← 色诺芬

回忆苏格拉底

§4.4.15-4.4.18

依城邦协和与守法之益论证正义

苏格拉底列举吕库古的立法、公民的协和以及守法在公私生活中带来的种种益处,论证合法的即是正义的,希庇亚斯对此表示赞同。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.4.15

Λυκοῦργον δὲ τὸν Λακεδαιμόνιον, ἔφη ὁ Σωκράτης, καταμεμάθηκας, ὅτι οὐδὲν ἂν διάφορον τῶν ἄλλων πόλεων τὴν Σπάρτην ἐποίησεν, εἰ μὴ τὸ πείθεσθαι τοῖς νόμοις μάλιστα ἐνειργάσατο αὐτῇ;1 τῶν δὲ ἀρχόντων ἐν ταῖς πόλεσιν οὐκ οἶσθα ὅτι, οἵτινες ἂν τοῖς πολίταις αἰτιώτατοι ὦσι τοῦ τοῖς νόμοις πείθεσθαι, οὗτοι ἄριστοί εἰσι, καὶ πόλις, ἐν ᾗ μάλιστα οἱ πολῖται τοῖς νόμοις πείθονται, ἐν εἰρήνῃ τε ἄριστα διάγει καὶ ἐν πολέμῳ ἀνυπόστατός ἐστιν;

“至于拉栖第梦人吕库古,”苏格拉底说,“你注意到了吗?如果他没有特别将顺从法律植入斯巴达,他就绝不会让斯巴达与别的城邦有任何不同。难道你不知道,在各城邦的统治者中,凡是最能促成公民服从法律的人,就是最好的统治者;而公民最顺从法律的城邦,在和平时期生活得最好,在战争时期也是不可抵挡的吗?

§4.4.16

ἀλλὰ μὴν καὶ ὁμόνοιά γε μέγιστόν τε ἀγαθὸν δοκεῖ ταῖς πόλεσιν εἶναι καὶ πλειστάκις ἐν αὐταῖς αἵ τε γερουσίαι καὶ οἱ ἄριστοι ἄνδρες παρακελεύονται τοῖς πολίταις ὁμονοεῖν, καὶ πανταχοῦ ἐν τῇ Ἑλλάδι νόμος κεῖται τοὺς πολίτας ὀμνύναι ὁμονοήσειν, καὶ πανταχοῦ ὀμνύουσι τὸν ὅρκον τοῦτον· οἶμαι δʼ ἐγὼ ταῦτα γίγνεσθαι οὐχ ὅπως τοὺς αὐτοὺς χοροὺς κρίνωσιν οἱ πολῖται, οὐδʼ ὅπως τοὺς αὐτοὺς αὐλητὰς ἐπαινῶσιν, οὐδʼ ὅπως τοὺς αὐτοὺς ποιητὰς αἱρῶνται, οὐδʼ ἵνα τοῖς αὐτοῖς ἥδωνται, ἀλλʼ ἵνα τοῖς νόμοις πείθωνται.2 τούτοις γὰρ τῶν πολιτῶν ἐμμενόντων, αἱ πόλεις ἰσχυρόταταί τε καὶ εὐδαιμονέσταται γίγνονται· ἄνευ δὲ ὁμονοίας οὔτʼ ἂν πόλις εὖ πολιτευθείη οὔτʼ οἶκος καλῶς οἰκηθείη.

此外,同心协力被普遍认为是城邦最大的善事,城邦中的长老会与最杰出之士屡屡敦促公民齐心合意;在希腊各地都立有法律,规定公民必须发誓齐心协力,而人们也到处立下这一誓言。但我认为,这样做并不是为了让公民们评判相同的歌队,也不是为了让他们赞赏相同的笛师,不是为了让他们挑选相同的诗人,也不是为了让他们以相同的事物为乐,而是为了让他们服从法律。因为只要公民们恪守这些法律,城邦就会变得最强盛、最繁荣;而没有这种协和,城邦既不可能治理得好,家庭也不可能管理得妥善。

§4.4.17

ἰδίᾳ δὲ πῶς μὲν ἄν τις ἧττον ὑπὸ πόλεως ζημιοῖτο, πῶς δʼ ἂν μᾶλλον τιμῷτο, ἢ εἰ τοῖς νόμοις πείθοιτο; πῶς δʼ ἂν ἧττον ἐν τοῖς δικαστηρίοις ἡττῷτο ἢ πῶς ἂν μᾶλλον νικῴη; τίνι δʼ ἄν τις μᾶλλον πιστεύσειε παρακαταθέσθαι ἢ χρήματα ἢ υἱοὺς ἢ θυγατέρας; τίνα δʼ ἂν ἡ πόλις ὅλη ἀξιοπιστότερον ἡγήσαιτο τοῦ νομίμου; παρὰ τίνος δʼ ἂν μᾶλλον τῶν δικαίων τύχοιεν ἢ γονεῖς ἢ οἰκεῖοι ἢ οἰκέται ἢ φίλοι ἢ πολῖται ἢ ξένοι; τίνι δʼ ἂν μᾶλλον πολέμιοι πιστεύσειαν ἢ ἀνοχὰς ἢ σπονδὰς ἢ συνθήκας περὶ εἰρήνης; τίνι δʼ ἂν μᾶλλον ἢ τῷ νομίμῳ σύμμαχοι ἐθέλοιεν γίγνεσθαι; τῷ δʼ ἂν μᾶλλον οἱ σύμμαχοι πιστεύσειαν ἢ ἡγεμονίαν ἢ φρουραρχίαν ἢ πόλεις; τίνα δʼ ἄν τις εὐεργετήσας ὑπολάβοι χάριν κομιεῖσθαι μᾶλλον ἢ τὸν νόμιμον; ἢ τίνα μᾶλλον ἄν τις εὐεργετήσειεν ἢ παρʼ οὗ χάριν ἀπολήψεσθαι νομίζει; τῷ δʼ ἄν τις βούλοιτο μᾶλλον φίλος εἶναι ἢ τῷ τοιούτῳ, ἢ τῷ ἧττον ἐχθρός; τῷ δʼ ἄν τις ἧττον πολεμήσειεν ἢ ᾧ μάλιστα μὲν φίλος εἶναι βούλοιτο, ἥκιστα δʼ ἐχθρός, καὶ ᾧ πλεῖστοι μὲν φίλοι καὶ σύμμαχοι βούλοιντο εἶναι, ἐλάχιστοι δʼ ἐχθροὶ καὶ πολέμιοι;

在私人生活方面,一个人怎样才能比服从法律时更少受到城邦的惩罚,或者获得更多的尊荣呢?在法庭上,他怎么能更少败诉,或者更多胜诉呢?人们更愿意把财产、儿子或女儿托付给谁呢?整座城邦又会认为谁比守法者更值得信赖呢?父母、亲属、奴仆、朋友、同胞或外邦人,从谁那里能更容易得到应得的公正对待呢?敌人在停战、休战条约或和约方面,又更能信任谁呢?除了守法者之外,人们更愿意与谁结为盟友呢?盟友们更放心把统帅权、要塞指挥权或各城邦委托给谁呢?一个人施惠于人,除了守法者之外,还能指望从谁那里得到答谢呢?或者,除了他认为能从中收回恩情的人之外,一个人更愿意施惠于谁呢?比起这样的人,人们更愿意成为谁的朋友,或者更不愿成为谁的敌人呢?而比起一个最想与之做朋友、最不愿与之做敌人,且最多人愿意成为其朋友和盟友、极少人愿成为其敌人和交战对手的人,人们又会更少向谁发动战争呢?

§4.4.18

ἐγὼ μὲν οὖν, ὦ Ἱππία, τὸ αὐτὸ ἀποδείκνυμαι νόμιμόν τε καὶ δίκαιον εἶναι· σὺ δʼ εἰ τἀναντία γιγνώσκεις, δίδασκε. καὶ ὁ Ἱππίας, ἀλλὰ μὰ τὸν Δίʼ, ἔφη, ὦ Σώκρατες, οὔ μοι δοκῶ τἀναντία γιγνώσκειν οἷς εἴρηκας περὶ τοῦ δικαίου.3

因此,希庇亚斯啊,我自己表明合法的与正义的是同一回事;但如果你有相反的见解,请指教。” 希庇亚斯说:“凭宙斯起誓,苏格拉底啊,我不认为自己对正义的看法与你所说的话相反。”

语法注3 条
  1. 4.4.15Λυκοῦργον δὲ τὸν Λακεδαιμόνιον, ἔφη ὁ Σωκράτης, καταμεμάθηκας, ὅτι οὐδὲν ἂν διάφορον τῶν ἄλλων πόλεων τὴν Σπάρτην ἐποίησεν, εἰ μὴ τὸ πείθεσθαι τοῖς νόμοις μάλιστα ἐνειργάσατο αὐτῇ;

    先取结构(prolepsis)。主句中充当‘καταμεμάθηκας’宾语的宾格短语‘Λυκοῦργον δὲ τὸν Λακεδαιμόνιον’,在语义上实际上是随后的‘ὅτι’从句的主语(即‘ἐποίησεν’与‘ἐνειργάσατο’的主语)。从句内部构成过去与事实相反的虚拟条件句(结论句用‘ἄν’加不定过去时直陈式‘ἐποίησεν’,条件句用‘εἰ μή’加不定过去时直陈式‘ἐνειργάσατο’)。

  2. 4.4.16οὐχ ὅπως τοὺς αὐτοὺς χοροὺς κρίνωσιν οἱ πολῖται, οὐδʼ ὅπως τοὺς αὐτοὺς αὐλητὰς ἐπαινῶσιν, οὐδʼ ὅπως τοὺς αὐτοὺς ποιητὰς αἱρῶνται, οὐδʼ ἵνα τοῖς αὐτοῖς ἥδωνται, ἀλλʼ ἵνα τοῖς νόμοις πείθωνται.

    目的从句的相应并列结构(‘οὐχ ὅπως ... ἀλλʼ ἵνα ...’)。一系列由虚拟语气(‘κρίνωσιν’, ‘ἐπαινῶσιν’, ‘αἱρῶνται’, ‘ἥδωνται’)构成的否定目的从句,与最终由‘ἵνα τοῖς νόμοις πείθωνται’构成的肯定目的从句形成鲜明对比。此处的‘οὐχ ὅπως’充当表示目的否定的连词(“并非为了让……”)。

  3. 4.4.18οὔ μοι δοκῶ τἀναντία γιγνώσκειν οἷς εἴρηκας περὶ τοῦ δικαίου.

    关系代词的格吸引(case attraction)。‘οἷς’受其被省略的先行词(与格的‘τούτοις’)吸引而变为与格,它在关系从句内部原本应当作动词‘εἴρηκας’的直接宾语(宾格‘ἅ’)。完整结构即‘τἀναντία τούτοις ἃ εἴρηκας’(“与你所说的那些话相反”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:4.4.15-4.4.18