- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:4.2.21-4.2.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底指出对于同一事物说法不一者的无知,并将不懂美好、善良与正义之人定义为“奴性之人”,使欧梯德谟陷入沮丧。随后他援引德尔斐神谕“认识你自己”,阐明真正的自知在于审视自身的能力与功用,而这正是获得福祉与行事顺遂的根基。
τί δὲ δή, ὃς ἂν βουλόμενος τἀληθῆ λέγειν μηδέποτε τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγῃ, ἀλλʼ ὁδόν τε φράζων τὴν αὐτὴν τοτὲ μὲν πρὸς ἕω, τοτὲ δὲ πρὸς ἑσπέραν φράζῃ, καὶ λογισμὸν ἀποφαινόμενος τὸν αὐτὸν τοτὲ μὲν πλείω, τοτὲ δʼ ἐλάττω ἀποφαίνηται, τί σοι δοκεῖ ὁ τοιοῦτος; δῆλος νὴ Δίʼ εἶναι ὅτι ἃ ᾤετο εἰδέναι οὐκ οἶδεν.1
“那么,若是有人想要说出真话,却绝不在同一件事上说同样的话,反而在指明同一条路时,一时指往东方,一时又指往西方,而在报告同一笔账目时,一时说多,一时又说少——你觉得这样的人怎么样?” “凭宙斯起誓,显而易见,他并不懂得自己以为懂得的事。”
οἶσθα δέ τινας ἀνδραποδώδεις καλουμένους; ἔγωγε. πότερον διὰ σοφίαν ἢ διʼ ἀμαθίαν; δῆλον ὅτι διʼ ἀμαθίαν. ἆρʼ οὖν διὰ τὴν τοῦ χαλκεύειν ἀμαθίαν τοῦ ὀνόματος τούτου τυγχάνουσιν; οὐ δῆτα. ἀλλʼ ἄρα διὰ τὴν τοῦ τεκταίνεσθαι; οὐδὲ διὰ ταύτην. ἀλλὰ διὰ τὴν τοῦ σκυτεύειν; οὐδὲ διʼ ἓν τούτων, ἔφη, ἀλλὰ καὶ τοὐναντίον· οἱ γὰρ πλεῖστοι τῶν γε τὰ τοιαῦτα ἐπισταμένων ἀνδραποδώδεις εἰσίν. ἆρʼ οὖν τῶν τὰ καλὰ καὶ ἀγαθὰ καὶ δίκαια μὴ εἰδότων τὸ ὄνομα τοῦτʼ ἐστίν;
“那么,你知道有些人被称为具有奴性吗?” “我知道。” “这是由于智慧,还是由于无知呢?” “显然是由于无知。” “那么,难道他们是因为不懂锻铁术才得到这个名称的吗?” “绝非如此。” “那么难道是因为不懂木工吗?” “也不是因为这个。” “那么是因为不懂制鞋吗?” “并非由于这些中的任何一种,”他说,“反倒是截然相反;因为通晓这些事物的人大多正是奴隶般的人。” “那么,这个名称是属于那些不懂得美好、善良与正义之事的人吗?”
ἔμοιγε δοκεῖ, ἔφη. οὐκοῦν δεῖ παντὶ τρόπῳ διατειναμένους φεύγειν ὅπως μὴ ἀνδράποδα ὦμεν.2 ἀλλὰ νὴ τοὺς θεούς, ἔφη, ὦ Σώκρατες, πάνυ ᾤμην φιλοσοφεῖν φιλοσοφίαν διʼ ἧς ἂν μάλιστα ἐνόμιζον παιδευθῆναι3 τὰ προσήκοντα ἀνδρὶ καλοκαγαθίας ὀρεγομένῳ· νῦν δὲ πῶς οἴει με ἀθύμως ἔχειν, ὁρῶντα ἐμαυτὸν διὰ μὲν τὰ προπεπονημένα οὐδὲ τὸ ἐρωτώμενον ἀποκρίνεσθαι δυνάμενον ὑπὲρ ὧν μάλιστα χρὴ εἰδέναι, ἄλλην δὲ ὁδὸν οὐδεμίαν ἔχοντα ἣν ἂν πορευόμενος βελτίων γενοίμην;
“在我看来是的,”他说。 “因此我们必须竭尽一切方法全力以赴,以免自己成为奴隶。” “但是,凭诸神起誓,苏格拉底啊,”他说,“我原本深信自己所从事的哲学,乃是我认为最能使人受到合于追求优良德性之士所需教养的学问;可是现在,你想想看我是何等沮丧:看到自己经历了先前的辛劳,却连针对最应当知道的事情所提出的问题都无法回答,又没有任何别的道路可循,循之可以使自己变得更好!”
καὶ ὁ Σωκράτης, εἰπέ μοι, ἔφη, ὦ Εὐθύδημε· εἰς Δελφοὺς δὲ ἤδη πώποτε ἀφίκου; καὶ δίς γε νὴ Δίʼ, ἔφη. κατέμαθες οὖν πρὸς τῷ ναῷ που γεγραμμένον τὸ γνῶθι σαυτόν; ἔγωγε. πότερον οὖν οὐδέν σοι τοῦ γράμματος ἐμέλησεν ἢ προσέσχες τε καὶ ἐπεχείρησας σαυτὸν ἐπισκοπεῖν ὅστις εἴης; μὰ Δίʼ οὐ δῆτα, ἔφη· καὶ γὰρ δὴ πάνυ τοῦτό γε ᾤμην εἰδέναι· σχολῇ γὰρ ἂν ἄλλο τι ᾔδειν, εἴ γε μηδʼ ἐμαυτὸν ἐγίγνωσκον.
苏格拉底说:“告诉我,欧梯德谟,你至今曾去过德尔斐吗?” “凭宙斯起誓,去过两次呢,”他说。 “那么,你注意到神庙某处写着‘认识你自己’了吗?” “注意到了。” “那么,你对这铭文毫不在意呢,还是留意了它,并试图审视自己究竟是怎样的人?” “凭宙斯起誓,绝未尝试,”他说;“因为我确实深以为这至少是我全晓得的;如果我连自己都不了解,那我就很难知道别的事情了。”
πότερα δέ σοι δοκεῖ γιγνώσκειν ἑαυτόν, ὅστις τοὔνομα τὸ ἑαυτοῦ μόνον οἶδεν, ἢ ὅστις, ὥσπερ οἱ τοὺς ἵππους ὠνούμενοι οὐ πρότερον οἴονται γιγνώσκειν ὃν ἂν βούλωνται γνῶναι, πρὶν ἂν ἐπισκέψωνται πότερον εὐπειθής ἐστιν ἢ δυσπειθής, καὶ πότερον ἰσχυρὸς ἢ ἀσθενής, καὶ πότερον ταχὺς ἢ βραδύς, καὶ τἆλλα τὰ πρὸς τὴν τοῦ ἵππου χρείαν ἐπιτήδειά τε καὶ ἀνεπιτήδεια ὅπως ἔχει, οὕτως ἑαυτὸν ἐπισκεψάμενος, ὁποῖός ἐστι πρὸς τὴν ἀνθρωπίνην χρείαν, ἔγνωκε τὴν αὑτοῦ δύναμιν; οὕτως ἔμοιγε δοκεῖ, ἔφη, ὁ μὴ εἰδὼς τὴν αὑτοῦ δύναμιν ἀγνοεῖν ἑαυτόν.
“在你看来,究竟是谁认识了自己:是只知道自己名字的人呢,还是像买马的人那样——在考察马是温顺还是倔强、强壮还是羸弱、迅疾还是迟缓,以及马在使用上的其他适宜与不适宜之处如何之前,绝不认为已经认识了自己想要了解的马——这样审视了自己,看自己对于人类的功用究竟如何,从而认清了自身能力的人呢?” “在我看来正是如此,”他说,“不了解自身能力的人,就是这样不认识自己。”
ἐκεῖνο δὲ οὐ φανερόν, ἔφη, ὅτι διὰ μὲν τὸ εἰδέναι ἑαυτοὺς πλεῖστα ἀγαθὰ πάσχουσιν ἄνθρωποι, διὰ δὲ τὸ ἐψεῦσθαι ἑαυτῶν4 πλεῖστα κακά; οἱ μὲν γὰρ εἰδότες ἑαυτοὺς τά τε ἐπιτήδεια ἑαυτοῖς ἴσασι καὶ διαγιγνώσκουσιν ἅ τε δύνανται καὶ ἃ μή· καὶ ἃ μὲν ἐπίστανται πράττοντες πορίζονταί τε ὧν δέονται καὶ εὖ πράττουσιν, ὧν δὲ μὴ ἐπίστανται ἀπεχόμενοι ἀναμάρτητοι γίγνονται καὶ διαφεύγουσι τὸ κακῶς πράττειν· διὰ τοῦτο δὲ καὶ τοὺς ἄλλους ἀνθρώπους δυνάμενοι δοκιμάζειν καὶ διὰ τῆς τῶν ἄλλων χρείας τά τε ἀγαθὰ πορίζονται καὶ τὰ κακὰ φυλάττονται.
“那么,这一点难道不是显而易见的吗,”〔苏格拉底〕说,“由于认识自己,人们承受着极大的福祉,而由于误认自己,人们招致了极大的祸患?因为认识自己的人既懂得适合自己的事物,又能辨别自己能做什么、不能做什么;由于做自己懂得的事,他们既获得了所需要的东西又生活顺遂,而由于远离自己不懂得的事,他们就不犯过错且免于落魄;而且由于这一点,他们也能够鉴别他人,并通过与他人的交往获取善果、防范恶患。”
- 4.2.21δῆλος νὴ Δίʼ εἶναι ὅτι ἃ ᾤετο εἰδέναι οὐκ οἶδεν
欧梯德谟对苏格拉底前文提问 τί σοι δοκεῖ ὁ τοιοῦτος? 的回答。承接动词 δοκεῖ 构成人称构式 δοκεῖ δῆλος εἶναι ὅτι...,主格形容词 δῆλος 作表语,与承前省略的主语(ὁ τοιοῦτος)保持一致,而非使用无人称的中性格 δῆλον εἶναι。
- 4.2.23διατειναμένους φεύγειν ὅπως μὴ ἀνδράποδα ὦμεν
无人称动词 δεῖ 所支配的不定词 φεύγειν 的逻辑主语由宾格分词 διατειναμένους 充当。此处的宾格暗指泛指意义上的“我们”,并与随后的目的/努力从句 ὅπως μὴ ἀνδράποδα ὦμεν(第一人称复数)在意义上呼应。
- 4.2.23διʼ ἧς ἂν μάλιστα ἐνόμιζον παιδευθῆναι
关系从句中的 ἄν 修饰受 ἐνόμιζον 支配的不定词 παιδευθῆναι(相当于直接引语中的潜在祈愿式 ἂν παιδευθείην),结合未完成过去时 ἐνόμιζον 表达过去所持的信念(“我本以为借助它便最能获得教养”——暗示如今看来并非如此),反映了欧梯德谟的幻灭与自省。
- 4.2.26διὰ δὲ τὸ ἐψεῦσθαι ἑαυτῶν
带冠词不定词构式(介词 διά 支配中性宾格冠词 τὸ 以及完成体中动态不定词 ἐψεῦσθαι)。动词 ψεύδομαι 在此支配表示参照或分离的属格 ἑαυτῶν,意为“在关于……的事上受蒙骗、误认”,此处即指“误判自己、对自己产生错觉”。
