- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:4.4.8-4.4.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希庇亚斯要求苏格拉底明确提出对正义的定义而非仅驳斥他人,苏格拉底辩称自己已通过行动表明了正义,并进一步主张“合法即正义”。面对希庇亚斯以法律易被制定者自身修改废除为由提出的质疑,苏格拉底以战时守纪与和平更替作类比予以反驳。
νὴ τὴν Ἥραν, ἔφη, μέγα λέγεις ἀγαθὸν ηὑρηκέναι, εἰ παύσονται μὲν οἱ δικασταὶ δίχα ψηφιζόμενοι, παύσονται δʼ οἱ πολῖται περὶ τῶν δικαίων ἀντιλέγοντές τε καὶ ἀντιδικοῦντες καὶ στασιάζοντες, παύσονται δʼ αἱ πόλεις διαφερόμεναι περὶ τῶν δικαίων καὶ πολεμοῦσαι. καὶ ἐγὼ μὲν οὐκ οἶδʼ ὅπως ἂν ἀπολειφθείην σου πρὸ τοῦ ἀκοῦσαι τηλικοῦτον ἀγαθὸν ηὑρηκότος.
“凭赫拉起誓,”苏格拉底说,“你说你发现了一件大善事——如果审判官们将不再分歧表决,公民们将不再就何为正义争辩不休、互相起诉并结党纷争,城邦之间也将不再就正义争吵并大动干戈。而我真不知该如何才能离开你,而不先听听你这位发现了如此大善事的人说说这究竟是什么。”
ἀλλὰ μὰ Δίʼ, ἔφη, οὐκ ἀκούσῃ, πρίν γʼ ἂν αὐτὸς ἀποφήνῃ, ὅ τι νομίζεις τὸ δίκαιον εἶναι. ἀρκεῖ γὰρ ὅτι τῶν ἄλλων καταγελᾷς ἐρωτῶν μὲν καὶ ἐλέγχων πάντας, αὐτὸς δʼ οὐδενὶ θέλων ὑπέχειν λόγον οὐδὲ γνώμην ἀποφαίνεσθαι περὶ οὐδενός.
“绝不,凭宙斯起誓,”希庇亚斯说,“在你亲自表明你认为什么是正义之前,你休想听到。因为你嘲弄别人已经够多了,总是盘问并反驳所有人,自己却不肯向任何人交待道理,也不愿就任何事物表明自己的见解。”
τί δέ, ὦ Ἱππία; ἔφη, οὐκ ᾔσθησαι ὅτι ἐγὼ ἃ δοκεῖ μοι δίκαια εἶναι οὐδὲν παύομαι ἀποδεικνύμενος; καὶ ποῖος δή σοι, ἔφη, οὗτος ὁ λόγος ἐστίν; εἰ δὲ μὴ λόγῳ, ἔφη, ἀλλʼ ἔργῳ ἀποδείκνυμαι·1 ἢ οὐ δοκεῖ σοι ἀξιοτεκμαρτότερον τοῦ λόγου τὸ ἔργον εἶναι; πολύ γε νὴ Δίʼ, ἔφη· δίκαια μὲν γὰρ λέγοντες πολλοὶ ἄδικα ποιοῦσι, δίκαια δὲ πράττων οὐδʼ ἂν εἷς ἄδικος εἴη.
“希庇亚斯啊,这是怎么说的?”苏格拉底说,“难道你没有察觉到,我一刻也没有停止过表明我认为什么是正义的吗?”希庇亚斯说:“那么你这究竟算是什么言论呢?”苏格拉底说:“即便不是用言辞,我也是用行动来表明的;难道你觉得行动不比言辞更是可靠的凭据吗?”“凭宙斯起誓,确实确凿得多,”他说,“因为许多人嘴上讲着正义之事,却做着不正义之事,而做出正义之举的人绝不可能是不正义的。”
ᾔσθησαι οὖν πώποτέ μου ἢ ψευδομαρτυροῦντος ἢ συκοφαντοῦντος ἢ φίλους ἢ πόλιν εἰς στάσιν ἐμβάλλοντος ἢ ἄλλο τι ἄδικον πράττοντος; οὐκ ἔγωγʼ, ἔφη. τὸ δὲ τῶν ἀδίκων ἀπέχεσθαι οὐ δίκαιον ἡγῇ; δῆλος εἶ, ἔφη, ὦ Σώκρατες, καὶ νῦν διαφεύγειν ἐγχειρῶν τὸ ἀποδείκνυσθαι γνώμην,2 ὅ τι νομίζεις τὸ δίκαιον· οὐ γὰρ ἃ πράττουσιν οἱ δίκαιοι, ἀλλʼ ἃ μὴ πράττουσι, ταῦτα λέγεις.
“那么,你可曾见过我作伪证、诬告他人、陷害朋友或城邦于内乱之中,或者做过任何其他不正义的事吗?”“我未曾见过,”他说。“那么,远离不正义之事,难道你认为不是正义吗?”“苏格拉底啊,显然你现在又在企图逃避表明自己的看法,说明你认为什么是正义,”希庇亚斯说,“因为你说的并不是正义之人所做的事,而是他们不做的事。”
ἀλλʼ ᾤμην ἔγωγʼ, ἔφη ὁ Σωκράτης, τὸ μὴ θέλειν ἀδικεῖν ἱκανὸν δικαιοσύνης ἐπίδειγμα εἶναι. εἰ δέ σοι μὴ δοκεῖ, σκέψαι ἐὰν τόδε σοι μᾶλλον ἀρέσκῃ· φημὶ γὰρ ἐγὼ τὸ νόμιμον δίκαιον εἶναι. ἆρα τὸ αὐτὸ λέγεις, ὦ Σώκρατες, νόμιμόν τε καὶ δίκαιον εἶναι;
“但我本来以为,”苏格拉底说,“不愿做不正义之事,就足以证明正义了。但如果你觉得不是这样,那就看看这一条是否更合你的心意:因为我认为,合乎法律的就是正义的。”“苏格拉底啊,你的意思是说,合法的与正义的是同一回事吗?”
ἔγωγε, ἔφη. οὐ γὰρ αἰσθάνομαί σου ὁποῖον νόμιμον ἢ ποῖον δίκαιον λέγεις. νόμους δὲ πόλεως, ἔφη, γιγνώσκεις; ἔγωγε, ἔφη. καὶ τίνας τούτους νομίζεις; ἃ οἱ πολῖται, ἔφη, συνθέμενοι ἅ τε δεῖ ποιεῖν καὶ ὧν ἀπέχεσθαι ἐγράψαντο. οὐκοῦν, ἔφη, νόμιμος μὲν ἂν εἴη ὁ κατὰ ταῦτα πολιτευόμενος, ἄνομος δὲ ὁ ταῦτα παραβαίνων; πάνυ μὲν οὖν, ἔφη. οὐκοῦν καὶ δίκαια μὲν ἂν πράττοι ὁ τούτοις πειθόμενος, ἄδικα δʼ ὁ τούτοις ἀπειθῶν; πάνυ μὲν οὖν. οὐκοῦν ὁ μὲν τὰ δίκαια πράττων δίκαιος, ὁ δὲ τὰ ἄδικα ἄδικος; πῶς γὰρ οὔ; ὁ μὲν ἄρα νόμιμος δίκαιός ἐστιν, ὁ δὲ ἄνομος ἄδικος.
“我正是这个意思,”他说。“因为我弄不明白你说的究竟是哪种合法、哪种正义。”“那么,你知晓城邦的法律吗?”苏格拉底问。“知道,”他说。“那你认为这些法律是什么呢?”他说:“就是公民们在就必须做什么、必须戒绝什么达成协议后,书写成文的规定。”苏格拉底说:“那么,按照这些规定参与城邦政治的人,不就是守法者;而违背这些规定的人,不就是违法者吗?”“正是如此,”他说。“那么,顺从这些法律的人所做的难道不是正义之事,违抗这些法律的人所做的难道不是不正义之事吗?”“正是如此。”“那么,做正义之事的人是正义的,做不正义之事的人是不正义的,难道不是吗?”“怎么会不是呢?”“因此,守法的人是正义的,违法的人是不正义的。”
καὶ ὁ Ἱππίας, νόμους δʼ, ἔφη, ὦ Σώκρατες, πῶς ἄν τις ἡγήσαιτο σπουδαῖον πρᾶγμα εἶναι ἢ τὸ πείθεσθαι αὐτοῖς, οὕς γε πολλάκις αὐτοὶ οἱ θέμενοι ἀποδοκιμάσαντες μετατίθενται; καὶ γὰρ πόλεμον, ἔφη ὁ Σωκράτης, πολλάκις ἀράμεναι πόλεις πάλιν εἰρήνην ποιοῦνται. καὶ μάλα, ἔφη. διάφορον οὖν τι οἴει ποιεῖν, ἔφη, τοὺς τοῖς νόμοις πειθομένους φαυλίζων, ὅτι καταλυθεῖεν ἂν οἱ νόμοι, ἢ εἰ τοὺς ἐν τοῖς πολέμοις εὐτακτοῦντας ψέγοις, ὅτι γένοιτʼ ἂν εἰρήνη;3 ἢ καὶ τοὺς ἐν τοῖς πολέμοις ταῖς πατρίσι προθύμως βοηθοῦντας μέμφῃ; μὰ Δίʼ οὐκ ἔγωγʼ, ἔφη.
希庇亚斯说:“但是,苏格拉底啊,如果连制定法律的人自己都常常废弃并修改法律,人们又怎能把法律或者服从法律当作一件严肃庄重的事呢?”苏格拉底说:“城邦之间往往也是发动了战争,随后又重新讲和的呀。”“确实如此,”他说。苏格拉底说:“那么,你因为法律可能会被废除就轻视那些服从法律的人,这同你因为和平可能会降临就去责备那些在战争中遵守纪律的人,你以为两者有何不同吗?抑或你连那些在战争中竭力救援祖国的人也要加以埋怨吗?”“凭宙斯起誓,我绝不会,”他说。
- 4.4.10εἰ δὲ μὴ λόγῳ, ἔφη, ἀλλʼ ἔργῳ ἀποδείκνυμαι
苏格拉底对希庇亚斯之问“ποῖος δή σοι ... οὗτος ὁ λόγος ἐστίν;”的回答。条件从句 εἰ δὲ μή 后省略了动词短语 ἀποδείκνυμαι(“即便我不是用言辞表明”)或名词句 λόγος ἐστίν(“即便这不是言辞上的论辩”),主句则为 ἀλλʼ ἔργῳ ἀποδείκνυμαι(“而是用行动表明”),突出了言辞(λόγος)与行动(ἔργον)的对比。
- 4.4.11δῆλος εἶ, ἔφη, ὦ Σώκρατες, καὶ νῦν διαφεύγειν ἐγχειρῶν τὸ ἀποδείκνυσθαι γνώμην
形容词 δῆλος 与第二人称单数主语一致的人称结构(δῆλος εἶ 配合分词 ἐγχειρῶν,意为“你企图……是显而易见的”)。分词 ἐγχειρῶν 支配补足不定词 διαφεύγειν(“逃避”),而 διαφεύγειν 又以冠词不定词 τὸ ἀποδείκνυσθαι(“表明”)作为直接宾语,构成了分词与多重不定词的层叠依存关系。
- 4.4.14διάφορον οὖν τι οἴει ποιεῖν, ἔφη, τοὺς τοῖς νόμοις πειθομένους φαυλίζων, ὅτι καταλυθεῖεν ἂν οἱ νόμοι, ἢ εἰ τοὺς ἐν τοῖς πολέμοις εὐτακτοῦντας ψέγοις, ὅτι γένοιτʼ ἂν εἰρήνη;
基于 διάφορον ποιεῖν ... ἢ εἰ ...(“你在轻视……上,与要是你责备……相比,你以为有何不同吗”)构成的比较句。前半部分的修饰主语的分词短语 τοὺς ... φαυλίζων 与后半部分由 ἢ 引导的条件从句 εἰ ... ψέγοις 形成平行对比。因果从句 ὅτι καταλυθεῖεν ἄν 与 ὅτι γένοιτʼ ἄν 中保留了带 ἄν 的潜能祈愿式,用以表达间接引述中的主观假定理由(“因为法律可能被废除 / 和平可能降临”)。
