- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:3.9.1-3.9.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底论述了勇敢既关乎天性又离不开学习与操练,进而指出智慧与节制及正义等德性内在统一,并将不自知却妄以为知视为最切近狂气的状态。
πάλιν δὲ ἐρωτώμενος ἡ ἀνδρεία πότερον εἴη διδακτὸν ἢ φυσικόν,1 οἶμαι μέν, ἔφη, ὥσπερ σῶμα σώματος ἰσχυρότερον πρὸς τοὺς πόνους φύεται, οὕτω καὶ ψυχὴν ψυχῆς ἐρρωμενεστέραν πρὸς τὰ δεινὰ φύσει γίγνεσθαι· ὁρῶ γὰρ ἐν τοῖς αὐτοῖς νόμοις τε καὶ ἔθεσι τρεφομένους πολὺ διαφέροντας ἀλλήλων τόλμῃ.
当有人再次问他,勇敢是可以通过教导习得的,还是天生的,他说:“我认为,正如一副身体生来就比另一副身体更能耐受劳苦,一颗灵魂在面对险境时也生来就比另一颗灵魂更为强健。因为我看到,那些在同样的法律与习俗中抚养长大的人,在胆魄上也彼此大不相同。
νομίζω μέντοι πᾶσαν φύσιν μαθήσει καὶ μελέτῃ πρὸς ἀνδρείαν αὔξεσθαι· δῆλον μὲν γὰρ ὅτι Σκύθαι καὶ Θρᾷκες οὐκ ἂν τολμήσειαν ἀσπίδας καὶ δόρατα λαβόντες Λακεδαιμονίοις διαμάχεσθαι· φανερὸν δʼ ὅτι Λακεδαιμόνιοι οὔτʼ ἂν Θρᾳξὶ πέλταις καὶ ἀκοντίοις οὔτε Σκύθαις τόξοις ἐθέλοιεν ἂν διαγωνίζεσθαι.
然而我认为,任何天性通过学习和操练都能增进勇敢。因为显而易见,斯基泰人和色雷斯人绝不敢拿起盾牌和长矛去同拉刻代蒙人交战;同样显而易见的是,拉刻代蒙人也不会愿意用轻盾和标枪去与色雷斯人竞争,或者用弓箭去同斯基泰人竞争。
ὁρῶ δʼ ἔγωγε καὶ ἐπὶ τῶν ἄλλων πάντων ὁμοίως καὶ φύσει διαφέροντας ἀλλήλων τοὺς ἀνθρώπους καὶ ἐπιμελείᾳ πολὺ ἐπιδιδόντας. ἐκ δὲ τούτων δῆλόν ἐστιν ὅτι πάντας χρὴ καὶ τοὺς εὐφυεστέρους καὶ τοὺς ἀμβλυτέρους τὴν φύσιν, ἐν οἷς ἂν ἀξιόλογοι βούλωνται γενέσθαι, ταῦτα καὶ μανθάνειν καὶ μελετᾶν.
就我而言,我在所有其他事情上也同样看到,人们既在天资上彼此不同,又通过用心的操练而大有长进。由此显然可见,所有的人,无论天生敏悟者还是天生迟钝者,若想在某些方面成为受人称道的人,就必须对这些事情加以学习和操练。”
σοφίαν δὲ καὶ σωφροσύνην οὐ διώριζεν, ἀλλὰ τὸν τὰ μὲν καλά τε κἀγαθὰ γιγνώσκοντα χρῆσθαι αὐτοῖς καὶ τὸν τὰ αἰσχρὰ εἰδότα εὐλαβεῖσθαι σοφόν τε καὶ σώφρονα ἔκρινε. προσερωτώμενος δὲ εἰ τοὺς ἐπισταμένους μὲν ἃ δεῖ πράττειν, ποιοῦντας δὲ τἀναντία σοφούς τε καὶ ἀκρατεῖς εἶναι νομίζοι, οὐδέν γε μᾶλλον, ἔφη, ἢ ἀσόφους τε καὶ ἀκρατεῖς·2 πάντας γὰρ οἶμαι προαιρουμένους ἐκ τῶν ἐνδεχομένων ἃ οἴονται συμφορώτατα αὑτοῖς εἶναι, ταῦτα πράττειν· νομίζω οὖν τοὺς μὴ ὀρθῶς πράττοντας οὔτε σοφοὺς οὔτε σώφρονας εἶναι.
他并不区分智慧与节制,而是判定:凡认识美好与善良之事并付诸实行,认识丑恶之事并加以防备避开的人,便是既有智慧又有节制的人。当被进一步问及,他是否认为那些虽知晓应当行何事却反其道而行之的人是既有智慧又缺乏自制时,他说:“绝不比认为他们既无智慧又无自制更多。因为我认为,所有人都是在各种可能的情况中挑选出他们自认为对自己最为有利的事情去付诸实行的;因此我认为,行为不正当的人既非有智慧之人,亦非有节制之人。”
ἔφη δὲ καὶ τὴν δικαιοσύνην καὶ τὴν ἄλλην πᾶσαν ἀρετὴν σοφίαν εἶναι. τά τε γὰρ δίκαια καὶ πάντα ὅσα ἀρετῇ πράττεται καλά τε κἀγαθὰ εἶναι· καὶ οὔτʼ ἂν τοὺς ταῦτα εἰδότας ἄλλο ἀντὶ τούτων οὐδὲν προελέσθαι3 οὔτε τοὺς μὴ ἐπισταμένους δύνασθαι πράττειν, ἀλλὰ καὶ ἐὰν ἐγχειρῶσιν, ἁμαρτάνειν· οὕτω τὰ καλά τε κἀγαθὰ τοὺς μὲν σοφοὺς πράττειν, τοὺς δὲ μὴ σοφοὺς οὐ δύνασθαι, ἀλλὰ καὶ ἐὰν ἐγχειρῶσιν, ἁμαρτάνειν. ἐπεὶ οὖν τά τε δίκαια καὶ τἆλλα καλά τε κἀγαθὰ πάντα ἀρετῇ πράττεται, δῆλον εἶναι ὅτι καὶ δικαιοσύνη καὶ ἡ ἄλλη πᾶσα ἀρετὴ σοφία ἐστί.
他又说,正义以及其他一切德性都是智慧。因为正义之事以及一切凭德性而行之事,都是美好与善良的;知道这些事的人绝不会挑选其他事物来替代它们,不知道这些事的人则无法实行它们,哪怕他们去尝试,也会犯错。这样,智者践行美好与善良之事,而不智者则无法践行,即便去尝试也会犯错。既然正义之事以及一切其他美好善良之事都是凭德性而行的,那么显然,正义及其他一切德性也都是智慧。
μανίαν γε μὴν ἐναντίον μὲν ἔφη εἶναι σοφίᾳ, οὐ μέντοι γε τὴν ἀνεπιστημοσύνην μανίαν ἐνόμιζε· τὸ δὲ ἀγνοεῖν ἑαυτὸν καὶ ἃ μὴ οἶδε δοξάζειν τε καὶ οἴεσθαι γιγνώσκειν ἐγγυτάτω μανίας ἐλογίζετο εἶναι. τοὺς μέντοι πολλοὺς ἔφη, ἃ μὲν οἱ πλεῖστοι ἀγνοοῦσι, τοὺς διημαρτηκότας τούτων οὐ φάσκειν μαίνεσθαι,4 τοὺς δὲ διημαρτηκότας ὧν οἱ πολλοὶ γιγνώσκουσι μαινομένους καλεῖν·
他进而说,发狂确实是智慧的对立面,但他并不把无知径直视为发狂;至于不认识自己,对自己不知晓的事情妄加揣度并自以为知晓,他认为这与发狂最为接近。不过他说,对于绝大多数人所不知晓的事情犯了错误的人,大众并不称其为发狂;但对于大众所知晓的事情犯了错误的人,大众便称他们为疯子:
ἐάν τε γάρ τις μέγας οὕτως οἴηται εἶναι ὥστε κύπτειν τὰς πύλας τοῦ τείχους διεξιών, ἐάν τε οὕτως ἰσχυρὸς ὥστʼ ἐπιχειρεῖν οἰκίας αἴρεσθαι ἢ ἄλλῳ τῳ ἐπιθέσθαι τῶν πᾶσι δήλων ὅτι ἀδύνατά ἐστι, τοῦτον μαίνεσθαι φάσκειν, τοὺς δὲ μικρὸν διαμαρτάνοντας οὐ δοκεῖν τοῖς πολλοῖς μαίνεσθαι, ἀλλʼ, ὥσπερ τὴν ἰσχυρὰν ἐπιθυμίαν ἔρωτα καλοῦσιν, οὕτω καὶ τὴν μεγάλην παράνοιαν μανίαν αὐτοὺς καλεῖν.
“因为无论一个人是自以为身材如此高大,以至于穿过城门时还要弯腰,还是自以为力气如此之大,以至于企图搬起房屋,或是着手去干任何在众人看来显然是不可能的事情,人们便说这人发狂了;但那些犯轻微错误的人,在大众看来却不算发狂;正如人们把强烈的欲念称为情爱一样,大众也是把重大的神志昏乱称为发狂的。”
- 3.9.1ἡ ἀνδρεία πότερον εἴη διδακτὸν ἢ φυσικόν
先行动词之后的提前结构(prolepsis),间接疑问从句的主语(ἡ ἀνδρεία)被置于疑问连词 πότερον 之前。中性单数谓语(διδακτὸν ἢ φυσικόν)将阴性抽象名词作为一般性事物或概念来修饰(按意义一致)。
- 3.9.4οὐδέν γε μᾶλλον, ἔφη, ἢ ἀσόφους τε καὶ ἀκρατεῖς
一种表示“绝不比……更甚”的惯用省略表达。它强烈否定了前文提问中关于“既有智慧又无自制(σοφούς τε καὶ ἀκρατεῖς)”的假定,转而断言他们充其量是“既无智慧又无自制(ἀσόφους τε καὶ ἀκρατεῖς)”。
- 3.9.5οὔτʼ ἂν τοὺς ταῦτα εἰδότας ἄλλο ἀντὶ τούτων οὐδὲν προελέσθαι
间接引语中 ἄν 搭配不定词(不定过去时不定词 προελέσθαι),对应直接引语中的 ἄν 搭配祈愿语气(潜在表达:οὐδὲν ἂν προέλοιντο),意为“知道这些事的人绝不会挑选其他事物来替代”。
- 3.9.6ἃ μὲν οἱ πλεῖστοι ἀγνοοῦσι, τοὺς διημαρτηκότας τούτων οὐ φάσκειν μαίνεσθαι
关系从句 ἃ μὲν οἱ πλεῖστοι ἀγνοοῦσι 置于句首,后由分词短语 τοὺς διημαρτηκότας 所辖的属格代词 τούτων 复指。动词 διαμαρτάνω 接属格表示“失误于……”、“偏离目标”。
