- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:4.4.1-4.4.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文中记述了苏格拉底在私生活和公共事务中严格守法、以行动践行正义的事例(在公民大会上阻止违法表决、违抗三十僭主的暴政命令、在受审时拒行阿谀),随后引入了他与智者希庇亚斯关于正义的对话。
ἀλλὰ μὴν καὶ περὶ τοῦ δικαίου γε οὐκ ἀπεκρύπτετο ἣν εἶχε γνώμην,1 ἀλλὰ καὶ ἔργῳ ἀπεδείκνυτο, ἰδίᾳ τε πᾶσι νομίμως τε καὶ ὠφελίμως χρώμενος καὶ κοινῇ ἄρχουσί τε ἃ οἱ νόμοι προστάττοιεν πειθόμενος καὶ κατὰ πόλιν καὶ ἐν ταῖς στρατείαις οὕτως ὥστε διάδηλος εἶναι παρὰ τοὺς ἄλλους εὐτακτῶν, καὶ ὅτε ἐν ταῖς ἐκκλησίαις ἐπιστάτης γενόμενος οὐκ ἐπέτρεψε τῷ δήμῳ παρὰ τοὺς νόμους ψηφίσασθαι, ἀλλὰ σὺν τοῖς νόμοις ἠναντιώθη τοιαύτῃ ὁρμῇ τοῦ δήμου ἣν οὐκ ἂν οἶμαι ἄλλον οὐδένα ἄνθρωπον ὑπομεῖναι·2 καὶ ὅτε οἱ τριάκοντα προσέταττον αὐτῷ παρὰ τοὺς νόμους τι, οὐκ ἐπείθετο· τοῖς τε γὰρ νέοις ἀπαγορευόντων αὐτῶν μὴ διαλέγεσθαι καὶ προσταξάντων ἐκείνῳ τε καὶ ἄλλοις τισὶ τῶν πολιτῶν ἀγαγεῖν τινα ἐπὶ θανάτῳ, μόνος οὐκ ἐπείσθη, διὰ τὸ παρὰ τοὺς νόμους αὐτῷ προστάττεσθαι· καὶ ὅτε τὴν ὑπὸ Μελήτου γραφὴν ἔφευγε, τῶν ἄλλων εἰωθότων ἐν τοῖς δικαστηρίοις πρὸς χάριν τε τοῖς δικασταῖς διαλέγεσθαι καὶ κολακεύειν καὶ δεῖσθαι παρὰ τοὺς νόμους, καὶ διὰ τὰ τοιαῦτα πολλῶν πολλάκις ὑπὸ τῶν δικαστῶν ἀφιεμένων, ἐκεῖνος οὐδὲν ἠθέλησε τῶν εἰωθότων ἐν τῷ δικαστηρίῳ παρὰ τοὺς νόμους ποιῆσαι, ἀλλὰ ῥᾳδίως ἂν ἀφεθεὶς ὑπὸ τῶν δικαστῶν,3 εἰ καὶ μετρίως τι τούτων ἐποίησε, προείλετο μᾶλλον τοῖς νόμοις ἐμμένων ἀποθανεῖν ἢ παρανομῶν ζῆν.
再者,关于正义,他也未曾隐瞒自己的见解,而是通过行动表明出来:在私下里,他依法且有益地对待所有人;在公事上,他无论在城邦内还是在出征中,都在法律所命令的事情上服从长官,以至于在守纪律方面明显超出常人;又如当他在公民大会中担任议事轮值主席时,不容许民众违背法律进行表决,而是与法律站在一起,抗拒了民众的那种冲动——依我看没有任何其他人能够经受住那种冲动;又如当三十僭主违背法律命令他做某事时,他并不听从:因为当他们禁止他与年轻人交谈,并命令他同其他某些公民一起去押解一人处死时,仅仅由于这道命令违背法律,唯独他没有遵从;又如当他因美勒托的起诉而受审时,其他人惯于在法庭上迎合审判官说话,谄媚阿谀,违法祈求,并且由于这些手段,许多人常常被审判官宣告无罪,他却不肯违背法律去做任何法庭上惯常做的事情;相反,如果他把这些事情稍微适度地做上一点,本来是极易被审判官宣告无罪的,但他宁愿坚守法律而死,也不愿违背法律而生。
καὶ ἔλεγε δὲ οὕτως καὶ πρὸς ἄλλους μὲν πολλάκις, οἶδα δέ ποτε αὐτὸν καὶ πρὸς Ἱππίαν τὸν Ἠλεῖον περὶ τοῦ δικαίου τοιάδε διαλεχθέντα. διὰ χρόνου γὰρ ἀφικόμενος ὁ Ἱππίας Ἀθήναζε παρεγένετο τῷ Σωκράτει λέγοντι πρός τινας, ὡς θαυμαστὸν εἴη τό, εἰ μέν τις βούλοιτο σκυτέα διδάξασθαί τινα ἢ τέκτονα ἢ χαλκέα ἢ ἱππέα, μὴ ἀπορεῖν ὅποι ἂν πέμψας τούτου τύχοι, ἐὰν δέ τις βούληται4 ἢ αὐτὸς μαθεῖν τὸ δίκαιον ἢ υἱὸν ἢ οἰκέτην διδάξασθαι, μὴ εἰδέναι ὅποι ἂν ἐλθὼν τύχοι τούτου.
事实上,他也常常向其他人这样谈论,而且我知道他有一次同厄利斯的希庇亚斯也曾就正义进行过如下的交谈。因为希庇亚斯阔别已久来到雅典,恰逢苏格拉底对某些人说:如果有人想让人学习成为鞋匠、木匠、铜匠或骑手,不会发愁将他送到何处才能达到目的;但如果有人自己想学习正义,或者想让儿子、仆人受到正义的教诲,却不知该去何处才能达到目的,这是何等令人称奇的事。
καὶ ὁ μὲν Ἱππίας ἀκούσας ταῦτα ὥσπερ ἐπισκώπτων αὐτόν, ἔτι γὰρ σύ, ἔφη, ὦ Σώκρατες, ἐκεῖνα τὰ αὐτὰ λέγεις ἃ ἐγὼ πάλαι ποτέ σου ἤκουσα; καὶ ὁ Σωκράτης, ὃ δέ γε τούτου δεινότερον, ἔφη, ὦ Ἱππία, οὐ μόνον ἀεὶ τὰ αὐτὰ λέγω, ἀλλὰ καὶ περὶ τῶν αὐτῶν· σὺ δʼ ἴσως διὰ τὸ πολυμαθὴς εἶναι περὶ τῶν αὐτῶν οὐδέποτε τὰ αὐτὰ λέγεις.
希庇亚斯听了这话,仿佛嘲弄他似地说道:“苏格拉底啊,难道你还在讲那些我很久以前就听你讲过的老一套吗?”苏格拉底说:“希庇亚斯啊,比这更可怕的是,我不仅总是讲同样的话,而且关于同样的事情也是如此;而你大概因为博学多才,关于同样的事情却绝不会讲同样的话。”
ἀμέλει, ἔφη, πειρῶμαι καινόν τι λέγειν ἀεί. πότερον, ἔφη, καὶ περὶ ὧν ἐπίστασαι; οἷον περὶ γραμμάτων ἐάν τις ἔρηταί σε, πόσα καὶ ποῖα Σωκράτους ἐστίν, ἄλλα μὲν πρότερον, ἄλλα δὲ νῦν πειρᾷ λέγειν; ἢ περὶ ἀριθμῶν τοῖς ἐρωτῶσιν εἰ τὰ δὶς πέντε δέκα ἐστίν, οὐ τὰ αὐτὰ νῦν ἃ καὶ πρότερον ἀποκρίνει; περὶ μὲν τούτων, ἔφη, ὦ Σώκρατες, ὥσπερ σύ, καὶ ἐγὼ ἀεὶ τὰ αὐτὰ λέγω· περὶ μέντοι τοῦ δικαίου πάνυ οἶμαι νῦν ἔχειν εἰπεῖν, πρὸς ἃ οὔτε σὺ οὔτʼ ἂν ἄλλος οὐδεὶς δύναιτʼ ἀντειπεῖν.
他说:“确实如此,我总是力图讲出某种新东西来。”〔苏格拉底〕说:“那么关于你所知道的事情也是如此吗?例如关于字母,如果有人问你‘苏格拉底’由多少个字母、何种字母组成,你难道从前试着说一套,现在又试着说另一套吗?或者关于数字,对那些询问二乘五是否为十的人,你现在难道不作与从前相同的回答吗?”他说:“关于这些事情,苏格拉底啊,就像你一样,我也总是讲同样的话;然而关于正义,我确信我现在能够说出一套道理来,对此无论是你还是任何其他人都不可能反驳。”
- 4.4.1ἣν εἶχε γνώμην
先行词并入关系从句结构。在逻辑上作为主句动词直接宾语的 τὴν γνώμην(相当于 οὐκ ἀπεκρύπτετο τὴν γνώμην ἣν εἶχε)被吸引并入到带有关系代词 ἣν 的从句之中。
- 4.4.2ἣν οὐκ ἂν οἶμαι ἄλλον οὐδένα ἄνθρωπον ὑπομεῖναι
不定词 ὑπομεῖναι 带 ἄν,构成间接引语中的非真实或潜在表达(相当于直接引语中的 οὐδεὶς ἂν ὑπέμεινεν)。插入性的 οἶμαι(“依我看”)统辖此带不定词的对格结构,其主体对格为 ἄλλον οὐδένα ἄνθρωπον。
- 4.4.4ῥᾳδίως ἂν ἀφεθεὶς ὑπὸ τῶν δικαστῶν
分词 ἀφεθείς 与 ἄν 连用,充当过去非真实条件句的归结从句(apodosis)。它与后随的条件从句 εἰ καὶ μετρίως τι τούτων ἐποίησε(“即便他把这些事情适度地做了一点”)相呼应,表示“他本来是极易被宣告无罪的”。
- 4.4.5ὡς θαυμαστὸν εἴη τό, εἰ μέν τις βούλοιτο... ἐὰν δέ τις βούληται...
在间接引语中使用了斜说希求法 εἴη。中性单数冠词 τό 在前文作前指,统摄后文由两个对比性条件从句(εἰ μέν... ἐὰν δέ...)构成的整体内容。前半句采用希求法 βούλοιτο,而下半句保留了直接引语的假设联结词加虚拟法 ἐὰν... βούληται,体现了间接引语中保留直接引语形式的常见希腊语混合现象。
