← 色诺芬

回忆苏格拉底

§4.3.11-4.3.18

敬奉不可见的神灵与尽力奉事之道

苏格拉底列举了神灵所赐的感觉、理性、语言及神谕等恩德,教导欧梯德谟当通过神灵的作为去敬奉不可见的神,并尽己所能侍奉诸神。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3.11

τὸ δʼ, ἐπειδὴ πολλὰ μὲν καλὰ καὶ ὠφέλιμα, διαφέροντα δὲ ἀλλήλων ἐστί, προσθεῖναι1 τοῖς ἀνθρώποις αἰσθήσεις ἁρμοττούσας πρὸς ἕκαστα, διʼ ὧν ἀπολαύομεν πάντων τῶν ἀγαθῶν· τὸ δὲ καὶ λογισμὸν ἡμῖν ἐμφῦσαι, ᾧ περὶ ὧν αἰσθανόμεθα λογιζόμενοί τε καὶ μνημονεύοντες καταμανθάνομεν ὅπῃ ἕκαστα συμφέρει, καὶ πολλὰ μηχανώμεθα, διʼ ὧν τῶν τε ἀγαθῶν ἀπολαύομεν καὶ τὰ κακὰ ἀλεξόμεθα· τὸ δὲ καὶ ἑρμηνείαν δοῦναι, διʼ ἧς πάντων τῶν ἀγαθῶν μεταδίδομέν τε ἀλλήλοις διδάσκοντες καὶ κοινωνοῦμεν καὶ νόμους τιθέμεθα καὶ πολιτευόμεθα; παντάπασιν ἐοίκασιν, ὦ Σώκρατες, οἱ θεοὶ πολλὴν τῶν ἀνθρώπων ἐπιμέλειαν ποιεῖσθαι. τὸ δὲ καί, ᾗ ἀδυνατοῦμεν τὰ συμφέροντα προνοεῖσθαι ὑπὲρ τῶν μελλόντων, ταύτῃ αὐτοὺς ἡμῖν συνεργεῖν, διὰ μαντικῆς τοῖς πυνθανομένοις φράζοντας τὰ ἀποβησόμενα καὶ διδάσκοντας ᾗ ἂν ἄριστα γίγνοιτο; σοὶ δʼ, ἔφη, ὦ Σώκρατες, ἐοίκασιν ἔτι φιλικώτερον ἢ τοῖς ἄλλοις χρῆσθαι, εἴ γε μηδὲ ἐπερωτώμενοι ὑπὸ σοῦ προσημαίνουσί σοι ἅ τε χρὴ ποιεῖν καὶ ἃ μή.

“再者,既然有许多美好而有益、却又彼此不同的事物,他们便赋予人类与各类事物相适合的感觉,通过这些感觉我们享受一切美好之物;又在我们心中植入理性,凭借这理性,我们对自己所感知的事物进行思考与记忆,从而彻知每样事物在何种方面有利,并筹划出许多方法,借此我们既能享受善果,又能抵御恶事; 此外,他们还赐予我们表达与言语的能力,借此我们通过相互施教而共享一切美好之物,结成社会,制定法律,治理城邦,这又当如何看待呢?”“苏格拉底啊,神灵全然表现出对人类极大的关怀。”“还有,在我们无法预见未来何事有利之处,他们便在此处协助我们,通过占卜向求问者告知将要发生的事,并指引怎样做才是最好的,这又如何呢?”他说:“苏格拉底啊,神灵待你似乎比待别人更加亲切友善,如果说他们甚至在未经你求问的情况下,就预先向你指示何者当做、何者不当做的话。”

§4.3.13

ὅτι δέ γε ἀληθῆ λέγω, καὶ σὺ γνώσῃ, ἂν μὴ ἀναμένῃς ἕως ἂν τὰς μορφὰς τῶν θεῶν ἴδῃς, ἀλλʼ ἐξαρκῇ σοι τὰ ἔργα αὐτῶν ὁρῶντι σέβεσθαι καὶ τιμᾶν τοὺς θεούς. ἐννόει δὲ ὅτι καὶ αὐτοὶ οἱ θεοὶ οὕτως ὑποδεικνύουσιν· οἵ τε γὰρ ἄλλοι ἡμῖν τἀγαθὰ διδόντες οὐδὲν τούτων εἰς τὸ ἐμφανὲς ἰόντες διδόασι, καὶ ὁ τὸν ὅλον κόσμον συντάττων τε καὶ συνέχων, ἐν ᾧ πάντα καλὰ καὶ ἀγαθά ἐστι, καὶ ἀεὶ μὲν χρωμένοις ἀτριβῆ τε καὶ ὑγιᾶ καὶ ἀγήρατα παρέχων, θᾶττον δὲ νοήματος ὑπηρετοῦντα ἀναμαρτήτως,2 οὗτος τὰ μέγιστα μὲν πράττων ὁρᾶται, τάδε δὲ οἰκονομῶν ἀόρατος ἡμῖν ἐστιν.

“然而,我说的是真话,你也会明白这一点的——只要你不去坐等亲眼目睹神灵的形体,而是满足于通过看见他们的作为来敬奉和尊崇诸神。你应当考虑到,诸神自己也是如此暗示的:因为其他赐予我们福祉的神灵,没有一位是通过显露真身来到人前而赐予这些的;而那位统理并维系整个宇宙——宇宙中万物皆尽美善——且将它们完好无损、健全而永不衰老地提供给长久使用它们的人们、使它们比意念更快且毫无差错地供人役使的神,他在行使最伟大的事迹时固然可见,但其经纶这一切时的自身,对我们而言却是不可见的。

§4.3.14

ἐννόει δʼ ὅτι καὶ ὁ πᾶσι φανερὸς δοκῶν εἶναι Ἥλιος οὐκ ἐπιτρέπει τοῖς ἀνθρώποις ἑαυτὸν ἀκριβῶς ὁρᾶν, ἀλλʼ, ἐάν τις αὐτὸν ἀναιδῶς ἐγχειρῇ θεάσασθαι, τὴν ὄψιν ἀφαιρεῖται. καὶ τοὺς ὑπηρέτας δὲ τῶν θεῶν εὑρήσεις ἀφανεῖς ὄντας· κεραυνός τε γὰρ ὅτι μὲν ἄνωθεν ἀφίεται, δῆλον, καὶ ὅτι οἷς ἂν ἐντύχῃ πάντων κρατεῖ, ὁρᾶται δʼ οὔτʼ ἐπιὼν οὔτʼ ἐγκατασκήψας οὔτε ἀπιών· καὶ ἄνεμοι αὐτοὶ μὲν οὐχ ὁρῶνται, ἃ δὲ ποιοῦσι φανερὰ ἡμῖν ἐστι, καὶ προσιόντων αὐτῶν αἰσθανόμεθα. ἀλλὰ μὴν καὶ ἀνθρώπου γε ψυχή, ἥ, εἴπερ τι καὶ ἄλλο τῶν ἀνθρωπίνων, τοῦ θείου μετέχει, ὅτι μὲν βασιλεύει ἐν ἡμῖν, φανερόν, ὁρᾶται δὲ οὐδʼ αὐτή. ἃ χρὴ κατανοοῦντα μὴ καταφρονεῖν τῶν ἀοράτων, ἀλλʼ ἐκ τῶν γιγνομένων τὴν δύναμιν αὐτῶν καταμανθάνοντα τιμᾶν τὸ δαιμόνιον.

你再想想,甚至那看似对众人显明可见的太阳,也不容许人类确切地逼视他自己;若有人胆敢冒失地凝视他,他便夺走其视力。而且你会发现,神灵的仆从也同样是不可见的:因为霹雳显然是从天而降,并且克制它所触及的一切,但无论当它袭来时、劈下时,还是散去时,都未尝被看见;风本身也不可见,但它们所造成的后果对我们而言是显而易见的,当它们逼近时我们也能感知得到。再者,人的灵魂——如果说人类事物中真有什么分有了神性的话,那必定是灵魂——它在我们内部居于统治地位是显而易见的,但它自身也同样不可见。深思这些事情的人,绝不应当轻视看不见的事物,而应当从所发生的事情中领会其威力,敬奉神明。”

§4.3.15

ἐγὼ μέν, ὦ Σώκρατες, ἔφη ὁ Εὐθύδημος, ὅτι μὲν οὐδὲ μικρὸν ἀμελήσω τοῦ δαιμονίου, σαφῶς οἶδα· ἐκεῖνο δὲ ἀθυμῶ, ὅτι μοι δοκεῖ τὰς τῶν θεῶν εὐεργεσίας οὐδʼ ἂν εἷς ποτε ἀνθρώπων ἀξίαις χάρισιν ἀμείβεσθαι.

欧梯德谟说:“苏格拉底啊,就我而言,我确知自己绝不会对神明有丝毫怠慢;但我感到沮丧的是,在我看来世上绝没有任何一个人能够以相称的感激来报答神灵的恩德。”

§4.3.16

ἀλλὰ μὴ τοῦτο ἀθύμει, ἔφη, ὦ Εὐθύδημε· ὁρᾷς γὰρ ὅτι ὁ ἐν Δελφοῖς θεός, ὅταν τις αὐτὸν ἐπερωτᾷ πῶς ἂν τοῖς θεοῖς χαρίζοιτο, ἀποκρίνεται· νόμῳ πόλεως·3 νόμος δὲ δήπου πανταχοῦ ἐστι κατὰ δύναμιν ἱεροῖς θεοὺς ἀρέσκεσθαι. πῶς οὖν ἄν τις κάλλιον καὶ εὐσεβέστερον τιμῴη θεοὺς ἤ, ὡς αὐτοὶ κελεύουσιν, οὕτω ποιῶν;

他说:“欧梯德谟啊,切莫为此沮丧。因为你看到,德尔斐的神灵每当有人求问怎样才能取悦神灵时,总是回答说:‘依凭城邦之法。’而在任何地方,法律无疑都要求依凭自己的力量以牺牲取悦神灵。那么,一个人按照诸神亲自吩咐的方式去行事,难道还有比这更美好、更虔敬地尊崇诸神的方法吗?

§4.3.17

ἀλλὰ χρὴ τῆς μὲν δυνάμεως μηδὲν ὑφίεσθαι· ὅταν γάρ τις τοῦτο ποιῇ, φανερὸς δήπου ἐστὶ τότε οὐ τιμῶν θεούς. χρὴ οὖν μηδὲν ἐλλείποντα κατὰ δύναμιν τιμᾶν τοὺς θεοὺς θαρρεῖν τε καὶ ἐλπίζειν τὰ μέγιστα ἀγαθά. οὐ γὰρ παρʼ ἄλλων γʼ ἄν τις μείζω ἐλπίζων σωφρονοίη ἢ παρὰ τῶν τὰ μέγιστα ὠφελεῖν δυναμένων,4 οὐδʼ ἂν ἄλλως μᾶλλον ἢ εἰ τούτοις ἀρέσκοι· ἀρέσκοι δὲ πῶς ἂν μᾶλλον ἢ εἰ ὡς μάλιστα πείθοιτο αὐτοῖς;

然而,人决不可在自己的力量上有所保留;因为一旦有人这样做,显然他在那时便没有在尊崇神灵。因此,人在依凭自身力量尊崇神灵方面不可有任何怠惰,而应当满怀信心,期盼最大的福分。因为若指望从别人那里得到比从那些最具能力施益于我们者那里更大的福祉,或者指望不通过取悦他们便能得到福祉,都是不明智的;而要取悦他们,又怎能胜过尽可能顺服他们呢?”

§4.3.18

τοιαῦτα μὲν δὴ λέγων τε καὶ αὐτὸς ποιῶν εὐσεβεστέρους τε καὶ σωφρονεστέρους τοὺς συνόντας παρεσκεύαζεν.

他通过宣讲这番道理并身体力行,使他的同伴们变得更加虔敬、更加节制。

语法注4 条
  1. 4.3.11τὸ δʼ, ἐπειδὴ πολλὰ μὲν καλὰ καὶ ὠφέλιμα, διαφέροντα δὲ ἀλλήλων ἐστί, προσθεῖναι

    句首的 τὸ δʼ ... προσθεῖναι 延续了前文一系列带有修辞和感叹语气的定冠词加不定式结构(τὸ +不定式),意为“关于赋予……又当如何看待呢?”,并不依赖显式的句首主谓动词。

  2. 4.3.13θᾶττον δὲ νοήματος ὑπηρετοῦντα ἀναμαρτήτως

    中性复数宾格分词 ὑπηρετοῦντα 与前方的形容词 ἀτριβῆ τε καὶ ὑγιᾶ καὶ ἀγήρατα 并列,修饰作为宾语的隐含先行词(宇宙的组成部分或万物),表明在神圣宇宙秩序下,万物“比意念更快、毫无差错地供人役使/服务”。

  3. 4.3.16νόμῳ πόλεως

    表示方式或准则的与格,意为“依照城邦的法律/风俗”。这是德尔斐神谕的著名定式答复,在此被引为衡量人类虔敬的应有准则。

  4. 4.3.17οὐ γὰρ παρʼ ἄλλων γʼ ἄν τις μείζω ἐλπίζων σωφρονοίη ἢ παρὰ τῶν τὰ μέγιστα ὠφελεῖν δυναμένων

    条件性分词 ἐλπίζων 与 ἄν 搭配希求法 σωφρονοίη 构成的潜在语气:“如果有人指望从别人那里得到比从那些最具能力施益者(神灵)那里更大的福祉,便是不明智的。”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:4.3.11-4.3.18