- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:4.2.27-4.2.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底与欧梯德谟辨析了因无自知之明而遭致的恶果与自知者的顺遂,随后转向对善与恶的实质考察。苏格拉底指出健康与智慧在不同际遇下亦可能招致灾祸乃至奴役,从而瓦解了一般人对绝对善物的认定。
οἱ δὲ μὴ εἰδότες, ἀλλὰ διεψευσμένοι τῆς ἑαυτῶν δυνάμεως, πρός τε τοὺς ἄλλους ἀνθρώπους καὶ τἆλλα ἀνθρώπινα πράγματα ὁμοίως διάκεινται, καὶ οὔτε ὧν δέονται ἴσασιν οὔτε ὅ τι πράττουσιν οὔτε οἷς χρῶνται, ἀλλὰ πάντων τούτων διαμαρτάνοντες τῶν τε ἀγαθῶν ἀποτυγχάνουσι καὶ τοῖς κακοῖς περιπίπτουσι.
“然而,那些不了解、反而误判了自身能力的人,对于他人以及人类的其他事务也处在同样的状况之中;他们既不知道自己需要什么,也不知道自己在做什么,不知道自己在任用何人,而在这一切事情上都发生失误,从而错失福祉并陷入祸患。
καὶ οἱ μὲν εἰδότες ὅ τι ποιοῦσιν, ἐπιτυγχάνοντες ὧν πράττουσιν, εὔδοξοί τε καὶ τίμιοι γίγνονται· καὶ οἵ τε ὅμοιοι τούτοις ἡδέως χρῶνται, οἵ τε ἀποτυγχάνοντες τῶν πραγμάτων ἐπιθυμοῦσι τούτους ὑπὲρ αὑτῶν βουλεύεσθαι, καὶ προΐστασθαί γε αὑτῶν τούτους, καὶ τὰς ἐλπίδας τῶν ἀγαθῶν ἐν τούτοις ἔχουσι, καὶ διὰ πάντα ταῦτα πάντων μάλιστα τούτους ἀγαπῶσιν.
那些知道自己在做什么的人,由于在所做的事上取得成功,便享有声望且受到尊崇;同类之人乐于与他们交往,而在事务中受挫的人则渴望他们为自己出谋划策,甚至渴望他们率领自己,将获得善果的希望寄托在他们身上,并因这一切缘故而最爱戴他们。
οἱ δὲ μὴ εἰδότες ὅ τι ποιοῦσι, κακῶς τε αἱρούμενοι καὶ οἷς ἂν ἐπιχειρήσωσιν ἀποτυγχάνοντες, οὐ μόνον ἐν αὐτοῖς τούτοις ζημιοῦνταί τε καὶ κολάζονται, ἀλλὰ καὶ ἀδοξοῦσι διὰ ταῦτα καὶ καταγέλαστοι γίγνονται καὶ καταφρονούμενοι καὶ ἀτιμαζόμενοι ζῶσιν. ὁρᾷς δὲ καὶ τῶν πόλεων ὅτι ὅσαι ἂν1 ἀγνοήσασαι τὴν ἑαυτῶν δύναμιν κρείττοσι πολεμήσωσιν, αἱ μὲν ἀνάστατοι γίγνονται, αἱ δʼ ἐξ ἐλευθέρων δοῦλαι.
至于那些不知道自己在做什么的人,由于抉择不当,在一切尝试的事上都遭到失败,不仅在这些事情本身上蒙受损害并受到惩罚,而且还因此名誉扫地,沦为笑柄,在受蔑视与遭贬抑中度日。你也看得到,在城邦之中,凡因不了解自身能力而与强国交战的,要么被夷为平地,要么由自由沦为奴役。”
καὶ ὁ Εὐθύδημος, ὡς πάνυ μοι δοκοῦν, ἔφη, ὦ Σώκρατες, περὶ πολλοῦ ποιητέον εἶναι τὸ ἑαυτὸν γιγνώσκειν, οὕτως ἴσθι·2 ὁπόθεν δὲ χρὴ ἄρξασθαι ἐπισκοπεῖν ἑαυτόν, τοῦτο πρὸς σὲ ἀποβλέπω εἴ μοι ἐθελήσαις ἂν ἐξηγήσασθαι.
欧梯德谟说:“苏格拉底啊,请你确信,我深信应当极为重视认识自己;但究竟应当从何处开始审视自己,我正指望着你,看你是否愿意为我解说。”
οὐκοῦν, ἔφη ὁ Σωκράτης, τὰ μὲν ἀγαθὰ καὶ τὰ κακὰ ὁποῖά ἐστι πάντως που γιγνώσκεις; νὴ Δίʼ, ἔφη, εἰ γὰρ μηδὲ ταῦτα οἶδα, καὶ τῶν ἀνδραπόδων φαυλότερος ἂν εἴην. ἴθι δή, ἔφη, καὶ ἐμοὶ ἐξήγησαι αὐτά. ἀλλʼ οὐ χαλεπόν, ἔφη· πρῶτον μὲν γὰρ αὐτὸ τὸ ὑγιαίνειν ἀγαθὸν εἶναι νομίζω, τὸ δὲ νοσεῖν κακόν· ἔπειτα καὶ τὰ αἴτια ἑκατέρου αὐτῶν καὶ ποτὰ καὶ βρωτὰ καὶ ἐπιτηδεύματα τὰ μὲν πρὸς τὸ ὑγιαίνειν φέροντα ἀγαθά, τὰ δὲ πρὸς τὸ νοσεῖν κακά.
苏格拉底说:“那么,想必你无论如何总知道善与恶是怎样的吧?” “凭宙斯起誓,是的,”他说,“因为如果我连这些都不知道,我就会比奴隶还要低劣了。” “那么来吧,”他说,“也向我解说一番吧。” “这并不难,”他说,“因为首先,我认为健康本身是善,患病是恶;其次,导致二者各自的原因——无论是饮料、食物还是起居习惯——凡有助于健康的便是善,凡导致患病的便是恶。”
οὐκοῦν, ἔφη, καὶ τὸ ὑγιαίνειν καὶ τὸ νοσεῖν, ὅταν μὲν ἀγαθοῦ τινος αἴτια γίγνηται, ἀγαθὰ ἂν εἴη, ὅταν δὲ κακοῦ, κακά. πότε δʼ ἄν, ἔφη, τὸ μὲν ὑγιαίνειν κακοῦ αἴτιον γένοιτο, τὸ δὲ νοσεῖν ἀγαθοῦ; ὅταν νὴ Δίʼ, ἔφη, στρατείας τε αἰσχρᾶς καὶ ναυτιλίας βλαβερᾶς καὶ ἄλλων πολλῶν τοιούτων οἱ μὲν διὰ ῥώμην μετασχόντες ἀπόλωνται, οἱ δὲ διʼ ἀσθένειαν ἀπολειφθέντες σωθῶσιν. ἀληθῆ λέγεις· ἀλλʼ ὁρᾷς, ἔφη, ὅτι καὶ τῶν ὠφελίμων οἱ μὲν διὰ ῥώμην μετέχουσιν, οἱ δὲ διʼ ἀσθένειαν ἀπολείπονται. ταῦτα οὖν, ἔφη, ποτὲ μὲν ὠφελοῦντα, ποτὲ δὲ βλάπτοντα, μᾶλλον ἀγαθὰ ἢ κακά ἐστιν; οὐδὲν μὰ Δία φαίνεται κατά γε τοῦτον τὸν λόγον.
“那么,”〔苏格拉底〕说,“健康与患病,每当成为某种善的原因时就是善,每当成为恶的原因时就是恶了。” “可是,”他说,“健康何曾会成为恶的原因,而患病又何曾会成为善的原因呢?” “凭宙斯起誓,就在这种时候,”他说,“在一次耻辱的远征、一次有害的航海或许多其他诸如此类的事情中,那些因体格健壮而参加的人丧命,而那些因羸弱被留下的人却得以保全。” “你说得对;但你瞧,”他说,“在有益的事情上,也有人因体魄健壮而得以参与,有人则因羸弱而错失。” “那么,这些时而有益、时而有害的事物,”〔苏格拉底〕说,“比起恶来更是善吗?” “凭宙斯起誓,至少根据这一番论证来看,丝毫不见得如此。”
ἀλλʼ ἥ γέ τοι σοφία, ὦ Σώκρατες, ἀναμφισβητήτως ἀγαθόν ἐστι· ποῖον γὰρ ἄν τις πρᾶγμα οὐ βέλτιον πράττοι σοφὸς ὢν ἢ ἀμαθής; τί δέ; τὸν Δαίδαλον, ἔφη, οὐκ ἀκήκοας ὅτι ληφθεὶς ὑπὸ Μίνω3 διὰ τὴν σοφίαν ἠναγκάζετο ἐκείνῳ δουλεύειν καὶ τῆς τε πατρίδος ἅμα καὶ τῆς ἐλευθερίας ἐστερήθη καὶ ἐπιχειρῶν ἀποδιδράσκειν μετὰ τοῦ υἱοῦ τόν τε παῖδα ἀπώλεσε καὶ αὐτὸς οὐκ ἐδυνήθη σωθῆναι, ἀλλʼ ἀπενεχθεὶς εἰς τοὺς βαρβάρους πάλιν ἐκεῖ ἐδούλευε; λέγεται νὴ Δίʼ, ἔφη, ταῦτα. τὰ δὲ Παλαμήδους οὐκ ἀκήκοας πάθη; τοῦτον γὰρ δὴ πάντες ὑμνοῦσιν ὡς διὰ σοφίαν φθονηθεὶς ὑπὸ τοῦ Ὀδυσσέως ἀπόλλυται. λέγεται καὶ ταῦτα, ἔφη. ἄλλους δὲ πόσους οἴει διὰ σοφίαν ἀνασπάστους πρὸς βασιλέα γεγονέναι καὶ ἐκεῖ δουλεύειν;
“然而,苏格拉底啊,智慧无论如何是无可争议的善;因为无论什么事情,智慧之人岂不总比无知之人处理得更好吗?” “那么怎么样呢?”〔苏格拉底〕说,“你难道没听说过代达罗斯的事吗?由于智慧,他被米诺斯俘获并被迫为之服役,同时丧失了祖国与自由,当他试图与儿子一同逃走时,不仅失去了儿子,自己也没能得救,反被带到了异族人那里,在彼处再次沦为奴隶?” “凭宙斯起誓,人们确实是这么说的,”他说。 “那你难道没听说过帕拉墨得斯的遭遇吗?所有人都歌咏他,说他因智慧而遭到奥德修斯的嫉妒以致丧命。” “这也确实有人说,”他说。 “那你以为,又有多少其他人因智慧而被掳往波斯大王那里,并在那里为奴呢?”
- 4.2.29ὁρᾷς δὲ καὶ τῶν πόλεων ὅτι ὅσαι ἂν
名词短语 τῶν πόλεων 被先取(prolepsis)或提顿到从属连词 ὅτι 之前。在句法逻辑上,它是关系词 ὅσαι ἂν 的部分属格(即“诸城邦中,凡是……”),并进一步分配承接后文主句的主语 αἱ μέν ... αἱ δέ。
- 4.2.30ὡς πάνυ μοι δοκοῦν, ἔφη, ὦ Σώκρατες, περὶ πολλοῦ ποιητέον εἶναι τὸ ἑαυτὸν γιγνώσκειν, οὕτως ἴσθι
分词 δοκοῦν 是非人称动词 δοκεῖ 的绝对对格(accusative absolute),与表示主观确信的连词 ὡς 连用,并与主句的祈使句 οὕτως ἴσθι(“请如此确信……”)形成呼应结构(ὡς ... οὕτως ἴσθι)。其中 περὶ πολλοῦ ποιητέον εἶναι 为动形容词结构,表示“必须视为极其重要”。
- 4.2.33τὸν Δαίδαλον, ἔφη, οὐκ ἀκήκοας ὅτι ληφθεὶς ὑπὸ Μίνω
典型的先取结构(prolepsis):从属从句(ὅτι 从句)的逻辑主语 τὸν Δαίδαλον 被提前并置于对格,作为主句动词 ἀκήκοας 的直接宾语(字面作“你难道没有听说过代达罗斯,即他被……俘获吗”)。
