← 色诺芬

回忆苏格拉底

§4.2.1-4.2.7

欧梯德谟的自负与治国者的教化

苏格拉底接近了因搜集典籍而自命不凡、以智自居的青年欧梯德谟,通过反讽与比喻指出,人们学习普通技艺尚需名师,却妄想在最为重大的治国之术上无需师承与训练便能自然通晓,这是自相矛盾而愚蠢的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.2.1

τοῖς δὲ νομίζουσι παιδείας τε τῆς ἀρίστης τετυχηκέναι καὶ μέγα φρονοῦσιν ἐπὶ σοφίᾳ ὡς προσεφέρετο νῦν διηγήσομαι. καταμαθὼν γὰρ Εὐθύδημον τὸν καλὸν γράμματα πολλὰ συνειλεγμένον ποιητῶν τε καὶ σοφιστῶν τῶν εὐδοκιμωτάτων καὶ ἐκ τούτων ἤδη τε νομίζοντα διαφέρειν τῶν ἡλικιωτῶν ἐν σοφίᾳ καὶ μεγάλας ἐλπίδας ἔχοντα πάντων διοίσειν τῷ δύνασθαι λέγειν τε καὶ πράττειν, πρῶτον μέν, αἰσθανόμενος αὐτὸν διὰ νεότητα οὔπω εἰς τὴν ἀγορὰν εἰσιόντα, εἰ δέ τι βούλοιτο διαπράξασθαι, καθίζοντα εἰς ἡνιοποιεῖόν τι τῶν ἐγγὺς τῆς ἀγορᾶς, εἰς τοῦτο καὶ αὐτὸς ᾔει τῶν μεθʼ ἑαυτοῦ τινας ἔχων.

关于他如何对待那些自认为受过最好教育、以智慧自傲的人,我现在就来叙述。他察觉到美貌的欧梯德谟收集了最著名的诗人和智者的大量著作,并据此已经自认为在智慧上超越同龄人,抱有凭借言说和行动的能力胜过所有人的极大期望。起初,苏格拉底察觉到由于年纪尚轻,欧梯德谟尚未进入市集,但若要办理什么事情,就会坐在市集附近的某家马具作坊里,于是苏格拉底自己也带上了几名同伴前往该处。

§4.2.2

καὶ πρῶτον μὲν πυνθανομένου τινὸς πότερον Θεμιστοκλῆς διὰ συνουσίαν τινὸς τῶν σοφῶν ἢ φύσει τοσοῦτον διήνεγκε τῶν πολιτῶν, ὥστε πρὸς ἐκεῖνον ἀποβλέπειν τὴν πόλιν, ὁπότε σπουδαίου ἀνδρὸς δεηθείη, ὁ Σωκράτης βουλόμενος κινεῖν τὸν Εὐθύδημον εὔηθες ἔφη εἶναι τὸ οἴεσθαι τὰς μὲν ὀλίγου ἀξίας τέχνας μὴ γίγνεσθαι σπουδαίους ἄνευ διδασκάλων ἱκανῶν,1 τὸ δὲ προεστάναι πόλεως, πάντων ἔργων μέγιστον ὄν, ἀπὸ ταὐτομάτου παραγίγνεσθαι τοῖς ἀνθρώποις.

起初,当有人询问德米斯托克利究竟是通过与某位智者交往,还是凭借天性在公民中出类拔萃,以至于城邦每当需要一位干练之士时就指望他时,苏格拉底为了触动欧梯德谟,便说:以为在那些价值微小的技艺中,若无称职的老师人们就无法变得干练,而统治城邦这一所有事务中最大的事业却能自然而然地降临于人类,这种想法未免太天真了。

§4.2.3

πάλιν δέ ποτε παρόντος τοῦ Εὐθυδήμου, ὁρῶν αὐτὸν ἀποχωροῦντα τῆς συνεδρίας καὶ φυλαττόμενον μὴ δόξῃ τὸν Σωκράτην θαυμάζειν ἐπὶ σοφίᾳ, ὅτι μέν, ἔφη, ὦ ἄνδρες, Εὐθύδημος οὑτοσὶ ἐν ἡλικίᾳ γενόμενος, τῆς πόλεως λόγον περί τινος προτιθείσης, οὐκ ἀφέξεται τοῦ συμβουλεύειν, εὔδηλον ἐξ ὧν ἐπιτηδεύει· δοκεῖ δέ μοι καλὸν προοίμιον τῶν δημηγοριῶν παρασκευάσασθαι φυλαττόμενος μὴ δόξῃ μανθάνειν τι παρά του. δῆλον γὰρ ὅτι λέγειν ἀρχόμενος ὧδε προοιμιάσεται·

又一次,欧梯德谟在场时,苏格拉底看到他从聚会中走开,小心翼翼地避免显得因智慧而赞赏苏格拉底,便说道:“诸位,这位欧梯德谟到了年龄、城邦提议商议某事时,绝不会放弃建言献策,这从他的日常所为中是显而易见的;而且在我看来,他通过防备显得从任何人那里学到过什么,为自己的民众演说准备了一段漂亮的开场白。因为显而易见,他开讲时会作这样的开场白:

§4.2.4

“παρʼ οὐδενὸς μὲν πώποτε, ὦ ἄνδρες Ἀθηναῖοι, οὐδὲν ἔμαθον, οὐδʼ ἀκούων τινὰς εἶναι λέγειν τε καὶ πράττειν ἱκανοὺς ἐζήτησα τούτοις ἐντυχεῖν, οὐδʼ ἐπεμελήθην τοῦ διδάσκαλόν τινά μοι γενέσθαι τῶν ἐπισταμένων, ἀλλὰ καὶ τἀναντία· διατετέλεκα γὰρ φεύγων οὐ μόνον τὸ μανθάνειν τι παρά τινος, ἀλλὰ καὶ τὸ δόξαι. ὅμως δὲ ὅ τι ἂν ἀπὸ ταὐτομάτου ἐπίῃ μοι συμβουλεύσω ὑμῖν.”

‘雅典的男人们啊,我从未向任何人学过任何东西,听到有人长于言辞和行动时也未曾寻求去接触他们,也从未留意让任何有知识的人成为我的老师;恰恰相反,因为我不仅一直避免向任何人学习任何东西,甚至避免显得学过。然而,凡是自然涌上我心头的想法,我都将向你们提出建议。’

§4.2.5

ἁρμόσειε δʼ ἂν οὕτω προοιμιάζεσθαι καὶ τοῖς βουλομένοις παρὰ τῆς πόλεως ἰατρικὸν ἔργον λαβεῖν· ἐπιτήδειόν γʼ ἂν αὐτοῖς εἴη τοῦ λόγου ἄρχεσθαι ἐντεῦθεν· “παρʼ οὐδενὸς μὲν πώποτε, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν ἰατρικὴν τέχνην ἔμαθον, οὐδʼ ἐζήτησα διδάσκαλον ἐμαυτῷ γενέσθαι τῶν ἰατρῶν οὐδένα· διατετέλεκα γὰρ φυλαττόμενος οὐ μόνον τὸ μαθεῖν τι παρὰ τῶν ἰατρῶν, ἀλλὰ καὶ τὸ δόξαι μεμαθηκέναι τὴν τέχνην ταύτην. ὅμως δέ μοι τὸ ἰατρικὸν ἔργον δότε· πειράσομαι γὰρ ἐν ὑμῖν ἀποκινδυνεύων μανθάνειν.” πάντες οὖν οἱ παρόντες ἐγέλασαν ἐπὶ τῷ προοιμίῳ.

对于那些想要从城邦获得公职医师职位的人,做这样的开场白也是再合适不过的了;对他们来说,从这里切入演说正合其宜:‘雅典的男人们啊,我从未向任何人学过医术,也未曾寻求任何医师成为我的老师;因为我不仅一直防范向医师们学习任何东西,甚至防范显得学过这门技艺。然而,请把医师的公职赐给我吧;因为我将冒着风险在你们身上尝试学习。’”于是,在场的所有人都对这段开场白付之一笑。

§4.2.6

ἐπεὶ δὲ φανερὸς ἦν ὁ Εὐθύδημος ἤδη μὲν οἷς ὁ Σωκράτης λέγοι προσέχων, ἔτι δὲ φυλαττόμενος αὐτός τι φθέγγεσθαι καὶ νομίζων τῇ σιωπῇ σωφροσύνης δόξαν περιβάλλεσθαι, τότε ὁ Σωκράτης βουλόμενος αὐτὸν παῦσαι τούτου, θαυμαστὸν γάρ, ἔφη, τί ποτε οἱ βουλόμενοι κιθαρίζειν ἢ αὐλεῖν ἢ ἱππεύειν ἢ ἄλλο τι τῶν τοιούτων ἱκανοὶ γενέσθαι πειρῶνται ὡς συνεχέστατα ποιεῖν ὅ τι ἂν βούλωνται δυνατοὶ γενέσθαι, καὶ οὐ καθʼ ἑαυτούς, ἀλλὰ παρὰ τοῖς ἀρίστοις δοκοῦσιν εἶναι, πάντα ποιοῦντες καὶ ὑπομένοντες ἕνεκα τοῦ μηδὲν ἄνευ τῆς ἐκείνων γνώμης ποιεῖν, ὡς οὐκ ἂν ἄλλως ἀξιόλογοι γενόμενοι· τῶν δὲ βουλομένων δυνατῶν γενέσθαι λέγειν τε καὶ πράττειν τὰ πολιτικὰ νομίζουσί τινες2 ἄνευ παρασκευῆς καὶ ἐπιμελείας αὐτόματοι ἐξαίφνης δυνατοὶ ταῦτα ποιεῖν ἔσεσθαι.

但是,当显而易见欧梯德谟已经开始留心听苏格拉底说话,却仍防备着自己开口发言,并自以为借由沉默能为自己赢得审慎的名声时,苏格拉底想要让他停止这种做法,便说道:“真是奇怪,究竟是为什么呢?那些想要精通弹琴、吹笛、骑马或诸如此类技艺的人,都试图尽可能持续地练习他们想要获得能力的事物,而且不是独自练习,而是在那些被认为最优秀的人身边,为了不脱离那些人的指点做任何事而甘愿做一切、忍受一切,仿佛不如此就无法成为值得重视的人一样;然而,在那些想要精于言谈和料理政务的人当中,却有些人认为无需准备和操练,自己就能突如其来、自然而然地精于做这些事。

§4.2.7

καίτοι γε τοσούτῳ ταῦτα ἐκείνων δυσκατεργαστότερα φαίνεται, ὅσῳπερ πλειόνων περὶ ταῦτα πραγματευομένων ἐλάττους οἱ κατεργαζόμενοι γίγνονται. δῆλον οὖν ὅτι καὶ ἐπιμελείας δέονται πλείονος καὶ ἰσχυροτέρας οἱ τούτων ἐφιέμενοι ἢ οἱ ἐκείνων.

然而,比起那些技艺来,这些政务显得越发难以成就,因为从事这些事务的人虽然更多,但能成就的人却更少。由此显而易见,渴望成就这些政务的人,比起渴望掌握那些技艺的人来,需要更多、更强有力的操练。”

语法注2 条
  1. 4.2.2τὰς μὲν ὀλίγου ἀξίας τέχνας μὴ γίγνεσθαι σπουδαίους ἄνευ διδασκάλων ἱκανῶν

    在不定式短语 μὴ γίγνεσθαι σπουδαίους 中,宾格阳性复数表语 σπουδαίους 蕴含着一个泛指的宾格逻辑主语(“人们”)。前置的 τὰς ... τέχνας 作为关系/定语性宾格(accusative of respect),依存于 γίγνεσθαι σπουδαίους(“在技艺上变得干练”)。ὀλίγου 是受形容词 ἀξίας(宾格阴性复数,修饰 τέχνας)支配的价值属格(genitive of value)。

  2. 4.2.6τῶν δὲ βουλομένων δυνατῶν γενέσθαι λέγειν τε καὶ πράττειν τὰ πολιτικὰ νομίζουσί τινες

    属格短语 τῶν ... βουλομένων 是主句主语 τινες 的部分属格(partitive genitive)。在句法上它相当于 τινες τῶν βουλομένων(“在那些希望……的人当中,有些人”),通过语序倒置(hyperbaton)将属格部分前置,以作为与前文形成对照的突出话题。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:4.2.1-4.2.7