- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:4.1.1-4.1.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记叙了苏格拉底在各方面对同伴的教益、他所看重的优秀资质的标准,以及他如何告诫自恃天资聪颖或依仗财富而轻视教育的人。
οὕτω δὲ Σωκράτης ἦν ἐν παντὶ πράγματι καὶ πάντα τρόπον ὠφέλιμος, ὥστε τῷ σκοπουμένῳ τοῦτο καὶ μετρίως αἰσθανομένῳ φανερὸν εἶναι ὅτι οὐδὲν ὠφελιμώτερον ἦν τοῦ Σωκράτει συνεῖναι καὶ μετʼ ἐκείνου διατρίβειν ὁπουοῦν καὶ ἐν ὁτῳοῦν πράγματι· ἐπεὶ καὶ τὸ ἐκείνου μεμνῆσθαι μὴ παρόντος οὐ μικρὰ ὠφέλει τοὺς εἰωθότας τε αὐτῷ συνεῖναι καὶ ἀποδεχομένους ἐκεῖνον. καὶ γὰρ παίζων οὐδὲν ἧττον ἢ σπουδάζων ἐλυσιτέλει τοῖς συνδιατρίβουσι.
苏格拉底在任何事情上、以任何方式都是有益的,以至于对考察并稍加体会此事的人而言,显而易见,没有任何事情比与苏格拉底相处、无论在何处及何事上与他共度时光更为有益。因为即使在他不在场时记起他,对于那些习惯与他相处并接纳他的人来说,也有着不小的益处;事实上,他在开玩笑时,对身边的同伴也同严肃认真时一样大有裨益。
πολλάκις γὰρ ἔφη μὲν ἄν τινος ἐρᾶν,1 φανερὸς δʼ ἦν οὐ τῶν τὰ σώματα πρὸς ὥραν, ἀλλὰ τῶν τὰς ψυχὰς πρὸς ἀρετὴν εὖ πεφυκότων ἐφιέμενος.2 ἐτεκμαίρετο δὲ τὰς ἀγαθὰς φύσεις ἐκ τοῦ ταχύ τε μανθάνειν οἷς προσέχοιεν καὶ μνημονεύειν ἃ μάθοιεν καὶ ἐπιθυμεῖν τῶν μαθημάτων πάντων διʼ ὧν ἔστιν οἶκόν τε καλῶς οἰκεῖν καὶ πόλιν καὶ τὸ ὅλον ἀνθρώποις τε καὶ τοῖς ἀνθρωπίνοις πράγμασιν εὖ χρῆσθαι· τοὺς γὰρ τοιούτους ἡγεῖτο παιδευθέντας οὐκ ἂν μόνον αὐτούς τε εὐδαίμονας εἶναι καὶ τοὺς ἑαυτῶν οἴκους καλῶς οἰκεῖν, ἀλλὰ καὶ ἄλλους ἀνθρώπους καὶ πόλεις δύνασθαι εὐδαίμονας ποιεῖν.
因为他常说自己爱恋着某人,但显而易见的是,他渴望的并不是那些肉体容貌正盛的人,而是那些在灵魂上生来向往美德的人。他根据人们能够迅速学会用心专注的事物、牢记所学的内容,并渴望学习一切能够很好地管理家业和城邦、总括而言能够妥善对待人类与人事的所有学问,来判断何为优秀的资质。因为他认为,这样的人一旦受到教育,不仅自己能获得幸福且妥善管理家业,还能够使其他人和城邦也变得幸福。
οὐ τὸν αὐτὸν δὲ τρόπον ἐπὶ πάντας ᾔει, ἀλλὰ τοὺς μὲν οἰομένους φύσει ἀγαθοὺς εἶναι, μαθήσεως δὲ καταφρονοῦντας ἐδίδασκεν ὅτι αἱ ἄρισται δοκοῦσαι εἶναι φύσεις μάλιστα παιδείας δέονται, ἐπιδεικνύων τῶν τε ἵππων τοὺς εὐφυεστάτους, θυμοειδεῖς τε καὶ σφοδροὺς ὄντας, εἰ μὲν ἐκ νέων δαμασθεῖεν, εὐχρηστοτάτους καὶ ἀρίστους γιγνομένους, εἰ δὲ ἀδάμαστοι γένοιντο, δυσκαθεκτοτάτους καὶ φαυλοτάτους· καὶ τῶν κυνῶν τῶν εὐφυεστάτων, φιλοπόνων τε οὐσῶν καὶ ἐπιθετικῶν τοῖς θηρίοις, τὰς μὲν καλῶς ἀχθείσας ἀρίστας γίγνεσθαι3 πρὸς τὰς θήρας καὶ χρησιμωτάτας, ἀναγώγους δὲ γιγνομένας ματαίους τε καὶ μανιώδεις καὶ δυσπειθεστάτας.
然而,他并非以同一种方式对待所有人;对于那些自恃天资优渥而鄙视学问的人,他教导他们说,被认为最优秀的天性最需要教育。他指出,在马匹当中,资质最优秀的往往意气高昂、性情迅猛,若是从小加以驯化,就会变得最有用、最优秀;但如果未被驯化,就会变得极其难以驾驭且极其拙劣。又如在猎犬中,资质最优秀的往往吃苦耐劳且敢于攻击野兽,如果训练有素,就会成为极佳且极有用的猎犬;但如果缺乏管教,就会变得徒劳无功、狂躁不羁且极难服从。
ὁμοίως δὲ καὶ τῶν ἀνθρώπων τοὺς εὐφυεστάτους, ἐρρωμενεστάτους τε ταῖς ψυχαῖς ὄντας καὶ ἐξεργαστικωτάτους ὧν ἂν ἐγχειρῶσι, παιδευθέντας μὲν καὶ μαθόντας ἃ δεῖ πράττειν, ἀρίστους τε καὶ ὠφελιμωτάτους γίγνεσθαι· πλεῖστα γὰρ καὶ μέγιστα ἀγαθὰ ἐργάζεσθαι· ἀπαιδεύτους δὲ καὶ ἀμαθεῖς γενομένους κακίστους τε καὶ βλαβερωτάτους γίγνεσθαι· κρίνειν γὰρ οὐκ ἐπισταμένους ἃ δεῖ πράττειν, πολλάκις πονηροῖς ἐπιχειρεῖν πράγμασι, μεγαλείους δὲ καὶ σφοδροὺς ὄντας δυσκαθέκτους τε καὶ δυσαποτρέπτους εἶναι, διʼ ὃ πλεῖστα καὶ μέγιστα κακὰ ἐργάζεσθαι.
同样地,人类当中那些天资最为优异、灵魂最为坚毅、最能完成所着手事业的人,一旦受过教育并学会了应当做什么,就会变得最优秀、最有益——因为他们能成就最多且最大的善举;但如果他们未经教育而愚昧无知,就会变得最邪恶、最有害。因为他们不懂得判断应当做什么,往往会着手作恶,并且由于他们器量宏大、性情迅猛而难以遏制、难以劝阻,因此会造成最多且最大的祸患。
τοὺς δʼ ἐπὶ πλούτῳ μέγα φρονοῦντας καὶ νομίζοντας οὐδὲν προσδεῖσθαι παιδείας, ἐξαρκέσειν δὲ σφίσι τὸν πλοῦτον οἰομένους πρὸς τὸ διαπράττεσθαί τε ὅ τι ἂν βούλωνται καὶ τιμᾶσθαι ὑπὸ τῶν ἀνθρώπων ἐφρένου λέγων ὅτι μῶρος μὲν εἴη, εἴ τις οἴεται4 μὴ μαθὼν τά τε ὠφέλιμα καὶ τὰ βλαβερὰ τῶν πραγμάτων διαγνώσεσθαι, μῶρος δʼ, εἴ τις μὴ διαγιγνώσκων μὲν ταῦτα, διὰ δὲ τὸν πλοῦτον ὅ τι ἂν βούληται ποριζόμενος οἴεται δυνήσεσθαι τὰ συμφέροντα πράττειν, ἠλίθιος δʼ, εἴ τις μὴ δυνάμενος τὰ συμφέροντα πράττειν εὖ τε πράττειν οἴεται καὶ τὰ πρὸς τὸν βίον αὐτῷ καλῶς ἢ ἱκανῶς παρεσκευάσθαι, ἠλίθιος δὲ καὶ εἴ τις οἴεται διὰ τὸν πλοῦτον, μηδὲν ἐπιστάμενος, δόξειν τι ἀγαθὸς εἶναι ἤ, μηδὲν ἀγαθὸς εἶναι δοκῶν, εὐδοκιμήσειν.
而对于那些依仗财富自命不凡、认为自己完全不需要教育、自以为财富就足以让他们做成任何想做的事并受人尊崇的人,他则予以规劝并说道:如果有人以为不用学习就能辨别事物之中的利与弊,那他就是个蠢人;如果有人无法辨别这些,却以为凭着财富弄到任何想要的东西就能做到对自己有益的事,那他也是个蠢人;如果有人无法做到对自己有益的事,却自以为过得很好且生活所需的一切都已妥善或充分地准备停当,那他就是个糊涂虫;如果有人以为凭借财富,哪怕一无所知也能显得是个优秀之人,或者在完全不显优秀的情况下还能享有盛名,那他也同样是个糊涂虫。
- 4.1.2πολλάκις γὰρ ἔφη μὲν ἄν τινος ἐρᾶν
小词 ἄν 与未完成过去时 ἔφη 连用,表示过去反复发生或习惯性的动作(“他常说……”),并非条件句中的与事实相反结果节。
- 4.1.2φανερὸς δʼ ἦν οὐ τῶν τὰ σώματα πρὸς ὥραν, ἀλλὰ τῶν τὰς ψυχὰς πρὸς ἀρετὴν εὖ πεφυκότων ἐφιέμενος
形容词 φανερός 与分词 ἐφιέμενος 连用的人称句结构(“显而易见他渴望……”)。动词 ἐφίεμαι 支配属格宾语(即实词化的分词 τῶν ... εὖ πεφυκότων)。宾格词 τὰ σώματα 与 τὰς ψυχάς 为关系或限制宾格(“在肉体上”、“在灵魂上”)。
- 4.1.3ἐπιδεικνύων τῶν τε ἵππων τοὺς εὐφυεστάτους ... γιγνομένους ... καὶ τῶν κυνῶν τῶν εὐφυεστάτων ... τὰς μὲν καλῶς ἀχθείσας ἀρίστας γίγνεσθαι
分词 ἐπιδεικνύων 引导的补足成分中出现了句式转换(破格):前一部分(马)采用“宾格+分词”结构(τοὺς εὐφυεστάτους ... γιγνομένους),而后一部分(猎犬)则转换为“宾格+不定式”结构(τὰς μὲν ... γίγνεσθαι),二者在逻辑上是平行的间接引语补足成分。
- 4.1.5μῶρος μὲν εἴη, εἴ τις οἴεται
在 ὅτι 引导的间接引语中,主句使用了斜格祈愿语气 εἴη(代表直接引语中的 μῶρος ἄν εἴη 或 μῶρός ἐστιν),而条件从句则保留了直陈式现在时(εἴ τις οἴεται),保留了原本的现实条件假设形式。
