- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:3.10.1-3.10.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底与画家帕拉西奥斯交谈,指出绘画不仅能组合肉体之美,更能通过面容与身姿传达不可见的灵魂心性;随后他与雕塑家克雷同探讨,表明雕塑通过精确再现人体在各种姿态下的绷紧与放松,从而赋予造像以鲜活的生命力。
ἀλλὰ μὴν καὶ εἴ ποτε τῶν τὰς τέχνας ἐχόντων καὶ ἐργασίας ἕνεκα χρωμένων αὐταῖς διαλέγοιτό τινι, καὶ τούτοις ὠφέλιμος ἦν.1 εἰσελθὼν μὲν γάρ ποτε πρὸς Παρράσιον τὸν ζωγράφον καὶ διαλεγόμενος αὐτῷ, ἆρα, ἔφη, ὦ Παρράσιε, γραφική ἐστιν εἰκασία τῶν ὁρωμένων; τὰ γοῦν κοῖλα καὶ τὰ ὑψηλὰ καὶ τὰ σκοτεινὰ καὶ τὰ φωτεινὰ καὶ τὰ σκληρὰ καὶ τὰ μαλακὰ καὶ τὰ τραχέα καὶ τὰ λεῖα καὶ τὰ νέα καὶ τὰ παλαιὰ σώματα διὰ τῶν χρωμάτων ἀπεικάζοντες ἐκμιμεῖσθε.
此外,凡是他与那些掌握技艺并以此谋生的人交谈时,他对这些人也是大有裨益的。因为有一次,他前去拜访画家帕拉西奥斯并与他交谈,说道:“帕拉西奥斯啊,绘画是对可见之物的摹写吗?无论如何,你们是通过色彩来再现并模仿凹陷与凸起、阴暗与明亮、坚硬与柔软、粗糙与平滑,以及年轻与衰老的肉体的。”
ἀληθῆ λέγεις, ἔφη. καὶ μὴν τά γε καλὰ εἴδη ἀφομοιοῦντες, ἐπειδὴ οὐ ῥᾴδιον ἑνὶ ἀνθρώπῳ περιτυχεῖν ἄμεμπτα πάντα ἔχοντι, ἐκ πολλῶν συνάγοντες τὰ ἐξ ἑκάστου κάλλιστα οὕτως ὅλα τὰ σώματα καλὰ ποιεῖτε φαίνεσθαι.
“你说得对,”对方回答道。“而且在摹写优美的形貌时,既然要在单个人身上遇到各处都无懈可击是很难的,你们难道不是从许多人身上采集每个人最美的部分,从而使整个身体显得优美吗?”
ποιοῦμεν γάρ, ἔφη, οὕτως. τί γάρ; ἔφη, τὸ πιθανώτατον καὶ ἥδιστον καὶ φιλικώτατον καὶ ποθεινότατον καὶ ἐρασμιώτατον ἀπομιμεῖσθε τῆς ψυχῆς ἦθος; ἢ οὐδὲ μιμητόν ἐστι τοῦτο; πῶς γὰρ ἄν, ἔφη, μιμητὸν εἴη, ὦ Σώκρατες, ὃ μήτε συμμετρίαν μήτε χρῶμα μήτε ὧν σὺ εἶπας ἄρτι μηδὲν ἔχει μηδὲ ὅλως ὁρατόν ἐστιν;
“确实如此,”他说,“我们正是这样做的。” “那么,”苏格拉底说,“灵魂那最令人信服、最悦人、最友好、最令人神往且最可爱的心性,你们摹仿吗?还是说这根本就是无法摹仿的?”“苏格拉底啊,这怎么可能摹仿得了呢?”他说,“它既没有匀称的比例,也没有色彩,更不具备你刚才提到的任何特征,甚至根本就不是肉眼可见的。”
ἆρʼ οὖν, ἔφη, γίγνεται ἐν ἀνθρώπῳ τό τε φιλοφρόνως καὶ τὸ ἐχθρῶς βλέπειν πρός τινας; ἔμοιγε δοκεῖ, ἔφη. οὐκοῦν τοῦτό γε μιμητὸν ἐν τοῖς ὄμμασι; καὶ μάλα, ἔφη. ἐπὶ δὲ τοῖς τῶν φίλων ἀγαθοῖς καὶ τοῖς κακοῖς ὁμοίως σοι δοκοῦσιν ἔχειν τὰ πρόσωπα οἵ τε φροντίζοντες καὶ οἱ μή; μὰ Δίʼ οὐ δῆτα, ἔφη· ἐπὶ μὲν γὰρ τοῖς ἀγαθοῖς φαιδροί, ἐπὶ δὲ τοῖς κακοῖς σκυθρωποὶ γίγνονται. οὐκοῦν, ἔφη, καὶ ταῦτα δυνατὸν ἀπεικάζειν;
“那么,”苏格拉底说,“在人身上,难道不会产生友善地注视他人或敌意地注视他人吗?”“在我看来确实如此,”他说。“那么,这难道不可以在眼神中加以摹仿吗?”“确实非常可行,”他说。“而在朋友面临好事或坏事时,关心他们的人与漠不关心的人,在你看来面容会是一样的吗?”“凭宙斯起誓,绝非如此,”他说,“因为面临好事时他们容光焕发,面临坏事时则面容沮丧。”“那么,”苏格拉底说,“将这些神态摹写出来难道不是可能的吗?”
καὶ μάλα, ἔφη. ἀλλὰ μὴν καὶ τὸ μεγαλοπρεπές τε καὶ ἐλευθέριον καὶ τὸ ταπεινόν τε καὶ ἀνελεύθερον καὶ τὸ σωφρονικόν τε καὶ φρόνιμον καὶ τὸ ὑβριστικόν τε καὶ ἀπειρόκαλον καὶ διὰ τοῦ προσώπου καὶ διὰ τῶν σχημάτων καὶ ἑστώτων καὶ κινουμένων ἀνθρώπων διαφαίνει. ἀληθῆ λέγεις, ἔφη. οὐκοῦν καὶ ταῦτα μιμητά; καὶ μάλα, ἔφη. πότερον οὖν, ἔφη, νομίζεις ἥδιον ὁρᾶν τοὺς ἀνθρώπους διʼ ὧν τὰ καλά τε κἀγαθὰ καὶ ἀγαπητὰ ἤθη φαίνεται ἢ διʼ ὧν τὰ αἰσχρά τε καὶ πονηρὰ καὶ μισητά;2 πολὺ νὴ Δίʼ, ἔφη, διαφέρει, ὦ Σώκρατες.
“确实完全可能,”他说。“不仅如此,高贵与自由开朗、卑贱与猥琐狭隘、节制与明智、傲慢与粗鄙庸俗,既能通过面容显露,也能通过站立或活动着的人的身姿仪态流露出来。”“你说得对,”他说。“那么这些也是可以摹仿的吗?”“确实完全可以,”他说。“那么,”苏格拉底说,“你认为人们是更乐意看到展现着优美、善良且可爱品格的形象呢,还是展现着丑恶、邪僻且可憎品格的形象呢?”“凭宙斯起誓,苏格拉底啊,这两者差别太大了,”他说。
πρὸς δὲ Κλείτωνα τὸν ἀνδριαντοποιὸν εἰσελθών ποτε καὶ διαλεγόμενος αὐτῷ, ὅτι μέν, ἔφη, ὦ Κλείτων, καλοὶ οὓς ποιεῖς δρομέας τε καὶ παλαιστὰς καὶ πύκτας καὶ παγκρατιαστάς, ὁρῶ τε καὶ οἶδα·3 ὃ δὲ μάλιστα ψυχαγωγεῖ διὰ τῆς ὄψεως τοὺς ἀνθρώπους, τὸ ζωτικὸν φαίνεσθαι, πῶς τοῦτο ἐνεργάζῃ τοῖς ἀνδριᾶσιν;
又有一次,他前去拜访雕塑家克雷同并与他交谈,说道:“克雷同啊,你所雕刻的赛跑选手、摔跤手、拳击手和混斗选手都很优美,这我既看得到也明白。但是,那种最能通过视觉吸引人们的东西——即显得具有生命力——你是怎样赋予雕像的呢?”
ἐπεὶ δὲ ἀπορῶν ὁ Κλείτων οὐ ταχὺ ἀπεκρίνατο, ἆρʼ, ἔφη, τοῖς τῶν ζώντων εἴδεσιν ἀπεικάζων τὸ ἔργον ζωτικωτέρους ποιεῖς φαίνεσθαι τοὺς ἀνδριάντας; καὶ μάλα, ἔφη. οὐκοῦν τά τε ὑπὸ τῶν σχημάτων κατασπώμενα καὶ τἀνασπώμενα ἐν τοῖς σώμασι καὶ τὰ συμπιεζόμενα καὶ τὰ διελκόμενα καὶ τὰ ἐντεινόμενα καὶ τὰ ἀνιέμενα ἀπεικάζων ὁμοιότερά τε τοῖς ἀληθινοῖς καὶ πιθανώτερα ποιεῖς φαίνεσθαι;
当克雷同感到困惑而没有立刻回答时,他说道:“难道不是通过让作品逼真地模仿活人的身形,你才使得雕像看起来更加栩栩如生的吗?”“确实如此,”他说。“那么,通过摹写肉体在各种身姿下被拉下与提起的部位、被压缩与拉伸的部位、绷紧与放松的部位,难道不是使它们显得既更接近真实又更具说服力吗?”
- 3.10.1εἴ ποτε... διαλέγοιτό τινι, καὶ τούτοις ὠφέλιμος ἦν
这是由条件从句中的祈愿语气(διαλέγοιτο)与主句中的未完成过去直陈语气(ὠφέλιμος ἦν)构成的过去一般条件句/反复条件句。εἴ ποτε 表示“每当/凡是……的时候”。句中的复数代词 τούτοις 虽然紧承单数不定代词 τινι,但在意义上指代前面复数的 τῶν τὰς τέχνας ἐχόντων……(掌握技艺之人),属于按意义一致(constructio ad sensum)。
- 3.10.5πότερον οὖν, ἔφη, νομίζεις ἥδιον ὁρᾶν τοὺς ἀνθρώπους διʼ ὧν τὰ καλά τε κἀγαθὰ καὶ ἀγαπητὰ ἤθη φαίνεται ἢ διʼ ὧν τὰ αἰσχρά τε καὶ πονηρὰ καὶ μισητά;
由 νομίζεις 统领的宾格加不定式结构。τοὺς ἀνθρώπους 是主动不定式 ὁρᾶν 的逻辑主语(“人们注视……”),中性单数比较级 ἥδιον 作副词修饰 ὁρᾶν(“更愉快地看”)。介词 διʼ 后面的关系代词 ὧν 的先行词被省略,在语境中指代展现这些品格的具体造像或姿态形貌。
- 3.10.6ὅτι μέν, ἔφη, ὦ Κλείτων, καλοὶ οὓς ποιεῖς δρομέας τε καὶ παλαιστὰς καὶ πύκτας καὶ παγκρατιαστάς, ὁρῶ τε καὶ οἶδα
该名词从句由后置的主句动词 ὁρῶ τε καὶ οἶδα 统领,包含倒装与关系代词的先行词并入现象。从句中谓语形容词 καλοί 被提前以示强调;逻辑主语名词(δρομέας 等)被吸收进了关系从句 οὓς ποιεῖς 中,并因作为 ποιεῖς 的宾语而呈现宾格(相当于 οἱ δρομεῖς οὓς ποιεῖς καλοί εἰσιν)。系动词 εἰσίν 被省略。
