστα τοὺς συνόντας πρὸς ἐγκράτειαν.

关于他是如何使他的同伴们在实践行动上也更加富有成效的,我现在便接着叙述。因为他认为自制对于将要成就美善之事的人来说是一项基础的善,所以首先他向同伴们显明自己在锻炼自身方面超过了所有人,接着在交谈中比任何人都更极力地劝勉同伴们走向自制。

§4.5.2

ἀεὶ μὲν οὖν περὶ τῶν πρὸς ἀρετὴν χρησίμων αὐτός τε διετέλει μεμνημένος καὶ τοὺς συνόντας πάντας ὑπομιμνῄσκων· οἶδα δέ ποτε αὐτὸν καὶ πρὸς Εὐθύδημον περὶ ἐγκρατείας τοιάδε διαλεχθέντα· εἰπέ μοι, ἔφη, ὦ Εὐθύδημε, ἆρα καλὸν καὶ μεγαλεῖον νομίζεις εἶναι καὶ ἀνδρὶ καὶ πόλει κτῆμα ἐλευθερίαν; ὡς οἷόν τέ γε μάλιστα, ἔφη.

因此,他始终一方面自己不断念及有助于德行之事,另一方面也不断提醒所有的同伴。我知道他有一次与欧梯德谟谈论自制时,曾作过如下这番谈话:“欧梯德谟啊,告诉我,”他说,“你是否认为自由对于个人和城邦而言都是一件美好而崇高的财富?”“极其如此,”他说。

§4.5.3

ὅστις οὖν ἄρχεται ὑπὸ τῶν διὰ τοῦ σώματος ἡδονῶν καὶ διὰ ταύτας μὴ δύναται πράττειν τὰ βέλτιστα, νομίζεις τοῦτον ἐλεύθερον εἶναι; ἥκιστα, ἔφη. ἴσως γὰρ ἐλευθέριον φαίνεταί σοι τὸ πράττειν τὰ βέλτιστα, εἶτα τὸ ἔχειν τοὺς κωλύσοντας τὰ τοιαῦτα ποιεῖν ἀνελεύθερον νομίζεις;

“那么,凡是被肉体的快乐所统治、并由于这些快乐而无法行最善之事的人,你认为这样的人是自由的吗?”“绝非如此,”他说。“因为在你看来,行最善之事大概是合乎自由人的,而拥有阻碍做此类事情的人,你则认为是奴役性的,对吗?”

§4.5.4

παντάπασί γʼ, ἔφη. παντάπασιν ἄρα σοι δοκοῦσιν οἱ ἀκρατεῖς ἀνελεύθεροι εἶναι; νὴ τὸν Δίʼ εἰκότως. πότερα δέ σοι δοκοῦσιν οἱ ἀκρατεῖς κωλύεσθαι μόνον τὰ κάλλιστα πράττειν ἢ καὶ ἀναγκάζεσθαι τὰ αἴσχιστα ποιεῖν; οὐδὲν ἧττον ἔμοιγʼ, ἔφη, δοκοῦσι ταῦτα ἀναγκάζεσθαι ἢ ἐκεῖνα κωλύεσθαι.

“完全如此,”他说。 “那么在你看来,不能自制的人完全是不自由的吗?”“凭宙斯起誓,理当如此。”“那么在你看来,不能自制的人只是被阻碍去行最美的事呢,还是也被强迫去行最可耻的事?”“在我看来,他们被迫去行后者,绝不亚于受阻去行前者,”他说。

§4.5.5

ποίους δέ τινας δεσπότας ἡγῇ τοὺς τὰ μὲν ἄριστα κωλύοντας, τὰ δὲ κάκιστα ἀναγκάζοντας; ὡς δυνατὸν νὴ Δίʼ, ἔφη, κακίστους. δουλείαν δὲ ποίαν κακίστην νομίζεις εἶναι; ἐγὼ μέν, ἔφη, τὴν παρὰ τοῖς κακίστοις δεσπόταις. τὴν κακίστην ἄρα δουλείαν οἱ ἀκρατεῖς δουλεύουσιν;

“那么对于那些阻碍最好之事、强迫做最坏之事的人,你认为他们是怎样的统治者?”“凭宙斯起誓,尽可能最坏的主人,”他说。“那么你认为怎样的奴役是最坏的奴役?”“依我看来,是在最坏的主人统治下的奴役,”他说。“那么不能自制的人不就是在服从最坏的奴役吗?”

§4.5.6

ἔμοιγε δοκεῖ, ἔφη. σοφίαν δὲ τὸ μέγιστον ἀγαθὸν οὐ δοκεῖ σοι ἀπείργουσα τῶν ἀνθρώπων ἡ ἀκρασία εἰς τοὐναντίον αὐτοὺς ἐμβάλλειν; ἢ οὐ δοκεῖ σοι προσέχειν τε τοῖς ὠφελοῦσι καὶ καταμανθάνειν αὐτὰ κωλύειν, ἀφέλκουσα ἐπὶ τὰ ἡδέα, καὶ πολλάκις αἰσθανομένους τῶν ἀγαθῶν τε καὶ τῶν κακῶν ἐκπλήξασα ποιεῖν τὸ χεῖρον ἀντὶ τοῦ βελτίονος αἱρεῖσθαι; γίγνεται τοῦτʼ, ἔφη.

“在我看来是的,”他说。 “那么,难道你不认为不能自制把人类隔绝于智慧——这一最大的善——之外,并将他们抛入其反面吗?抑或难道你不认为它通过将人拽向享乐,从而阻碍人们关注并充分领会有益的事物,并且常常使那些即便分辨善恶的人陷入昏乱,以致做出取劣舍优的抉择吗?”“确实如此,”他说。

§4.5.7

σωφροσύνης δέ, ὦ Εὐθύδημε, τίνι ἂν φαίημεν ἧττον ἢ τῷ ἀκρατεῖ προσήκειν; αὐτὰ γὰρ δήπου τὰ ἐναντία σωφροσύνης καὶ ἀκρασίας ἔργα ἐστίν. ὁμολογῶ καὶ τοῦτο, ἔφη. τοῦ δʼ ἐπιμελεῖσθαι ὧν προσήκει οἴει τι κωλυτικώτερον εἶναι ἀκρασίας; οὔκουν ἔγωγʼ, ἔφη. τοῦ δὲ ἀντὶ τῶν ὠφελούντων τὰ βλάπτοντα προαιρεῖσθαι ποιοῦντος καὶ τούτων μὲν ἐπιμελεῖσθαι, ἐκείνων δὲ ἀμελεῖν πείθοντος καὶ τοῖς σωφρονοῦσι τὰ ἐναντία ποιεῖν ἀναγκάζοντες3 οἴει τι ἀνθρώπῳ κάκιον εἶναι;

“那么欧梯德谟啊,我们能说节制最不属于谁,难道不正是属于不能自制的人吗?因为节制与缺乏自制的作用显然正好截然相反。”“这一点我也同意,”他说。“那么你认为对于照料所应当照料之事,有什么比缺乏自制更具阻碍性的吗?”“我绝不这么认为,”他说。“那么,对于让人取有害者而舍有益者、劝人照料前者而忽视后者、并强迫人做出与节制者相反之举的事物,你认为对人而言还有比这更坏的东西吗?”

语法注3 条
  1. 4.5.1ἐγκράτειαν ὑπάρχειν ἀγαθὸν εἶναι

    该句为动词 νομίζων 的宾语不定式结构,其中 ὑπάρχειν(预先存在、作为基础具备)与 εἶναι 并置叠加。ἐγκράτειαν 为不定式的逻辑主语(宾格),ἀγαθόν 为谓表宾格。ὑπάρχειν 增添了“预先作为前提而存在”的含义,整体意为“自制预先作为一项根本的善而存在”。

  2. 4.5.1φανερὸς ἦν ... ἠσκηκώς

    人称句构(个人句构)。在此代替了非人称结构(φανερὸν ἦν αὐτὸν ἠσκηκέναι),主语 αὐτός 作主格,与形容词 φανερός 及完成时分词 ἠσκηκώς 保持性数格一致,意为“他自己显然已经锻炼了自身”。

  3. 4.5.7ἀναγκάζοντες

    文本中的主格复数分词 ἀναγκάζοντες 在语法上系破格句(anacoluthon)或传抄异读,实际在意义上等同于属格单数 ἀναγκάζοντος,与前文受比较属格支配的 τοῦ ... ποιοῦντος 及 πείθοντος 构成并列,修饰作为比较对象的施事者。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:4.5.1-4.5.7