- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:4.2.14-4.2.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底指出欺骗等行为对敌人乃至在特定情形下对朋友都可以是正义的,从而推翻了欧梯德谟的初步划分。接着,他借用读写文字知识的类比,询问自愿说谎者是否比非自愿者更懂得正义,使欧梯德谟陷入困惑与难局。
ἔστι μέντοι, ἔφη. ποτέρωσε οὖν, ἔφη, θῶμεν τοῦτο; δῆλον, ἔφη, ὅτι πρὸς τὴν ἀδικίαν. οὐκοῦν, ἔφη, καὶ ἐξαπατᾶν ἔστι; καὶ μάλα, ἔφη. τοῦτο οὖν ποτέρωσε θῶμεν; καὶ τοῦτο δῆλον ὅτι, ἔφη, πρὸς τὴν ἀδικίαν. τί δὲ τὸ κακουργεῖν; καὶ τοῦτο, ἔφη. τὸ δὲ ἀνδραποδίζεσθαι; καὶ τοῦτο. πρὸς δὲ τῇ δικαιοσύνῃ οὐδὲν ἡμῖν τούτων κείσεται, ὦ Εὐθύδημε;
“确实有,”他说。“那么,”〔苏格拉底〕说,“我们把这归到哪一边呢?”“显而易见,”他说,“归于非义。”“那么,欺骗也是存在的吧?”〔苏格拉底〕说。“当然,”他说。“那么我们把这归到哪一边呢?”“这也显而易见,”他说,“归于非义。”“那么加害呢?”“这也是,”他说。“掠人为奴呢?”“这也是。”“那么,在我们看来,这些事情没有一件能归于正义吗,欧梯德谟?”
δεινὸν γὰρ ἂν εἴη, ἔφη. τί δʼ; ἐάν τις στρατηγὸς αἱρεθεὶς ἄδικόν τε καὶ ἐχθρὰν πόλιν ἐξανδραποδίσηται, φήσομεν τοῦτον ἀδικεῖν; οὐ δῆτα, ἔφη. δίκαια δὲ ποιεῖν οὐ φήσομεν; καὶ μάλα. τί δʼ; ἐὰν ἐξαπατᾷ πολεμῶν αὐτοῖς; δίκαιον, ἔφη, καὶ τοῦτο. ἐὰν δὲ κλέπτῃ τε καὶ ἁρπάζῃ τὰ τούτων, οὐ δίκαια ποιήσει; καὶ μάλα, ἔφη· ἀλλʼ ἐγώ σε τὸ πρῶτον ὑπελάμβανον πρὸς τοὺς φίλους μόνον ταῦτα ἐρωτᾶν. οὐκοῦν, ἔφη, ὅσα πρὸς τῇ ἀδικίᾳ ἐθήκαμεν, ταῦτα καὶ πρὸς τῇ δικαιοσύνῃ θετέον ἂν εἴη;
“因为要是归于正义就太荒谬了,”他说。“那又如何呢?如果某人被选为将军,将一座不义且敌对的城邦掠为奴隶,我们会说他行不义吗?”“绝不会,”他说。“难道我们不说他行事正当吗?”“确实如此。”“那如果在与他们作战时进行欺骗呢?”“这也是正义的,”他说。“如果偷窃并掠夺他们的财物,难道不是在做正当的事吗?”“确实如此,”他说;“但我起初以为你问这些只是针对朋友而言。”“那么,”〔苏格拉底〕说,“凡是我们归于非义的名下的,岂不是也应当归于正义的名下吗?”
ἔοικεν, ἔφη. βούλει οὖν, ἔφη, ταῦτα οὕτω θέντες διορισώμεθα1 πάλιν πρὸς μὲν τοὺς πολεμίους δίκαιον εἶναι τὰ τοιαῦτα ποιεῖν, πρὸς δὲ τοὺς φίλους ἄδικον, ἀλλὰ δεῖν πρός γε τούτους ὡς ἁπλούστατον εἶναι;
“看来是的,”他说。“那么,你是否愿意,”〔苏格拉底〕说,“我们在这样归类之后,再作区分:对敌人做这样的事是正义的,而对朋友则是非义的,反之对朋友应当尽可能诚实直率?”
πάνυ μὲν οὖν, ἔφη ὁ Εὐθύδημος. τί οὖν; ἔφη ὁ Σωκράτης, ἐάν τις στρατηγὸς ὁρῶν ἀθύμως ἔχον τὸ στράτευμα ψευσάμενος φήσῃ συμμάχους προσιέναι καὶ τῷ ψεύδει τούτῳ παύσῃ τῆς ἀθυμίας τοὺς στρατιώτας, ποτέρωθι τὴν ἀπάτην ταύτην θήσομεν; δοκεῖ μοι, ἔφη, πρὸς τὴν δικαιοσύνην. ἐὰν δέ τις υἱὸν ἑαυτοῦ δεόμενον φαρμακείας καὶ μὴ προσιέμενον φάρμακον ἐξαπατήσας ὡς σιτίον τὸ φάρμακον δῷ καὶ τῷ ψεύδει χρησάμενος οὕτως ὑγιᾶ ποιήσῃ, ταύτην αὖ τὴν ἀπάτην ποῖ θετέον; δοκεῖ μοι, ἔφη, καὶ ταύτην εἰς τὸ αὐτό. τί δʼ; ἐάν τις, ἐν ἀθυμίᾳ ὄντος φίλου, δείσας μὴ διαχρήσηται ἑαυτόν, κλέψῃ ἢ ἁρπάσῃ ἢ ξίφος ἢ ἄλλο τι τοιοῦτον, τοῦτο αὖ ποτέρωσε θετέον; καὶ τοῦτο νὴ Δίʼ, ἔφη, πρὸς τὴν δικαιοσύνην.
“完全赞同,”欧梯德谟说。“那么,”苏格拉底说,“如果一位将军看到军队士气低落,便说谎称援军正在赶来,并通过这个谎言消除了士兵们的沮丧,我们把这种欺骗归于哪一边呢?”“在我看来,”他说,“归于正义。”“如果有人欺骗自己那需要服药却不肯服药的儿子,把药当作食物给他吃,借着谎言这样使他恢复健康,这又当把这种欺骗归于何处呢?”“在我看来,”他说,“这也应当归于同一处。”“那又如何呢?如果某人在朋友沮丧消沉时,担心他自寻短见,因而偷走或夺下利剑或其他诸如此类的物品,这又应当归于哪一边呢?”“凭宙斯起誓,这也一样,”他说,“归于正义。”
λέγεις, ἔφη, σὺ οὐδὲ πρὸς τοὺς φίλους ἅπαντα δεῖν ἁπλοίζεσθαι; μὰ Δίʼ οὐ δῆτα, ἔφη· ἀλλὰ μετατίθεμαι τὰ εἰρημένα, εἴπερ ἔξεστι. δεῖ γέ τοι, ἔφη ὁ Σωκράτης, ἐξεῖναι πολὺ μᾶλλον ἢ μὴ ὀρθῶς τιθέναι.
“你的意思是说,”〔苏格拉底〕说,“即使对朋友,也并非在一切事上都应当直率无隐吗?”“凭宙斯起誓,绝非如此,”他说;“如果允许的话,我收回刚才说的话。”“当然必须允许,”苏格拉底说,“这远好过作出不正确的归类。”
τῶν δὲ δὴ τοὺς φίλους ἐξαπατώντων ἐπὶ βλάβῃ, ἵνα μηδὲ τοῦτο παραλίπωμεν ἄσκεπτον, πότερος ἀδικώτερός ἐστιν, ὁ ἑκὼν ἢ ὁ ἄκων; ἀλλʼ, ὦ Σώκρατες, οὐκέτι μὲν ἔγωγε πιστεύω οἷς ἀποκρίνομαι· καὶ γὰρ τὰ πρόσθεν πάντα νῦν ἄλλως ἔχειν δοκεῖ μοι, ἢ ὡς ἐγὼ τότε ᾤμην· ὅμως δὲ εἰρήσθω μοι ἀδικώτερον εἶναι τὸν ἑκόντα ψευδόμενον τοῦ ἄκοντος.2
“为了不让这一点也未经考察就被放过,在那些为了造成损害而欺骗朋友的人当中,究竟是自愿者还是非自愿者更为不义呢?”“但是,苏格拉底,我对自己回答的话再也没有信心了;因为先前的一切事情,我现在看来都与我当时所想的大不相同了。然而,我还是姑且说:自愿说谎的人比非自愿说谎的人更为不义。”
δοκεῖ δέ σοι μάθησις καὶ ἐπιστήμη τοῦ δικαίου εἶναι ὥσπερ τῶν γραμμάτων; ἔμοιγε. πότερον δὲ γραμματικώτερον κρίνεις, ὃς ἂν ἑκὼν μὴ ὀρθῶς γράφῃ καὶ ἀναγιγνώσκῃ ἢ ὃς ἂν ἄκων; ὃς ἂν ἑκών, ἔγωγε· δύναιτο γὰρ ἄν, ὁπότε βούλοιτο, καὶ ὀρθῶς αὐτὰ ποιεῖν. οὐκοῦν ὁ μὲν ἑκὼν μὴ ὀρθῶς γράφων γραμματικὸς ἂν εἴη, ὁ δὲ ἄκων ἀγράμματος; πῶς γὰρ οὔ; τὰ δίκαια δὲ πότερον ὁ ἑκὼν ψευδόμενος καὶ ἐξαπατῶν οἶδεν ἢ ὁ ἄκων; δῆλον ὅτι ὁ ἑκών. οὐκοῦν γραμματικώτερον μὲν τὸν ἐπιστάμενον γράμματα τοῦ μὴ ἐπισταμένου φῂς εἶναι; ναί. δικαιότερον δὲ τὸν ἐπιστάμενον τὰ δίκαια τοῦ μὴ ἐπισταμένου;3 φαίνομαι· δοκῶ δέ μοι καὶ ταῦτα οὐκ οἶδʼ ὅπως λέγειν.
“你是否认为正义也像读写文字一样,有一种学习和知识呢?”“我认为是有的。”“那么,你认为谁更有读写能力:是自愿写错读错的人,还是非自愿这样做的人?”“我认为是自愿这样做的人;因为只要他愿意,他也能把它们做对。”“那么自愿写错的人是有读写能力的,而非自愿写错的人是没有读写能力的,难道不是这样吗?”“怎能不是呢?”“至于正义之事,究竟是自愿说谎和欺骗的人懂得,还是非自愿这样做的人懂得呢?”“显然是自愿的人。”“那么,你说通晓文字的人比不通晓文字的人更有读写能力,是吗?”“是的。”“而懂得正义之事的人比不懂得的人更为正义,也是这样吗?”“看来是这样;但我自己觉得,我都不知道自己怎么会说出这样的话来了。”
- 4.2.16βούλει οὖν, ἔφη, ταῦτα οὕτω θέντες διορισώμεθα
此处为 βούλει 直接接第一人称复数虚拟语气(διορισώμεθα)的口语表达,中间无连接词 ἵνα,意为“你是否愿意我们……?”主格阳性复数分词 θέντες 并不与 βούλει 的主语(第二人称单数)一致,而是与从属从句 διορισώμεθα 的隐含主语(“我们”)保持一致。
- 4.2.19ὅμως δὲ εἰρήσθω μοι ἀδικώτερον εἶναι τὸν ἑκόντα ψευδόμενον τοῦ ἄκοντος.
εἰρήσθω 是动词 λέγω/εἶπον 的完成时被动态第三人称单数命令语气,作无人称用法,意为“权且就算我说了……”;与格 μοι 为常与完成时被动态连用的动作主体与格(行为者与格)。该动词后接宾格不定式结构(ἀδικώτερον εἶναι τὸν ἑκόντα ψευδόμενον),句末的 τοῦ ἄκοντος 则是依附于比较级谓语形容词 ἀδικώτερον 的比较属格。
- 4.2.20δικαιότερον δὲ τὸν ἐπιστάμενον τὰ δίκαια τοῦ μὴ ἐπισταμένου;
承接前一句的主动词与不定式(οὐκοῦν ... φῂς εἶναι)而构成的省略疑问句。宾格主语 τὸν ἐπιστάμενον τὰ δίκαια 与比较级谓语形容词 δικαιότερον 在省略不定式 εἶναι 的情况下构成宾格不定式结构,在句法上从属于省略的主动词 φῄς。末尾的 τοῦ μὴ ἐπισταμένου 为比较属格。
