- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:4.2.8-4.2.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底与欧梯德谟单独交谈,确认了他渴望追求治理城邦的君王之术,进而开启了关于正义的探究。
κατʼ ἀρχὰς μὲν οὖν ἀκούοντος Εὐθυδήμου τοιούτους λόγους ἔλεγε Σωκράτης· ὡς δʼ ᾔσθετο αὐτὸν ἑτοιμότερον ὑπομένοντα, ὅτε διαλέγοιτο, καὶ προθυμότερον ἀκούοντα, μόνος ἦλθεν εἰς τὸ ἡνιοποιεῖον, παρακαθεζομένου δʼ αὐτῷ τοῦ Εὐθυδήμου, εἰπέ μοι, ἔφη, ὦ Εὐθύδημε, τῷ ὄντι, ὥσπερ ἐγὼ ἀκούω, πολλὰ γράμματα συνῆχας τῶν λεγομένων σοφῶν ἀνδρῶν γεγονέναι; καὶ ὁ Εὐθύδημος, νὴ τὸν Δίʼ, ἔφη, ὦ Σώκρατες· καὶ ἔτι γε συνάγω, ἕως ἂν κτήσωμαι ὡς ἂν δύνωμαι πλεῖστα.
起初,在欧梯德谟旁听时,苏格拉底便说着这样的话;但当察觉到每逢自己交谈时欧梯德谟都更乐意留下来、更专心地倾听时,苏格拉底便独自一人前往那家马具作坊。欧梯德谟坐在他身旁,苏格拉底便说:“告诉我,欧梯德谟,你真如我所听到的那样,收集了许多被认为是智者之人的著作吗?”欧梯德谟说:“凭宙斯起誓,是的,苏格拉底;而且我还在继续收集,直到尽可能多地获得它们。”
νὴ τὴν Ἥραν, ἔφη ὁ Σωκράτης, ἄγαμαί γέ σου, διότι οὐκ ἀργυρίου καὶ χρυσίου προείλου θησαυροὺς κεκτῆσθαι μᾶλλον ἢ σοφίας· δῆλον γὰρ ὅτι νομίζεις ἀργύριον καὶ χρυσίον οὐδὲν βελτίους ποιεῖν τοὺς ἀνθρώπους, τὰς δὲ τῶν σοφῶν ἀνδρῶν γνώμας ἀρετῇ πλουτίζειν τοὺς κεκτημένους. καὶ ὁ Εὐθύδημος ἔχαιρεν ἀκούων ταῦτα, νομίζων δοκεῖν τῷ Σωκράτει ὀρθῶς μετιέναι τὴν σοφίαν. ὁ δὲ καταμαθὼν αὐτὸν ἡσθέντα τῷ ἐπαίνῳ τούτῳ, τί δὲ δὴ βουλόμενος ἀγαθὸς γενέσθαι, ἔφη, ὦ Εὐθύδημε, συλλέγεις τὰ γράμματα; ἐπεὶ δὲ διεσιώπησεν ὁ Εὐθύδημος σκοπῶν ὅ τι ἀποκρίναιτο, πάλιν ὁ Σωκράτης, ἆρα μὴ ἰατρός;1 ἔφη· πολλὰ γὰρ καὶ ἰατρῶν ἐστι συγγράμματα. καὶ ὁ Εὐθύδημος, μὰ Δίʼ, ἔφη, οὐκ ἔγωγε. ἀλλὰ μὴ ἀρχιτέκτων βούλει γενέσθαι; γνωμονικοῦ γὰρ ἀνδρὸς καὶ τοῦτο δεῖ. οὔκουν ἔγωγʼ, ἔφη. ἀλλὰ μὴ γεωμέτρης ἐπιθυμεῖς, ἔφη, γενέσθαι ἀγαθός, ὥσπερ ὁ Θεόδωρος; οὐδὲ γεωμέτρης, ἔφη. ἀλλὰ μὴ ἀστρολόγος, ἔφη, βούλει γενέσθαι; ὡς δὲ καὶ τοῦτο ἠρνεῖτο, ἀλλὰ μὴ ῥαψῳδός; ἔφη· καὶ γὰρ τὰ Ὁμήρου σέ φασιν ἔπη πάντα κεκτῆσθαι. μὰ Δίʼ οὐκ ἔγωγʼ, ἔφη· τοὺς γάρ τοι ῥαψῳδοὺς οἶδα τὰ μὲν ἔπη ἀκριβοῦντας, αὐτοὺς δὲ πάνυ ἠλιθίους ὄντας.
苏格拉底说:“凭赫拉起誓,我真赞赏你,因为你没有选择占有金银财宝,而是选择占有智慧的财富;因为显而易见,你认为金银丝毫不能使人变得更好,而智者们的思想却能使拥有它们的人在美德上富足。”欧梯德谟听到这些话很高兴,以为在苏格拉底看来自己对智慧的追求是正确的。但苏格拉底察觉到他因这番赞扬而欣喜,便说道: “那么,欧梯德谟,你究竟想在哪方面变得优秀,才收集这些著作呢?”当欧梯德谟默不作声、考虑该如何回答时,苏格拉底又问:“难道是想当医师?因为医师们的著作也有很多。”欧梯德谟说:“凭宙斯起誓,绝不是我。”“那么你想当建筑师吗?因为这也需要有见识的人。”“绝不是我,”他说。“那么你渴望成为像狄奥多洛那样优秀的几何学家吗?”“也不是几何学家,”他说。“那么你想成为天文学家吗?”当他也否认了这一点时,苏格拉底说:“难道是吟诵诗人?因为据说你拥有荷马的全部诗篇。”他说:“凭宙斯起誓,绝不是;因为我知道吟诵诗人虽然精通诗句,但他们自己却十分愚蠢。”
καὶ ὁ Σωκράτης ἔφη· οὐ δήπου, ὦ Εὐθύδημε, ταύτης τῆς ἀρετῆς ἐφίεσαι,2 διʼ ἣν ἄνθρωποι πολιτικοὶ γίγνονται καὶ οἰκονομικοὶ καὶ ἄρχειν ἱκανοὶ καὶ ὠφέλιμοι τοῖς τε ἄλλοις ἀνθρώποις καὶ ἑαυτοῖς; καὶ ὁ Εὐθύδημος, σφόδρα γʼ, ἔφη, ὦ Σώκρατες, ταύτης τῆς ἀρετῆς δέομαι. νὴ Δίʼ, ἔφη ὁ Σωκράτης, τῆς καλλίστης ἀρετῆς καὶ μεγίστης ἐφίεσαι τέχνης· ἔστι γὰρ τῶν βασιλέων αὕτη καὶ καλεῖται βασιλική. ἀτάρ, ἔφη, κατανενόηκας, εἰ οἷόν τέ ἐστι μὴ ὄντα δίκαιον ἀγαθὸν ταῦτα γενέσθαι; καὶ μάλα, ἔφη· καὶ οὐχ οἷόν τέ γε ἄνευ δικαιοσύνης ἀγαθὸν πολίτην γενέσθαι.
苏格拉底说:“想必,欧梯德谟,你所渴望的不会是那种使人通晓政治与家政、善于统领、对他人和自己都有益的美德吧?”欧梯德谟说:“正是如此,苏格拉底,我极其渴望这种美德。”苏格拉底说:“凭宙斯起誓,你渴望的是最美好的美德和最伟大的技艺;因为这属于君王,被称为君王之术。不过,”他说,“你是否考虑过,若非正义之人,能否在这些方面变得优秀?”他说:“确实考虑过;若无正义,根本不可能成为优秀的公民。”
τί οὖν; ἔφη, σὺ δὴ τοῦτο κατείργασαι; οἶμαί γʼ, ἔφη, ὦ Σώκρατες, οὐδενὸς ἂν ἧττον φανῆναι δίκαιος. ἆρʼ οὖν, ἔφη, τῶν δικαίων ἐστὶν ἔργα ὥσπερ τῶν τεκτόνων; ἔστι μέντοι, ἔφη. ἆρʼ οὖν, ἔφη, ὥσπερ οἱ τέκτονες ἔχουσι τὰ ἑαυτῶν ἔργα ἐπιδεῖξαι, οὕτως οἱ δίκαιοι τὰ αὑτῶν ἔχοιεν ἂν ἐξηγήσασθαι; μὴ οὖν, ἔφη ὁ Εὐθύδημος, οὐ δύναμαι ἐγὼ τὰ τῆς δικαιοσύνης ἔργα ἐξηγήσασθαι;3 καὶ νὴ Δίʼ ἔγωγε τὰ τῆς ἀδικίας· ἐπεὶ οὐκ ὀλίγα ἔστι καθʼ ἑκάστην ἡμέραν τοιαῦτα ὁρᾶν τε καὶ ἀκούειν.
苏格拉底说:“那么,你已经成就了这一条吗?”他说:“苏格拉底,我认为自己在正义上不会显得逊色于任何人。”苏格拉底说:“那么,正义之人是否有其工作,就像木匠一样?”他说:“确实有。”苏格拉底说:“那么,正如木匠能够展示他们的工作一样,正义之人是否也能解说他们的工作呢?”欧梯德谟说:“难道我竟然无法解说正义的工作吗?凭宙斯起誓,我也能解说非义的工作;因为每天都能看到和听到不少这样的事情。”
βούλει οὖν, ἔφη ὁ Σωκράτης, γράψωμεν ἐνταυθοῖ μὲν δέλτα, ἐνταυθοῖ δὲ ἄλφα, εἶτα ὅ τι μὲν ἂν δοκῇ ἡμῖν τῆς δικαιοσύνης ἔργον εἶναι, πρὸς τὸ δέλτα τιθῶμεν, ὅ τι δʼ ἂν τῆς ἀδικίας, πρὸς τὸ ἄλφα; εἴ τί σοι δοκεῖ, ἔφη, προσδεῖν τούτων, ποίει ταῦτα. καὶ ὁ Σωκράτης γράψας ὥσπερ εἶπεν, οὐκοῦν, ἔφη, ἔστιν ἐν ἀνθρώποις ψεύδεσθαι;
苏格拉底说:“那么,你是否愿意我们在这边写下一个德尔塔,在那边写下一个阿尔法,然后凡是我们认为是正义之工作的,就放在德尔塔名下,凡是非义之工作的,就放在阿尔法名下?”他说:“如果你认为有必要做这些,那就做吧。”苏格拉底按照自己所说的写好后,便问道:“那么,在人世间是否存在说谎这回事?”
- 4.2.10ἆρα μὴ ἰατρός;
ἆρα μή(以及随后的 ἀλλὰ μή)引导期望得到否定回答(“并非……”)的直接疑问句。苏格拉底依次列举具体的专门技艺(医术、建筑、几何等)以引出对方的否认,从而凸显出欧梯德谟所追求的是统领城邦的德性。
- 4.2.11οὐ δήπου, ὦ Εὐθύδημε, ταύτης τῆς ἀρετῆς ἐφίεσαι
οὐ δήπου 表面上表示“想必你不会是……吧”的反诘性推测,实际上是带有反讽意味的试探,促使对方作出强烈的肯定回答。欧梯德谟随即以 σφόδρα γʼ 明确肯定。
- 4.2.12μὴ οὖν, ἔφη ὁ Εὐθύδημος, οὐ δύναμαι ἐγὼ τὰ τῆς δικαιοσύνης ἔργα ἐξηγήσασθαι;
疑问句中的 μὴ οὐ 搭配直陈式,表达反诘性的惊诧或不忿:“难道我竟然无法……吗?”(意即“我当然能够”)。οὐ 直接否定动词 δύναμαι,而前面的 μή 则引出带有疑虑意味的疑问语气。
