- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:3.9.8-3.9.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底将嫉妒界定为因朋友顺遂而生的痛苦,将闲暇界定为从事更好事务的可能,论述真正的统治者是具备专门知识之人而非徒握权力之人,并断定基于知行合一的“善为”乃是最崇高的追求。
φθόνον δὲ σκοπῶν, ὅ τι εἴη, λύπην μέν τινα ἐξηύρισκεν αὐτὸν ὄντα, οὔτε μέντοι τὴν ἐπὶ φίλων ἀτυχίαις οὔτε τὴν ἐπʼ ἐχθρῶν εὐτυχίαις γιγνομένην, ἀλλὰ μόνους ἔφη φθονεῖν τοὺς ἐπὶ ταῖς τῶν φίλων εὐπραξίαις ἀνιωμένους. θαυμαζόντων δέ τινων εἴ τις φιλῶν τινα ἐπὶ τῇ εὐπραξίᾳ1 αὐτοῦ λυποῖτο, ὑπεμίμνῃσκεν ὅτι πολλοὶ οὕτω πρός τινας ἔχουσιν, ὥστε κακῶς μὲν πράττοντας μὴ δύνασθαι περιορᾶν, ἀλλὰ βοηθεῖν ἀτυχοῦσιν, εὐτυχούντων δὲ λυπεῖσθαι. τοῦτο μέντοι φρονίμῳ μὲν ἀνδρὶ οὐκ ἂν συμβῆναι, τοὺς ἠλιθίους δὲ ἀεὶ πάσχειν αὐτό.
在考察嫉妒究竟为何物时,他发现嫉妒乃是一种痛苦,但既不是因朋友的不幸而生,也不是因仇敌的幸运而生;相反,他说唯有那些因朋友的飞黄腾达而苦恼的人才是在嫉妒。当有人诧异一个人爱着某人怎会因那人的顺遂而感到痛苦时,他提醒道,许多人对某些人的态度正是如此:当这些人处境艰难时,他们无法坐视不管,而是会在他们遭遇不幸时施以援手;然而当这些人走运时,他们却会感到痛苦。不过,这种事绝不会发生在明智之士身上,而糊涂愚笨之人却总是经历它。
σχολὴν δὲ σκοπῶν, τί εἴη, ποιοῦντας μέν τι τοὺς πλείστους εὑρίσκειν ἔφη· καὶ γὰρ τοὺς πεττεύοντας καὶ τοὺς γελωτοποιοῦντας ποιεῖν τι· πάντας δὲ τούτους ἔφη σχολάζειν· ἐξεῖναι γὰρ αὐτοῖς ἰέναι πράξοντας τὰ βελτίω τούτων. ἀπὸ μέντοι τῶν βελτιόνων ἐπὶ τὰ χείρω ἰέναι οὐδένα σχολάζειν· εἰ δέ τις ἴοι, τοῦτον ἀσχολίας αὐτῷ οὔσης κακῶς ἔφη τοῦτο πράττειν.2
在考察闲暇为何物时,他说他发现绝大多数人都在做着某种事情;因为下棋掷骰者与插科打诨者也都在做着事情;但他宣称所有这些人其实都处于闲暇之中,因为他们尽可以走开去从事比这些更好的事情。然而,从较好的事情转向较差的事情,任何人都没有闲暇;若是有人这样做,他便说这人是在并无闲暇的情况下做了坏事。
βασιλέας δὲ καὶ ἄρχοντας οὐ τοὺς τὰ σκῆπτρα ἔχοντας ἔφη εἶναι οὐδὲ τοὺς ὑπὸ τῶν τυχόντων αἱρεθέντας οὐδὲ τοὺς κλήρῳ λαχόντας οὐδὲ τοὺς βιασαμένους οὐδὲ τοὺς ἐξαπατήσαντας, ἀλλὰ τοὺς ἐπισταμένους ἄρχειν.
他又说,王者与统治者既不是那些手持权杖的人,也不是被平庸之辈推选出的人,不是抽签中选的人,不是使用暴力夺权的人,也不是施展欺骗的人,而是懂得如何统治的人。
ὁπότε γάρ τις ὁμολογήσειε τοῦ μὲν ἄρχοντος εἶναι τὸ προστάττειν ὅ τι χρὴ ποιεῖν, τοῦ δὲ ἀρχομένου τὸ πείθεσθαι, ἐπεδείκνυεν ἔν τε νηὶ τὸν μὲν ἐπιστάμενον ἄρχοντα, τὸν δὲ ναύκληρον καὶ τοὺς ἄλλους τοὺς ἐν τῇ νηὶ πάντας πειθομένους τῷ ἐπισταμένῳ, καὶ ἐν γεωργίᾳ τοὺς κεκτημένους ἀγρούς, καὶ ἐν νόσῳ τοὺς νοσοῦντας, καὶ ἐν σωμασκίᾳ τοὺς σωμασκοῦντας, καὶ τοὺς ἄλλους πάντας οἷς ὑπάρχει τι ἐπιμελείας δεόμενον, ἂν μὲν αὐτοὶ ἡγῶνται ἐπίστασθαι ἐπιμελεῖσθαι—· εἰ δὲ μή,3 τοῖς ἐπισταμένοις οὐ μόνον παροῦσι πειθομένους, ἀλλὰ καὶ ἀπόντας μεταπεμπομένους, ὅπως ἐκείνοις πειθόμενοι τὰ δέοντα πράττωσιν· ἐν δὲ ταλασίᾳ καὶ τὰς γυναῖκας ἐπεδείκνυεν ἀρχούσας τῶν ἀνδρῶν διὰ τὸ τὰς μὲν εἰδέναι ὅπως χρὴ ταλασιουργεῖν, τοὺς δὲ μὴ εἰδέναι.
因为每当有人同意,统治者的本分是发号施令、指示当行之事,而被统治者的本分是听从服从时,他便指出:在船上是懂得技术的人在指挥,而船主以及船上其余所有人都在听从懂得技术的人;在耕作中是田产的拥有者,在疾病中是患病者,在体育中是锻炼身体者,以及所有其他拥有需要照管之物的人——若是他们自己认为懂得照管倒也罢了;若是不懂,他们便听从懂得之人,不仅在懂得之人身在跟前时听从,甚至在他们不在时也会派人去请,以便听从他们而行当行之事;他又指出,在纺线织毛的事上,女人们甚至统治着男人们,因为女人们知道应当怎样纺线,而男人们却不知道。
εἰ δέ τις πρὸς ταῦτα λέγοι ὅτι τῷ τυράννῳ ἔξεστι μὴ πείθεσθαι τοῖς ὀρθῶς λέγουσι, καὶ πῶς ἄν, ἔφη, ἐξείη μὴ πείθεσθαι, ἐπικειμένης γε ζημίας,4 ἐάν τις τῷ εὖ λέγοντι μὴ πείθηται; ἐν ᾧ γὰρ ἄν τις πράγματι μὴ πείθηται τῷ εὖ λέγοντι, ἁμαρτήσεται δήπου, ἁμαρτάνων δὲ ζημιωθήσεται.
如果有人就此反驳说,僭主完全可以不听从言之成理的人,他便说:“当一个人不听从言之有理者就会面临惩罚时,他又怎能谈得上有不听从的自由呢?因为在任何事情上,一个人若是未能听从言之有理者,想必都会犯错,而一旦犯错就必遭惩罚。”
εἰ δὲ φαίη τις τῷ τυράννῳ ἐξεῖναι καὶ ἀποκτεῖναι τὸν εὖ φρονοῦντα, τὸν δὲ ἀποκτείνοντα, ἔφη, τοὺς κρατίστους τῶν συμμάχων οἴει ἀζήμιον γίγνεσθαι ἢ ὡς ἔτυχε ζημιοῦσθαι; πότερα γὰρ ἂν μᾶλλον οἴει σῴζεσθαι τὸν τοῦτο ποιοῦντα ἢ οὕτω καὶ τάχιστʼ ἂν ἀπολέσθαι;
若是有人说,僭主甚至有权处死明智之人,他便说:“你以为处死自己最得力同盟者的人能够免受惩处,或者只是遭受无足轻重的惩罚吗?你究竟认为这样做的人更有可能保全自身,还是会以此种方式最迅速地走向毁灭?”
ἐρομένου δέ τινος αὐτὸν τί δοκοίη αὐτῷ κράτιστον ἀνδρὶ ἐπιτήδευμα εἶναι, ἀπεκρίνατο· εὐπραξία. ἐρομένου δὲ πάλιν εἰ καὶ τὴν εὐτυχίαν ἐπιτήδευμα νομίζοι εἶναι, πᾶν μὲν οὖν τοὐναντίον ἔγωγʼ, ἔφη, τύχην καὶ πρᾶξιν ἡγοῦμαι· τὸ μὲν γὰρ μὴ ζητοῦντα ἐπιτυχεῖν τινι τῶν δεόντων εὐτυχίαν οἶμαι εἶναι, τὸ δὲ μαθόντα τε καὶ μελετήσαντά τι εὖ ποιεῖν εὐπραξίαν νομίζω, καὶ οἱ τοῦτο ἐπιτηδεύοντες δοκοῦσί μοι εὖ πράττειν.
当有人问他,在他看来对人而言最崇高的追求是什么时,他回答道:“善行(善为)。”当那人再次询问他是否认为好运也是一种追求时,他说:“恰恰相反,我认为运气与作为完全相反。因为我认为,未经求索便偶得所需之物,乃是好运;但在学习并操练之后把事情做好,我认为才是善行,而勉力追求此事的人在我看来才是真正过得好。”
καὶ ἀρίστους δὲ καὶ θεοφιλεστάτους ἔφη εἶναι ἐν μὲν γεωργίᾳ τοὺς τὰ γεωργικὰ εὖ πράττοντας, ἐν δʼ ἰατρείᾳ τοὺς τὰ ἰατρικά, ἐν δὲ πολιτείᾳ τοὺς τὰ πολιτικά· τὸν δὲ μηδὲν εὖ πράττοντα οὔτε χρήσιμον οὐδὲν ἔφη εἶναι οὔτε θεοφιλῆ.
他又说,在农业中善于料理农事的人、在医术中善于从事医务的人、在城邦政务中善于处理公共事务的人,才是最优秀且最蒙神眷顾的人;而一事无成、什么都做不好的人,他说既毫无用处,也不得神之喜爱。
- 3.9.8εὐπραξία
苏格拉底对话中的核心概念,具有双关意义。在日常希腊语中 εὐπραξία 指“顺遂、繁荣、走运”(境遇好),而苏格拉底则从词源和德性伦理上将其重新阐释为“行善、善为”(把事情做好)。正是通过这一双关,他将 εὐπραξία 与纯粹偶然的“好运”(εὐτυχία)截然区分,强调基于学习与操练的实践理性。
- 3.9.9ἀπὸ μέντοι τῶν βελτιόνων ἐπὶ τὰ χείρω ἰέναι οὐδένα σχολάζειν· εἰ δέ τις ἴοι, τοῦτον ἀσχολίας αὐτῷ οὔσης κακῶς ἔφη τοῦτο πράττειν.
动词 σχολάζειν(拥有闲暇)支配不定式 ἰέναι,意为“有闲暇去做……”。后半句的独立属格 ἀσχολίας αὐτῷ οὔσης(在并无闲暇的情况下)作为状语修饰 κακῶς τοῦτο πράττειν(做这件坏事/不当地行此事),表明从理性与德性而言,任何人都没有从事低劣之事的正当闲暇。
- 3.9.11ἂν μὲν αὐτοὶ ἡγῶνται ἐπίστασθαι ἐπιμελεῖσθαι—· εἰ δὲ μή
在条件从句 ἂν μὲν αὐτοὶ ἡγῶνται ἐπίστασθαι ἐπιμελεῖσθαι 之后出现了破格语法(句意脱落/悬格)。其归结句(“他们若自认懂得照管,则自行照管”)在语境中被省略,而直接由对比项 εἰ δὲ μή(若非如此)引出分词 πειθομένους(听从/服从懂得之人)。
- 3.9.12καὶ πῶς ἄν, ἔφη, ἐξείη μὴ πείθεσθαι, ἐπικειμένης γε ζημίας
短语 πῶς ἄν... ἐξείη 是带有潜能希求法的修辞性反问,表达逻辑与事实上的不可能(“怎能允许/怎会有自由……?”)。独立属格 ἐπικειμένης γε ζημίας(在惩罚迫在眉睫/必然降临的情况下)提供情状背景,与下文条件从句 ἐάν τις... μὴ πείθηται 相呼应。
