← 色诺芬

回忆苏格拉底

§3.14.1-3.14.7

宴饮的礼法与节制饮食的真意

苏格拉底在共餐时纠正分担菜肴与贪吃美味的不良习惯,劝导同席者节制饮食,并阐发了“美餐”的真正含义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.14.1

ὁπότε δὲ τῶν συνιόντων ἐπὶ δεῖπνον οἱ μὲν μικρὸν ὄψον, οἱ δὲ πολὺ φέροιεν, ἐκέλευεν ὁ Σωκράτης τὸν παῖδα τὸ μικρὸν ἢ εἰς τὸ κοινὸν τιθέναι ἢ διανέμειν ἑκάστῳ τὸ μέρος. οἱ οὖν τὸ πολὺ φέροντες ᾐσχύνοντο τό τε μὴ κοινωνεῖν τοῦ εἰς τὸ κοινὸν τιθεμένου καὶ τὸ μὴ ἀντιτιθέναι τὸ ἑαυτῶν· ἐτίθεσαν οὖν καὶ τὸ ἑαυτῶν εἰς τὸ κοινόν. καὶ ἐπεὶ οὐδὲν πλέον εἶχον τῶν μικρὸν φερομένων, ἐπαύοντο πολλοῦ ὀψωνοῦντες.

每当聚餐的人中有人只带很少的菜肴,而另一些人带很多时,苏格拉底总是吩咐仆人要么把少的那份放到公用盘里,要么分给每个人一份。于是,那些带了很多菜肴的人,既不好意思不分享公用盘里的东西,又不好意思不拿出自己的那份作为回报;于是他们也把自己带的放到了公用盘里。既然他们分得的并不比那些带得少的人多,他们便不再花大钱去采购美味的菜肴了。

§3.14.2

καταμαθὼν δέ ποτε τῶν συνδειπνούντων τινὰ τοῦ μὲν σίτου πεπαυμένον, τὸ δὲ ὄψον αὐτὸ καθʼ αὑτὸ ἐσθίοντα, λόγου ὄντος περὶ ὀνομάτων, ἐφʼ οἵῳ ἔργῳ ἕκαστον εἴη, ἔχοιμεν ἄν, ἔφη, ὦ ἄνδρες, εἰπεῖν, ἐπὶ ποίῳ ποτὲ ἔργῳ1 ἄνθρωπος ὀψοφάγος καλεῖται; ἐσθίουσι μὲν γὰρ δὴ πάντες ἐπὶ τῷ σίτῳ ὄψον, ὅταν παρῇ· ἀλλʼ οὐκ οἶμαί πω ἐπὶ τούτῳ γε ὀψοφάγοι καλοῦνται. οὐ γὰρ οὖν, ἔφη τις τῶν παρόντων.

有一次,他注意到同席的一位进餐者不再吃主食的面包,而是单独吃菜肴,适逢大家正在讨论名称以及每个名称是针对何种行为而定下的,苏格拉底便说:“诸位,我们能否说出,一个人究竟是因何种行为才被称为‘贪食美味者’的?因为大家确实只要有菜,都会就着主食吃;但我以为,至少绝不会仅仅因此就被称为贪食美味者。”在座的一人答道:“确实不会。”

§3.14.3

τί γάρ; ἔφη, ἐάν τις ἄνευ τοῦ σίτου τὸ ὄψον αὐτὸ ἐσθίῃ, μὴ ἀσκήσεως, ἀλλʼ ἡδονῆς ἕνεκα, πότερον ὀψοφάγος εἶναι δοκεῖ ἢ οὔ; σχολῇ γʼ ἄν, ἔφη, ἄλλος τις ὀψοφάγος εἴη.2 καί τις ἄλλος τῶν παρόντων, ὁ δὲ μικρῷ σίτῳ, ἔφη, πολὺ ὄψον ἐπεσθίων; ἐμοὶ μέν, ἔφη ὁ Σωκράτης, καὶ οὗτος δοκεῖ δικαίως ἂν ὀψοφάγος καλεῖσθαι· καὶ ὅταν γε οἱ ἄλλοι ἄνθρωποι τοῖς θεοῖς εὔχωνται πολυκαρπίαν, εἰκότως ἂν οὗτος πολυοψίαν εὔχοιτο.

苏格拉底说:“那么,如果有人不就着主食而单单吃菜肴,不是为了强身健体,而是纯粹为了享乐,这样的人看来是贪食美味者呢,还是不是?”那人答道:“如果他都不算,恐怕很难再有别人能算得上了。”在座的另一个人问:“那么,就着极少的主食吃大量菜肴的人又算不算呢?”苏格拉底说:“依我看,这个人也可以名正言顺地被称为贪食美味者;当别人向神明祈求五谷丰登时,他大可理所当然地祈求美味丰盛。”

§3.14.4

ταῦτα δὲ τοῦ Σωκράτους εἰπόντος, νομίσας ὁ νεανίσκος εἰς αὑτὸν εἰρῆσθαι τὰ λεχθέντα τὸ μὲν ὄψον οὐκ ἐπαύσατο ἐσθίων, ἄρτον δὲ προσέλαβε. καὶ ὁ Σωκράτης καταμαθών, παρατηρεῖτʼ, ἔφη, τοῦτον οἱ πλησίον, ὁπότερα τῷ σίτῳ ὄψῳ ἢ τῷ ὄψῳ σίτῳ χρήσεται.3

苏格拉底说了这番话后,那个年轻人以为这是冲着自己说的,虽然没有停下吃菜,却随手拿了一块面包。苏格拉底察觉后便说:“坐在他旁边的人,你们注意看着,看他是把主食当配菜吃,还是把配菜当主食吃。”

§3.14.5

ἄλλον δέ ποτε τῶν συνδείπνων ἰδὼν ἐπὶ τῷ ἑνὶ ψωμῷ πλειόνων ὄψων γευόμενον, ἆρα γένοιτʼ ἄν, ἔφη, πολυτελεστέρα ὀψοποιία ἢ μᾶλλον τὰ ὄψα λυμαινομένη, ἢ ἣν ὀψοποιεῖται ὁ ἅμα πολλὰ ἐσθίων καὶ ἅμα παντοδαπὰ ἡδύσματα εἰς τὸ στόμα λαμβάνων; πλείω μέν γε τῶν ὀψοποιῶν συμμιγνύων πολυτελέστερα ποιεῖ· ἃ δὲ ἐκεῖνοι μὴ συμμιγνύουσιν, ὡς οὐχ ἁρμόττοντα, ὁ συμμιγνύων, εἴπερ ἐκεῖνοι ὀρθῶς ποιοῦσιν, ἁμαρτάνει τε καὶ καταλύει τὴν τέχνην αὐτῶν.

又有一次,看到同席的一人在一口面包上品尝好几种菜肴,苏格拉底便说:“一个人同时吃许多种菜,同时把各种调料放进嘴里,难道还能有比这更奢靡、或者更能败坏菜肴原味的烹饪法吗?他把比厨师所调配还要多的东西混杂在一起,这就使它变得更奢靡了;而把那些厨师因认为不搭配而没有混在一起的东西混杂起来的人——假设厨师的做法是正确的话——不仅犯了错,而且毁掉了他们的技艺。”

§3.14.6

καίτοι πῶς οὐ γελοῖόν ἐστι παρασκευάζεσθαι μὲν ὀψοποιοὺς τοὺς ἄριστα ἐπισταμένους, αὐτὸν δὲ μηδʼ ἀντιποιούμενον τῆς τέχνης ταύτης τὰ ὑπʼ ἐκείνων ποιούμενα μετατιθέναι; καὶ ἄλλο δέ τι προσγίγνεται τῷ ἅμα πολλὰ ἐσθίειν ἐθισθέντι· μὴ παρόντων γὰρ πολλῶν μειονεκτεῖν ἄν τι δοκοίη ποθῶν τὸ σύνηθες· ὁ δὲ συνεθισθεὶς τὸν ἕνα ψωμὸν ἑνὶ ὄψῳ προπέμπειν, ὅτε μὴ παρείη πολλά, δύναιτʼ ἂν ἀλύπως τῷ ἑνὶ χρῆσθαι.

“然而,雇用最懂烹饪的厨师,自己甚至都不自称懂得这门技艺,却任意改动他们做出来的食物,这岂不是很可笑吗?此外,习惯于同时吃许多东西的人还会面临另一种后果:当没有许多菜肴在眼前时,他会因为渴望习惯吃到的东西而觉得自己吃亏受损;但那些习惯于一口面包只配一种菜送下肚的人,在没有丰盛菜肴的时候,也能毫无苦恼地享用那仅有的一种。”

§3.14.7

ἔλεγε δὲ καὶ ὡς τὸ εὐωχεῖσθαι ἐν τῇ Ἀθηναίων γλώττῃ ἐσθίειν καλοῖτο· τὸ δὲ εὖ προσκεῖσθαι ἔφη ἐπὶ τῷ ταῦτα ἐσθίειν,4 ἃ μήτε τὴν ψυχὴν μήτε τὸ σῶμα λυποίη μηδὲ δυσεύρετα εἴη· ὥστε καὶ τὸ εὐωχεῖσθαι τοῖς κοσμίως διαιτωμένοις ἀνετίθει.

他还常说,在雅典人的话语中,“大摆宴席(享用美餐)”原本就是“进食”的意思;而加上“美(善)”这个字,是指吃那些既不伤心灵也不损肉体、且并不难觅之物;因此,他也把“享用美餐”的名义归于那些生活起居严谨规矩的人。

语法注4 条
  1. 3.14.2ἐπὶ ποίῳ ποτὲ ἔργῳ

    介词 ἐπί 搭配与格,表示给予定名或称谓的依据与条件(“基于/因何种行为”)。这与前文的 ἐφʼ οἵῳ ἔργῳ ἕκαστον εἴη(每个名称对应于何种事实或行为)相照应。

  2. 3.14.3σχολῇ γʼ ἄν, ἔφη, ἄλλος τις ὀψοφάγος εἴη

    名词 σχολή 的与格作副词用,具有习惯性的否定强调意味(“决不”、“很难”)。与潜能希求法 ἄν ... εἴη 连用,构成反诘式的修辞表达:“如果他都不算,恐怕很难再有别人能算了”,即强调“他毫无疑问就是贪食美味者”。

  3. 3.14.4ὁπότερα τῷ σίτῳ ὄψῳ ἢ τῷ ὄψῳ σίτῳ χρήσεται

    动词 χράομαι 接双重与格(或述语性与格):τῷ σίτῳ(以主食)+ ὄψῳ(作为配菜),以及 τῷ ὄψῳ(以配菜)+ σίτῳ(作为主食),构成交错配列(chiasmus)。中性复数 ὁπότερα 作副词用,与 ἤ 呼应引导间接选择疑问句(“是……还是……”)。

  4. 3.14.7τὸ δὲ εὖ προσκεῖσθαι ἔφη ἐπὶ τῷ ταῦτα ἐσθίειν

    此处是对复合词 εὐωχεῖσθαι 的词源解释。不定式 προσκεῖσθαι(被附加)指前缀 εὖ,介词短语 ἐπὶ τῷ ταῦτα ἐσθίειν(ἐπί 搭配冠词加不定式)表示其附加所依据的条件或所指(“针对吃这些东西”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:3.14.1-3.14.7