← 色诺芬

回忆苏格拉底

§4.4.19-4.4.25

神定不成文法与正义的同一性

苏格拉底与希庇亚斯确立了普遍适用的“不成文法”是由神明制定的法律,并通过乱伦与忘恩必遭不可避免惩罚的论据,证明在神明那里,正义与守法同样也是同一回事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.4.19

ἀγράφους δέ τινας οἶσθα, ἔφη, ὦ Ἱππία, νόμους; τούς γʼ ἐν πάσῃ, ἔφη, χώρᾳ κατὰ ταὐτὰ νομιζομένους. ἔχοις ἂν οὖν εἰπεῖν, ἔφη, ὅτι οἱ ἄνθρωποι αὐτοὺς ἔθεντο; καὶ πῶς ἄν, ἔφη, οἵ γε οὔτε συνελθεῖν ἅπαντες ἂν δυνηθεῖεν οὔτε ὁμόφωνοί εἰσι;1 τίνας οὖν, ἔφη, νομίζεις τεθεικέναι τοὺς νόμους τούτους; ἐγὼ μέν, ἔφη, θεοὺς οἶμαι τοὺς νόμους τούτους τοῖς ἀνθρώποις θεῖναι· καὶ γὰρ παρὰ πᾶσιν ἀνθρώποις πρῶτον νομίζεται θεοὺς σέβειν.

“希庇亚斯啊,”苏格拉底说,“你知道有所谓的不成文法吗?”“就是指在所有地方都被同样遵守的那些法律,”他说。“那么,你能说它们是人类制定的吗?”“他们怎么可能制定呢,”他说,“既然他们既不能全部聚集到一起,又说着不同的语言?”“那么你认为是谁制定了这些法律呢?”“我个人认为,”他说,“是诸神将这些法律赐予人类的;因为在全人类当中,敬奉神明都被视作首要的事情。”

§4.4.20

οὐκοῦν καὶ γονέας τιμᾶν πανταχοῦ νομίζεται; καὶ τοῦτο, ἔφη. οὐκοῦν καὶ μήτε γονέας παισὶ μίγνυσθαι μήτε παῖδας γονεῦσιν; οὐκέτι μοι δοκεῖ, ἔφη, ὦ Σώκρατες, οὗτος θεοῦ νόμος εἶναι. τί δή; ἔφη. ὅτι, ἔφη, αἰσθάνομαί τινας παραβαίνοντας αὐτόν.

“那么,尊敬父母难道不是在各地都被视作法则吗?”“这也是的,”他说。“那么,父母不与子女结合、子女也不与父母结合,不也是如此吗?”“苏格拉底啊,”他说,“这在我看来就不再像是神的法律了。”“这是为什么呢?”苏格拉底问。“因为,”他说,“我发现有人在违犯它。”

§4.4.21

καὶ γὰρ ἄλλα πολλά, ἔφη, παρανομοῦσιν· ἀλλὰ δίκην γέ τοι διδόασιν οἱ παραβαίνοντες τοὺς ὑπὸ τῶν θεῶν κειμένους νόμους, ἣν οὐδενὶ τρόπῳ δυνατὸν ἀνθρώπῳ διαφυγεῖν, ὥσπερ τοὺς ὑπʼ ἀνθρώπων κειμένους νόμους ἔνιοι παραβαίνοντες διαφεύγουσι τὸ δίκην διδόναι, οἱ μὲν λανθάνοντες, οἱ δὲ βιαζόμενοι.

“其实,人们违犯的法律还有很多呢,”苏格拉底说;“但是违犯诸神所立法律的人,必定会受到人类无论如何都无法逃脱的惩罚,而不像违犯人类所立法律的人那样,违犯者有时能逃脱受罚,有的通过隐瞒,有的则凭借强力。”

§4.4.22

καὶ ποίαν, ἔφη, δίκην, ὦ Σώκρατες, οὐ δύνανται διαφεύγειν γονεῖς τε παισὶ καὶ παῖδες γονεῦσι μιγνύμενοι; τὴν μεγίστην νὴ Δίʼ, ἔφη· τί γὰρ ἂν μεῖζον πάθοιεν ἄνθρωποι τεκνοποιούμενοι τοῦ κακῶς τεκνοποιεῖσθαι;

“那么,苏格拉底啊,”他说,“父母与子女结合、子女与父母结合的人,所无法逃脱的惩罚究竟是怎样的呢?”“凭宙斯起誓,是最大的惩罚!”苏格拉底说;“因为对于生育子女的人来说,还有什么比生出劣质的后代是更大的灾祸呢?”

§4.4.23

πῶς οὖν, ἔφη, κακῶς οὗτοι τεκνοποιοῦνται, οὕς γε οὐδὲν κωλύει ἀγαθοὺς αὐτοὺς ὄντας ἐξ ἀγαθῶν παιδοποιεῖσθαι; ὅτι νὴ Δίʼ, ἔφη, οὐ μόνον ἀγαθοὺς δεῖ τοὺς ἐξ ἀλλήλων παιδοποιουμένους εἶναι, ἀλλὰ καὶ ἀκμάζοντας τοῖς σώμασιν. ἢ δοκεῖ σοι ὅμοια τὰ σπέρματα εἶναι τὰ τῶν ἀκμαζόντων τοῖς τῶν μήπω ἀκμαζόντων ἢ τῶν παρηκμακότων; ἀλλὰ μὰ Δίʼ, ἔφη, οὐκ εἰκὸς ὅμοια εἶναι. πότερα οὖν, ἔφη, βελτίω; δῆλον ὅτι, ἔφη, τὰ τῶν ἀκμαζόντων. τὰ τῶν μὴ ἀκμαζόντων ἄρα οὐ σπουδαῖα; οὐκ εἰκὸς μὰ Δίʼ, ἔφη. οὐκοῦν οὕτω γε οὐ δεῖ παιδοποιεῖσθαι; οὐ γὰρ οὖν, ἔφη. οὐκοῦν οἵ γε οὕτω παιδοποιούμενοι ὡς οὐ δεῖ παιδοποιοῦνται; ἔμοιγε δοκεῖ, ἔφη. τίνες οὖν ἄλλοι, ἔφη, κακῶς ἂν παιδοποιοῖντο, εἴ γε μὴ οὗτοι; ὁμογνωμονῶ σοι, ἔφη, καὶ τοῦτο.

“那么,这些人怎么就会生出劣质的后代呢,”他说,“既然没有什么妨碍他们自身作为优秀的人,又与优秀的人生育子女呢?”“因为,凭宙斯起誓,”苏格拉底说,“彼此生养子女的人不仅自身要优秀,而且身体还要处于鼎盛期。难道你认为处于鼎盛期的人的精种,与尚未达到鼎盛期或已经过了鼎盛期的人的精种是相似的吗?”“不,凭宙斯起誓,不可能相似,”他说。“那么,哪一种更好呢?”“显然是处于鼎盛期的人的精种,”他说。“那么未处于鼎盛期的人的精种就是低劣的了?”“凭宙斯起誓,自然不可能好,”他说。“因此,绝不应当以这种方式生育子女,对吗?”“确实不应当,”他说。“那么,以这种方式生育子女的人,不正是以不应有的方式生育吗?”“在我看来是的,”他说。“那么,如果不是他们,还有谁可以说是在糟糕地生育子女呢?”“在这一点上我也同意你的看法,”他说。

§4.4.24

τί δέ; τοὺς εὖ ποιοῦντας ἀντευεργετεῖν οὐ πανταχοῦ νόμιμόν ἐστι; νόμιμον, ἔφη· παραβαίνεται δὲ καὶ τοῦτο. οὐκοῦν καὶ οἱ τοῦτο παραβαίνοντες δίκην διδόασι, φίλων μὲν ἀγαθῶν ἔρημοι γιγνόμενοι, τοὺς δὲ μισοῦντας ἑαυτοὺς ἀναγκαζόμενοι διώκειν; ἢ οὐχ οἱ μὲν εὖ ποιοῦντες τοὺς χρωμένους ἑαυτοῖς ἀγαθοὶ φίλοι εἰσίν, οἱ δὲ μὴ ἀντευεργετοῦντες τοὺς τοιούτους διὰ μὲν τὴν ἀχαριστίαν μισοῦνται ὑπʼ αὐτῶν, διὰ δὲ τὸ μάλιστα λυσιτελεῖν τοῖς τοιούτοις χρῆσθαι τούτους μάλιστα διώκουσι; νὴ τὸν Δίʼ, ὦ Σώκρατες, ἔφη, θεοῖς ταῦτα πάντα ἔοικε· τὸ γὰρ τοὺς νόμους αὐτοὺς τοῖς παραβαίνουσι τὰς τιμωρίας ἔχειν βελτίονος ἢ κατʼ ἄνθρωπον νομοθέτου2 δοκεῖ μοι εἶναι.

“那么这又如何呢:知恩图报在各地不都是合法的法则吗?”“是合法的,”他说;“但这也同样有人违犯。”“那么违犯这一法则的人难道没有受到惩罚吗?他们失去了良友,又不得不去逢迎那些憎恨他们的人。难道施惠于交往者的人不是良友吗?而那些不对这种人知恩图报的人,一方面因忘恩负义而遭他们憎恨,另一方面又因与这种人交往最为有利,而最要去巴结他们,难道不是这样吗?”“凭宙斯起誓,苏格拉底啊,”他说,“这一切全都显出神明的作风;因为法律本身就包含了针对违犯者的惩罚,这在我看来属于超越人类水平的立法者。”

§4.4.25

πότερον οὖν, ὦ Ἱππία, τοὺς θεοὺς ἡγῇ τὰ δίκαια νομοθετεῖν ἢ ἄλλα τῶν δικαίων; οὐκ ἄλλα μὰ Δίʼ, ἔφη· σχολῇ γὰρ ἂν ἄλλος γέ τις τὰ δίκαια νομοθετήσειεν, εἰ μὴ θεός.3 καὶ τοῖς θεοῖς ἄρα, ὦ Ἱππία, τὸ αὐτὸ δίκαιόν τε καὶ νόμιμον εἶναι ἀρέσκει. τοιαῦτα λέγων τε καὶ πράττων δικαιοτέρους ἐποίει τοὺς πλησιάζοντας.

“那么,希庇亚斯啊,你认为诸神所立的法是正义的,还是正义之外的其他事物呢?”“凭宙斯起誓,绝不是其他事物,”他说;“因为如果不是神,其他任何人绝不可能立法确立正义。”“因此,希庇亚斯啊,在诸神看来,正义的与合法的同样也是一回事。” 苏格拉底通过言说并践行这类事情,使那些接近他的人变得更加正义。

语法注3 条
  1. 4.4.19καὶ πῶς ἄν, ἔφη, οἵ γε οὔτε συνελθεῖν ἅπαντες ἂν δυνηθεῖεν οὔτε ὁμόφωνοί εἰσι;

    καὶ πῶς ἄν 是对前一句提问的反问式回答,省略了主节动词(如 ἔθεντο / θεῖντο 或 εἴποιμι 等)。由 οἵ γε 引导的关系从句在此作原因解释(“既然他们……”),指出人类全员既不可能汇聚一处,语言又不相通,以此作为否定人类立法的根据。

  2. 4.4.24βελτίονος ἢ κατʼ ἄνθρωπον νομοθέτου

    在比较级 βελτίονος 之后接 ἢ κατʼ ἄνθρωπον 是一种惯用比较结构(比较级 + ἤ + κατά + 宾格),表示“超出人类标准/尺度的”(即超人的)。此处的属格 νομοθέτου 为表语性属格,表示“属于……的所作所为/属性”。

  3. 4.4.25σχολῇ γὰρ ἂν ἄλλος γέ τις τὰ δίκαια νομοθετήσειεν, εἰ μὴ θεός.

    副词 σχολῇ 从字面的“从容地、慢吞吞地”引申为强烈的否定惯用表达(“断难、绝不可能、几乎无法”)。它与可能希求法 ἂν... νομοθετήσειεν 呼应,意为“因为若不是神,其他任何人绝不可能立法确立正义”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:4.4.19-4.4.25