← 色诺芬

回忆苏格拉底

§4.2.34-4.2.40

幸福的辨析与欧梯德谟自知其无知

苏格拉底通过盘问幸福的要素(美貌、力量、财富、声誉)以及民主制、民众与贫富的界定,将欧梯德谟逼入彻底的困境。欧梯德谟认识到自己的无知并深感沮丧,但他并未像其他人那样离弃苏格拉底,而是忠实地追随左右,苏格拉底随后也开始用平易明快的方式向他传授真正的知识。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.2.34

κινδυνεύει, ἔφη, ὦ Σώκρατες, ἀναμφιλογώτατον ἀγαθὸν εἶναι τὸ εὐδαιμονεῖν. εἴ γε μή τις αὐτό, ἔφη, ὦ Εὐθύδημε, ἐξ ἀμφιλόγων ἀγαθῶν συντιθείη. τί δʼ ἄν, ἔφη, τῶν εὐδαιμονικῶν ἀμφίλογον εἴη; οὐδέν, ἔφη, εἴ γε μὴ προσθήσομεν αὐτῷ κάλλος ἢ ἰσχὺν ἢ πλοῦτον ἢ δόξαν ἢ καί τι ἄλλο τῶν τοιούτων. ἀλλὰ νὴ Δία προσθήσομεν, ἔφη· πῶς γὰρ ἄν τις ἄνευ τούτων εὐδαιμονοίη;

他说:“苏格拉底啊,看来幸福乃是最无可争议的善了。”苏格拉底说:“只要人们不把它由那些有争议的善组合起来,欧梯德谟啊。”他说:“那么,在属于幸福的事物中,又有什么会是有争议的呢?”苏格拉底说:“只要我们不把美貌、力量、财富、声誉或任何其他此类事物加在它上面,就毫无争议。”他说:“然而凭宙斯起誓,我们必定会加上这些的;因为没有这些,人又怎能幸福呢?”

§4.2.35

νὴ Δίʼ, ἔφη, προσθήσομεν ἄρα, ἐξ ὧν πολλὰ καὶ χαλεπὰ συμβαίνει τοῖς ἀνθρώποις· πολλοὶ μὲν γὰρ διὰ τὸ κάλλος ὑπὸ τῶν ἐπὶ τοῖς ὡραίοις παρακεκινηκότων1 διαφθείρονται, πολλοὶ δὲ διὰ τὴν ἰσχὺν μείζοσιν ἔργοις ἐπιχειροῦντες οὐ μικροῖς κακοῖς περιπίπτουσι, πολλοὶ δὲ διὰ τὸν πλοῦτον διαθρυπτόμενοί τε καὶ ἐπιβουλευόμενοι ἀπόλλυνται, πολλοὶ δὲ διὰ δόξαν καὶ πολιτικὴν δύναμιν μεγάλα κακὰ πεπόνθασιν.

苏格拉底说:“凭宙斯起誓,那么我们就会加上给人类带来许多严重灾祸的事物了。因为许多人因其美貌而被那些为青春狂乱的人所败坏,许多人因其力量企图从事力不能及的伟业而陷入不小的祸患,许多人因其财富而生活放荡,并因遭人谋害而丧命,还有许多人因声誉和政治权力而蒙受巨大的祸害。”

§4.2.36

ἀλλὰ μήν, ἔφη, εἴ γε μηδὲ τὸ εὐδαιμονεῖν ἐπαινῶν ὀρθῶς λέγω, ὁμολογῶ μηδʼ ὅ τι πρὸς τοὺς θεοὺς εὔχεσθαι χρὴ εἰδέναι. ἀλλὰ ταῦτα μέν, ἔφη ὁ Σωκράτης, ἴσως διὰ τὸ σφόδρα πιστεύειν εἰδέναι οὐδʼ ἔσκεψαι· ἐπεὶ δὲ πόλεως δημοκρατουμένης παρασκευάζῃ προεστάναι, δῆλον ὅτι δημοκρατίαν γε οἶσθα τί ἐστι.2

他说:“不过,如果我连称赞幸福都说得不对,那我承认自己连向神灵祈求什么都不知道了。”苏格拉底说:“至于这些事,或许正因为你坚信自己已经知道,所以甚至从未审察过;但既然你正准备领导一个实行民主制的城邦,显然你至少知道什么是民主制。”

§4.2.37

πάντως δήπου, ἔφη. δοκεῖ οὖν σοι δυνατὸν εἶναι δημοκρατίαν εἰδέναι μὴ εἰδότα δῆμον; μὰ Δίʼ οὐκ ἔμοιγε. καὶ δῆμον ἄρʼ οἶσθα τί ἐστιν; οἶμαι ἔγωγε. καὶ τί νομίζεις δῆμον εἶναι; τοὺς πένητας τῶν πολιτῶν ἔγωγε. καὶ τοὺς πένητας ἄρα οἶσθα; πῶς γὰρ οὔ; ἆρʼ οὖν καὶ τοὺς πλουσίους οἶσθα; οὐδέν γε ἧττον ἢ καὶ τοὺς πένητας. ποίους δὲ πένητας καὶ ποίους πλουσίους καλεῖς; τοὺς μέν, οἶμαι, μὴ ἱκανὰ ἔχοντας εἰς ἃ δεῖ τελεῖν πένητας, τοὺς δὲ πλείω τῶν ἱκανῶν πλουσίους.

他说:“当然无疑了。”“那么你认为,不了解民众(德谟斯),可能了解民主制吗?”“凭宙斯起誓,我认为不可能。”“那么你也知道民众是什么了?”“我认为我知道。”“那你认为民众是什么呢?”“我认为是公民中的贫苦者。”“那么你也知道贫苦者是怎样的人了?”“怎么会不知道呢?”“那么你也知道富有者了?”“丝毫不比了解贫苦者逊色。”“你把什么样的人称为贫苦者,把什么样的人称为富有者呢?”“我认为,凡所拥有的财物不足以支付必要开支的人是贫苦者,而拥有超过必需的人是富有者。”

§4.2.38

καταμεμάθηκας οὖν ὅτι ἐνίοις μὲν πάνυ ὀλίγα ἔχουσιν οὐ μόνον ἀρκεῖ ταῦτα, ἀλλὰ καὶ περιποιοῦνται ἀπʼ αὐτῶν, ἐνίοις δὲ πάνυ πολλὰ οὐχ ἱκανά ἐστι; καὶ νὴ Δίʼ, ἔφη ὁ Εὐθύδημος, ὀρθῶς γάρ με ἀναμιμνῄσκεις, οἶδα καὶ τυράννους τινάς, οἳ διʼ ἔνδειαν ὥσπερ οἱ ἀπορώτατοι ἀναγκάζονται ἀδικεῖν.

“那么,你是否注意到,有些拥有极少的人,这些财物不仅足够,他们甚至还能从中积蓄有余;而另一些拥有极多的人,却依然入不敷出?”欧梯德谟说:“凭宙斯起誓,是的,你提醒得对,我也知道甚至某些僭主,由于困窘,也像最走投无路的人一样不得不去行不义之事。”

§4.2.39

οὐκοῦν, ἔφη ὁ Σωκράτης, εἴ γε ταῦτα οὕτως ἔχει, τοὺς μὲν τυράννους εἰς τὸν δῆμον θήσομεν, τοὺς δὲ ὀλίγα κεκτημένους, ἐὰν οἰκονομικοὶ ὦσιν, εἰς τοὺς πλουσίους. καὶ ὁ Εὐθύδημος ἔφη· ἀναγκάζει με καὶ ταῦτα ὁμολογεῖν δῆλον ὅτι ἡ ἐμὴ φαυλότης· καὶ φροντίζω μὴ κράτιστον ᾖ μοι σιγᾶν·3 κινδυνεύω γὰρ ἁπλῶς οὐδὲν εἰδέναι. καὶ πάνυ ἀθύμως ἔχων ἀπῆλθε καὶ καταφρονήσας ἑαυτοῦ καὶ νομίσας τῷ ὄντι ἀνδράποδον εἶναι.

苏格拉底说:“那么,如果情况确实如此,我们就要把僭主归入民众之中,而把那些仅拥有少许财产的人,只要他们擅于料理家计,归入富有者之列了。”欧梯德谟说:“显然是我自身的低能迫使我也承认这些;我甚至担忧,对我而言守口如瓶才是最好的,因为我恐怕根本是一无所知。”于是他满怀沮丧地离去了,深深鄙视自己,认为自己真同奴隶无异。

§4.2.40

πολλοὶ μὲν οὖν τῶν οὕτω διατεθέντων ὑπὸ Σωκράτους οὐκέτι αὐτῷ προσῇσαν, οὓς καὶ βλακοτέρους ἐνόμιζεν· ὁ δὲ Εὐθύδημος ὑπέλαβεν οὐκ ἂν ἄλλως ἀνὴρ ἀξιόλογος γενέσθαι, εἰ μὴ ὅτι μάλιστα Σωκράτει συνείη· καὶ οὐκ ἀπελείπετο ἔτι αὐτοῦ, εἰ μή τι ἀναγκαῖον εἴη· ἔνια δὲ καὶ ἐμιμεῖτο ὧν ἐκεῖνος ἐπετήδευεν. ὁ δʼ, ὡς ἔγνω αὐτὸν οὕτως ἔχοντα, ἥκιστα μὲν διετάραττεν, ἁπλούστατα δὲ καὶ σαφέστατα ἐξηγεῖτο ἅ τε ἐνόμιζεν εἰδέναι δεῖν καὶ ἐπιτηδεύειν κράτιστα εἶναι.

许多被苏格拉底置于这种境地的人,便不再到他那里去了,苏格拉底也认为这些人较为愚钝;但欧梯德谟却认定,除非极力与苏格拉底在一起,否则自己决不可能成为值得称道的人。此后,除非有什么不可抗的必要,他便不再离开他身边,甚至还效仿他平素所实行的一些做法。苏格拉底见他是这般心志,便极少再去扰乱他,而是最平易、最清晰地向他解说他认为必须知晓的知识,以及最适宜去履行的行为。

语法注3 条
  1. 4.2.35τῶν ἐπὶ τοῖς ὡραίοις παρακεκινηκότων

    παρακεκινηκότων 是动词 παρακινέω 的完成时主动分词,在此用作不及物意,表示“神魂颠倒、失去理智”。介词短语 ἐπὶ τοῖς ὡραίοις(针对青春貌美之年华/少年)表示这种狂乱激情的对象或由头,整个分词短语作名词性修饰,意为“那些为美少年神魂颠倒的人”。

  2. 4.2.36δημοκρατίαν γε οἶσθα τί ἐστι

    这是典型的前置/先取构文(prolepsis),间接疑问从句在语义上的主语(δημοκρατία)被提前置于主句,作主句动词 οἶσθα 的直接宾语(宾格 δημοκρατίαν)。其语义等同于 οἶσθα τί ἐστιν ἡ δημοκρατία(“你知道民主制是什么”)。

  3. 4.2.39φροντίζω μὴ κράτιστον ᾖ μοι σιγᾶν

    表示思考或顾虑的动词 φροντίζω 后接连词 μή 与虚拟语气现在时 ᾖ,构成表达担忧或疑惧的句式(“我担忧恐怕……”)。在此并非唯恐发生否定之事,而是表达对“自己保持沉默或许反而是最好的做法”这一可能性的担忧与反思。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:4.2.34-4.2.40