← 色诺芬

回忆苏格拉底

§4.3.1-4.3.10

论诸神的摄理与对人类的恩惠

苏格拉底强调节制与敬神是德性的根本,并通过与欧梯德谟的对话,列举光明、黑夜、天体运行、水、火、太阳的适度周转以及各种牲畜,论证神灵为人类福祉精心安排的至深摄理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3.1

τὸ μὲν οὖν λεκτικοὺς καὶ πρακτικοὺς καὶ μηχανικοὺς γίγνεσθαι τοὺς συνόντας οὐκ ἔσπευδεν,1 ἀλλὰ πρότερον τούτων ᾤετο χρῆναι σωφροσύνην αὐτοῖς ἐγγενέσθαι. τοὺς γὰρ ἄνευ τοῦ σωφρονεῖν ταῦτα δυναμένους ἀδικωτέρους τε καὶ δυνατωτέρους κακουργεῖν ἐνόμιζεν εἶναι.

然而,他并不急于使同伴们变得长于言辞、精于实务、工于计谋,而是认为在这些之前,应当先在他们心中培养节制。因为他认为,凡是没有节制而具备这些能力的人,只会变得更加不义,作恶的能力也更强。

§4.3.2

πρῶτον μὲν δὴ περὶ θεοὺς ἐπειρᾶτο σώφρονας ποιεῖν τοὺς συνόντας. ἄλλοι μὲν οὖν αὐτῷ πρὸς ἄλλους οὕτως ὁμιλοῦντι παραγενόμενοι διηγοῦντο· ἐγὼ δέ, ὅτε πρὸς Εὐθύδημον τοιάδε διελέγετο, παρεγενόμην.

首先,他极力使同伴们在对待神灵方面懂得节制。其他人曾在他这样同别人交谈时在场并做了记述;而当他对欧梯德谟谈及以下这番话时,我本人也正在场。

§4.3.3

εἰπέ μοι, ἔφη, ὦ Εὐθύδημε, ἤδη ποτέ σοι ἐπῆλθεν ἐνθυμηθῆναι ὡς ἐπιμελῶς οἱ θεοὶ ὧν οἱ ἄνθρωποι δέονται κατεσκευάκασι; καὶ ὅς, μὰ τὸν Δίʼ, ἔφη, οὐκ ἔμοιγε. ἀλλʼ οἶσθά γʼ, ἔφη, ὅτι πρῶτον μὲν φωτὸς δεόμεθα, ὃ ἡμῖν οἱ θεοὶ παρέχουσι; νὴ Δίʼ, ἔφη, ὅ γʼ εἰ μὴ εἴχομεν, ὅμοιοι τοῖς τυφλοῖς ἂν ἦμεν ἕνεκά γε τῶν ἡμετέρων ὀφθαλμῶν.2 ἀλλὰ μὴν καὶ ἀναπαύσεώς γε δεομένοις ἡμῖν νύκτα παρέχουσι κάλλιστον ἀναπαυτήριον.

他说:“告诉我,欧梯德谟啊,你心中可曾想过,神灵是多么精心细致地为人类预备了所需的一切?” 他回答说:“凭宙斯起誓,我可从未想过。” 他说:“但你至少知道,我们首先需要光,而这正是神灵赐予我们的吧?” 他说:“凭宙斯起誓,是的;若没有光,就我们自身的眼睛而言,我们简直同盲人无异。” “不仅如此,当我们需用安息时,他们又赐予我们黑夜,这最美妙的休憩之所。”

§4.3.4

πάνυ γʼ, ἔφη, καὶ τοῦτο χάριτος ἄξιον. οὐκοῦν καὶ ἐπειδὴ ὁ μὲν ἥλιος φωτεινὸς ὢν τάς τε ὥρας τῆς ἡμέρας ἡμῖν καὶ τἆλλα πάντα σαφηνίζει, ἡ δὲ νὺξ διὰ τὸ σκοτεινὴ εἶναι ἀσαφεστέρα ἐστίν, ἄστρα ἐν τῇ νυκτὶ ἀνέφηναν, ἃ ἡμῖν τῆς νυκτὸς τὰς ὥρας ἐμφανίζει, καὶ διὰ τοῦτο πολλὰ ὧν δεόμεθα πράττομεν; ἔστι ταῦτα, ἔφη. ἀλλὰ μὴν ἥ γε σελήνη οὐ μόνον τῆς νυκτός, ἀλλὰ καὶ τοῦ μηνὸς τὰ μέρη φανερὰ ἡμῖν ποιεῖ.

他说:“确实如此,这也值得感恩。” “那么,难道不是因为太阳明亮而向我们显明一天的各个时辰和其余一切,黑夜因其幽暗而难以辨析,所以他们使群星在夜间显现,为我们指示夜晚的各时辰,并且正因如此,我们得以从事许多所需的事项吗?” 他说:“确是如此。” “再者,月亮不仅向我们显明黑夜的各个部分,也显明一个月的各个部分。”

§4.3.5

πάνυ μὲν οὖν, ἔφη. τὸ δʼ, ἐπεὶ τροφῆς δεόμεθα, ταύτην ἡμῖν ἐκ τῆς γῆς ἀναδιδόναι3 καὶ ὥρας ἁρμοττούσας πρὸς τοῦτο παρέχειν, αἳ ἡμῖν οὐ μόνον ὧν δεόμεθα πολλὰ καὶ παντοῖα παρασκευάζουσιν, ἀλλὰ καὶ οἷς εὐφραινόμεθα;

他说:“极其确凿。” “那么,由于我们需要食物,他们便使土地为我们生出食物,并赐予适合的时节,这些时节不仅为我们预备了我们所需的丰富多样的事物,而且也预备了令我们愉悦的事物,这又当如何看待呢?”

§4.3.6

πάνυ, ἔφη, καὶ ταῦτα φιλάνθρωπα. τὸ δὲ καὶ ὕδωρ ἡμῖν παρέχειν οὕτω πολλοῦ ἄξιον, ὥστε συμφύειν τε καὶ συναύξειν τῇ γῇ καὶ ταῖς ὥραις πάντα τὰ χρήσιμα ἡμῖν, συντρέφειν δὲ καὶ αὐτοὺς ἡμᾶς καὶ μιγνύμενον πᾶσι τοῖς τρέφουσιν ἡμᾶς εὐκατεργαστότερά τε καὶ ὠφελιμώτερα καὶ ἡδίω ποιεῖν αὐτά, καὶ ἐπειδὴ πλείστου δεόμεθα τούτου, ἀφθονέστατον αὐτὸ παρέχειν ἡμῖν; καὶ τοῦτο, ἔφη, προνοητικόν.

他说:“这全都是充满关怀的慈爱之举。” “那么,他们赐予我们水,具有如此巨大的价值,以至于它与土地和时节一同使一切对我们有用的东西生长增盛,并滋养我们自身,与一切滋养我们的食物相融合,使它们变得更易消化、更有益处且更加甘美;而且正因我们最需要水,他们便最丰富充盈地将它赐予我们,这又如何呢?” 他说:“这也显出了先见之明。”

§4.3.7

τὸ δὲ καὶ τὸ πῦρ πορίσαι ἡμῖν, ἐπίκουρον μὲν ψύχους, ἐπίκουρον δὲ σκότους, συνεργὸν δὲ πρὸς πᾶσαν τέχνην καὶ πάντα ὅσα ὠφελείας ἕνεκα ἄνθρωποι κατασκευάζονται; ὡς γὰρ συνελόντι εἰπεῖν4 οὐδὲν ἀξιόλογον ἄνευ πυρὸς ἄνθρωποι τῶν πρὸς τὸν βίον χρησίμων κατασκευάζονται. ὑπερβάλλει, ἔφη, καὶ τοῦτο φιλανθρωπίᾳ.

“此外,他们为我们提供了火,它是抵御严寒的帮手,是驱散黑暗的帮手,也是一切技艺及人类出于实用目的所制造之一切器物的协同者,这又如何呢?简而言之,若没有火,人类对于生活有用之物便造不出任何值得一提的东西。” 他说:“这在慈爱关怀上也无以复加了。”

§4.3.8

τὸ δὲ τὸν ἥλιον, ἐπειδὰν ἐν χειμῶνι τράπηται, προσιέναι τὰ μὲν ἁδρύνοντα, τὰ δὲ ξηραίνοντα, ὧν καιρὸς διελήλυθε, καὶ ταῦτα διαπραξάμενον μηκέτι ἐγγυτέρω προσιέναι, ἀλλʼ ἀποτρέπεσθαι φυλαττόμενον μή τι ἡμᾶς μᾶλλον τοῦ δέοντος θερμαίνων βλάψῃ, καὶ ὅταν αὖ πάλιν ἀπιὼν γένηται ἔνθα καὶ ἡμῖν δῆλόν ἐστιν ὅτι, εἰ προσωτέρω ἄπεισιν, ἀποπαγησόμεθα ὑπὸ τοῦ ψύχους, πάλιν αὖ τρέπεσθαι καὶ προσχωρεῖν, καὶ ἐνταῦθα τοῦ οὐρανοῦ ἀναστρέφεσθαι ἔνθα ὢν μάλιστʼ ἂν ἡμᾶς ὠφελοίη; νὴ τὸν Δίʼ, ἔφη, καὶ ταῦτα παντάπασιν ἔοικεν ἀνθρώπων ἕνεκα γιγνομένοις.

“再者,太阳在冬季发生回转之后便逐渐临近,使一些事物成熟,使另一些已过时令的事物干燥,在完成了这些之后便不再靠得更近,而是掉头折回,警惕着以免因过度温暖我们而带来伤害;而当它再度离去,走到甚至连我们也明白若它再远离我们便要被严寒冻死之处时,它又再次折返、靠近,并在天穹中那一旦处于便能最裨益于我们的位置盘旋运行,这又当如何看待呢?” 他说:“凭宙斯起誓,这些事情也全然像是为了人类而发生的。”

§4.3.9

τὸ δʼ, ἐπειδὴ καὶ τοῦτο φανερὸν ὅτι οὐκ ἂν ὑπενέγκαιμεν οὔτε τὸ καῦμα οὔτε τὸ ψῦχος, εἰ ἐξαπίνης γίγνοιτο, οὕτω μὲν κατὰ μικρὸν προσιέναι τὸν ἥλιον, οὕτω δὲ κατὰ μικρὸν ἀπιέναι, ὥστε λανθάνειν ἡμᾶς εἰς ἑκάτερα τὰ ἰσχυρότατα καθισταμένους;5 ἐγὼ μέν, ἔφη ὁ Εὐθύδημος, ἤδη τοῦτο σκοπῶ, εἰ ἄρα τί ἐστι τοῖς θεοῖς ἔργον ἢ ἀνθρώπους θεραπεύειν· ἐκεῖνο δὲ μόνον ἐμποδίζει με, ὅτι καὶ τἆλλα ζῷα τούτων μετέχει.

“还有,既然这一点也显而易见,即:若严寒或酷暑突然降临,我们决不能承受,因此太阳如此缓缓渐进,又如此缓缓渐退,以至于在我们不知不觉中便已置身于各自最强烈的状态之中,这又如何呢?” 欧梯德谟说:“就我而言,我已经在思考神灵除了服侍人类之外是否还有别的事务了;只有一件事在妨碍着我,那就是其他动物也分享了这些好处。”

§4.3.10

οὐ γὰρ καὶ τοῦτʼ, ἔφη ὁ Σωκράτης, φανερὸν ὅτι καὶ ταῦτα ἀνθρώπων ἕνεκα γίγνεταί τε καὶ ἀνατρέφεται; τί γὰρ ἄλλο ζῷον αἰγῶν τε καὶ οἰῶν καὶ βοῶν καὶ ἵππων καὶ ὄνων καὶ τῶν ἄλλων ζῴων τοσαῦτα ἀγαθὰ ἀπολαύει ὅσα ἄνθρωποι; ἐμοὶ μὲν γὰρ δοκεῖ, πλείω ἢ τῶν φυτῶν· τρέφονται γοῦν καὶ χρηματίζονται οὐδὲν ἧττον ἀπὸ τούτων ἢ ἀπʼ ἐκείνων· πολὺ δὲ γένος ἀνθρώπων τοῖς μὲν ἐκ τῆς γῆς φυομένοις εἰς τροφὴν οὐ χρῆται, ἀπὸ δὲ βοσκημάτων γάλακτι καὶ τυρῷ καὶ κρέασι τρεφόμενοι ζῶσι· πάντες δὲ τιθασεύοντες καὶ δαμάζοντες τὰ χρήσιμα τῶν ζῴων εἴς τε πόλεμον καὶ εἰς ἄλλα πολλὰ συνεργοῖς χρῶνται. ὁμογνωμονῶ σοι καὶ τοῦτʼ, ἔφη· ὁρῶ γὰρ αὐτῶν καὶ τὰ πολὺ ἰσχυρότερα ἡμῶν οὕτως ὑποχείρια γιγνόμενα τοῖς ἀνθρώποις ὥστε χρῆσθαι αὐτοῖς ὅ τι ἂν βούλωνται.

苏格拉底说:“难道这一点不是同样显而易见吗,即:这些动物也是为了人类而出生并被养育的?因为除了人类,还有哪种动物能从山羊、绵羊、牛、马、驴以及其他动物身上享受到如此多的好处呢?在我看来,人从中得到的好处甚至超过了从植物中得到的;至少,人们从动物身上获得的滋养和财利绝不亚于从植物中获得的。实际上,很大一部分人类并不以土地所生之物为食,而是靠牧群提供的奶、奶酪和肉食为生;并且所有人都驯化并制伏有用的动物,使它们在战事和许多其他事务中充当助手。” 他说:“在这一点上我也赞同你;因为我看到,甚至在它们之中那些远比我们强大的动物,也变得对人类如此俯首帖耳,以致人可以随意使用它们。”

语法注5 条
  1. 4.3.1τὸ μὲν οὖν λεκτικοὺς καὶ πρακτικοὺς καὶ μηχανικοὺς γίγνεσθαι τοὺς συνόντας οὐκ ἔσπευδεν

    带冠词的不定式短语 τὸ ... γίγνεσθαι 作动词 ἔσπευδεν 的直接宾语。宾格 τοὺς συνόντας 是不定式 γίγνεσθαι 的逻辑主语,λεκτικοὺς καὶ πρακτικοὺς καὶ μηχανικούς 是作其表语的形容词。

  2. 4.3.3ἕνεκά γε τῶν ἡμετέρων ὀφθαλμῶν

    介词 ἕνεκα 支配属格 τῶν ἡμετέρων ὀφθαλμῶν,在此起限定作用,意为“就我们自身的眼睛而言”。

  3. 4.3.5τὸ δʼ, ἐπεὶ τροφῆς δεόμεθα, ταύτην ἡμῖν ἐκ τῆς γῆς ἀναδιδόναι

    句首由带冠词不定式 τὸ δέ ... ἀναδιδόναι(以及平行的 παρέχειν)构成的修辞性省略问句,引入另一项神恩事实,相当于“那么……这一事实又当如何看待呢?”,其主句谓语(如 τί λέγεις)承前省略。

  4. 4.3.7ὡς συνελόντι εἰπεῖν

    由限制性不定式 εἰπεῖν 和表判断视角的与格分词 συνελόντι 构成的固定习语,意为“简而言之”或“概括地说”。

  5. 4.3.9ὥστε λανθάνειν ἡμᾶς εἰς ἑκάτερα τὰ ἰσχυρότατα καθισταμένους

    在 ὥστε 引导的结果从句中,动词 λανθάνειν 与宾格 ἡμᾶς 以及与之相协和的分词 καθισταμένους 构成惯用句式,表示主语在不知不觉中陷入某种状态,即“以至于在我们不知不觉中便置身于……之中”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:4.3.1-4.3.10