- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:3.8.1-3.8.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿里斯提普斯试图就善与美的定义诘难苏格拉底,苏格拉底阐明万物皆依其用途与适用性而具有相对的善恶与美丑,并以舒适实用的房屋建造及神殿选址论证了美与有用的统一。
Ἀριστίππου δὲ ἐπιχειροῦντος ἐλέγχειν τὸν Σωκράτην, ὥσπερ αὐτὸς ὑπʼ ἐκείνου τὸ πρότερον ἠλέγχετο, βουλόμενος τοὺς συνόντας ὠφελεῖν ὁ Σωκράτης ἀπεκρίνατο οὐχ ὥσπερ οἱ φυλαττόμενοι μή πῃ ὁ λόγος ἐπαλλαχθῇ, ἀλλʼ ὡς ἂν πεπεισμένοι μάλιστα πράττειν τὰ δέοντα.1
当阿里斯提普斯企图诘难苏格拉底,正如他自己先前被苏格拉底诘难过的那样,苏格拉底因意在使在场的人获益,回答时并不像那些提防着论辩在何处被缠住的人,而是像深信自己最当尽本分的人那样作答。
ὁ μὲν γὰρ αὐτὸν ἤρετο εἴ τι εἰδείη ἀγαθόν, ἵνα, εἴ τι εἴποι τῶν τοιούτων, οἷον ἢ σιτίον ἢ ποτὸν ἢ χρήματα ἢ ὑγίειαν ἢ ῥώμην ἢ τόλμαν, δεικνύοι δὴ τοῦτο κακὸν ἐνίοτε ὄν. ὁ δὲ εἰδὼς ὅτι, ἐάν τι ἐνοχλῇ ἡμᾶς, δεόμεθα τοῦ παύσοντος, ἀπεκρίνατο ᾗπερ καὶ ποιεῖν κράτιστον, ἆρά γε, ἔφη, ἐρωτᾷς με, εἴ τι οἶδα πυρετοῦ ἀγαθόν;2 οὐκ ἔγωγʼ, ἔφη. ἀλλʼ ὀφθαλμίας; οὐδὲ τοῦτο. ἀλλὰ λιμοῦ; οὐδὲ λιμοῦ. ἀλλὰ μήν, ἔφη, εἴ γʼ ἐρωτᾷς με εἴ τι ἀγαθὸν οἶδα ὃ μηδενὸς ἀγαθόν ἐστιν, οὔτʼ οἶδα, ἔφη, οὔτε δέομαι.
因为阿里斯提普斯问他是否知道某种善的事物,以便苏格拉底若提及诸如食物、饮料、财富、健康、力量或勇气之类的任何事物,他便可以指出这有时也是恶的。但苏格拉底知道,若有某事困扰我们,我们便需要能消除它之物,于是以行事最适宜的方式回答道: “你是在问我,”他说,“我是否知道某种对发烧有益的事物吗?”他说:“我不是这意思。”“那么是对眼疾有益的吗?”“也不是这个。”“那么是对饥饿有益的吗?”“也不是对饥饿。”“然而,”苏格拉底说,“如果你问我是否知道某种不针对任何事物而为善的事物,那我既不知道,”他说,“也不需要。”
πάλιν δὲ τοῦ Ἀριστίππου ἐρωτῶντος αὐτὸν εἴ τι εἰδείη καλόν, καὶ πολλά, ἔφη. ἆρʼ οὖν, ἔφη, πάντα ὅμοια ἀλλήλοις; ὡς οἷόν τε μὲν οὖν, ἔφη, ἀνομοιότατα ἔνια. πῶς οὖν, ἔφη, τὸ τῷ καλῷ ἀνόμοιον καλὸν ἂν εἴη; ὅτι νὴ Δίʼ, ἔφη, ἔστι μὲν τῷ καλῷ πρὸς δρόμον ἀνθρώπῳ ἄλλος ἀνόμοιος καλὸς πρὸς πάλην, ἔστι δὲ ἀσπὶς καλὴ πρὸς τὸ προβάλλεσθαι ὡς ἔνι ἀνομοιοτάτη3 τῷ ἀκοντίῳ, καλῷ πρὸς τὸ σφόδρα τε καὶ ταχὺ φέρεσθαι.
当阿里斯提普斯再次问他是否知道某种美的事物时,他说:“而且知道许多。”阿里斯提普斯说:“那么它们彼此都相似吗?”苏格拉底说:“恰恰相反,有些事物尽可能地互不相似。”阿里斯提普斯说:“那么,与美的事物不相似之物,又怎能是美的呢?”苏格拉底说:“凭宙斯起誓,因为一个适合于赛跑的美好之人,与另一个适合于摔跤的美好之人毫不相似;一面适合于遮挡防卫的美好盾牌,与一支适合于迅猛投掷的美好标枪也是尽可能地毫不相似。”
οὐδὲν διαφερόντως, ἔφη, ἀποκρίνῃ μοι ἢ ὅτε σε ἠρώτησα εἴ τι ἀγαθὸν εἰδείης. σὺ δʼ οἴει, ἔφη, ἄλλο μὲν ἀγαθόν, ἄλλο δὲ καλὸν εἶναι; οὐκ οἶσθʼ ὅτι πρὸς ταὐτὰ πάντα καλά τε κἀγαθά ἐστι; πρῶτον μὲν γὰρ ἡ ἀρετὴ οὐ πρὸς ἄλλα μὲν ἀγαθόν, πρὸς ἄλλα δὲ καλόν ἐστιν, ἔπειτα οἱ ἄνθρωποι τὸ αὐτό τε καὶ πρὸς τὰ αὐτὰ καλοί τε κἀγαθοὶ λέγονται, πρὸς τὰ αὐτὰ δὲ καὶ τὰ σώματα τῶν ἀνθρώπων καλά τε κἀγαθὰ φαίνεται, πρὸς ταὐτὰ δὲ καὶ τἆλλα πάντα οἷς ἄνθρωποι χρῶνται καλά τε κἀγαθὰ νομίζεται, πρὸς ἅπερ ἂν εὔχρηστα ᾖ.
他说:“你的回答,与我问你是否知道某种善的事物时的回答毫无二致。”苏格拉底说:“难道你以为善是一回事,美又是另一回事吗?难道你不知道万物就同一事物而言既是美的又是善的吗?首先,德性并不是就某些事物而言是善、就另一些事物而言是美;其次,人们也是在同一方面且就同一事物而言被称为既美又善;就同一事物而言,人的身体也显出既美又善;就同一事物而言,人所使用的一切其他物品也都被认为是既美又善的,即只要它们对这些事物有用。”
ἆρʼ οὖν, ἔφη, καὶ κόφινος κοπροφόρος καλόν ἐστι; νὴ Δίʼ, ἔφη, καὶ χρυσῆ γε ἀσπὶς αἰσχρόν, ἐὰν πρὸς τὰ ἑαυτῶν ἔργα ὁ μὲν καλῶς πεποιημένος ᾖ, ἡ δὲ κακῶς. λέγεις σύ, ἔφη, καλά τε καὶ αἰσχρὰ τὰ αὐτὰ εἶναι;
他说:“那么,难道连运粪的筐子也是美的吗?”苏格拉底说:“凭宙斯起誓,是的;而一面金盾也可以是丑的,如果前者针对其用途制作精良,而后者制作拙劣的话。”他说:“你是说同样的事物既是美的又是丑的吗?”
καὶ νὴ Δίʼ ἔγωγʼ, ἔφη, ἀγαθά τε καὶ κακά· πολλάκις γὰρ τό γε λιμοῦ ἀγαθὸν πυρετοῦ κακόν ἐστι καὶ τὸ πυρετοῦ ἀγαθὸν λιμοῦ κακόν ἐστι· πολλάκις δὲ τὸ μὲν πρὸς δρόμον καλὸν πρὸς πάλην αἰσχρόν, τὸ δὲ πρὸς πάλην καλὸν πρὸς δρόμον αἰσχρόν· πάντα γὰρ ἀγαθὰ μὲν καὶ καλά ἐστι πρὸς ἃ ἂν εὖ ἔχῃ, κακὰ δὲ καὶ αἰσχρὰ πρὸς ἃ ἂν κακῶς.
苏格拉底说:“凭宙斯起誓,我正是此意,而且既是善的又是恶的。因为往往对饥饿而言是善的,对发烧而言却是恶的;对发烧而言是善的,对饥饿而言却是恶的。往往适合赛跑的是美的,适合摔跤却是丑的;适合摔跤的是美的,适合赛跑却是丑的。因为万物只要与之相适宜,就都是善的和美的;只要与之不相适宜,就都是恶的和丑的。”
καὶ οἰκίας δὲ λέγων τὰς αὐτὰς καλάς τε εἶναι καὶ χρησίμους παιδεύειν ἔμοιγʼ ἐδόκει, οἵας χρή, οἰκοδομεῖσθαι.4 ἐπεσκόπει δὲ ὧδε· ἆρά γε τὸν μέλλοντα οἰκίαν, οἵαν χρή, ἔχειν τοῦτο δεῖ μηχανᾶσθαι, ὅπως ἡδίστη τε ἐνδιαιτᾶσθαι καὶ χρησιμωτάτη ἔσται;
在谈到同样的房屋既是美的又是有用的时,在我看来他是在教导人们应当建造怎样的房屋。他这样考察道:“凡想要拥有合适房屋的人,难道不应当谋划使这房屋住起来最舒适且最实用吗?”
τούτου δὲ ὁμολογουμένου, οὐκοῦν ἡδὺ μὲν θέρους ψυχεινὴν ἔχειν, ἡδὺ δὲ χειμῶνος ἀλεεινήν; ἐπειδὴ δὲ καὶ τοῦτο συμφαῖεν, οὐκοῦν ἐν ταῖς πρὸς μεσημβρίαν βλεπούσαις οἰκίαις τοῦ μὲν χειμῶνος ὁ ἥλιος εἰς τὰς παστάδας ὑπολάμπει, τοῦ δὲ θέρους ὑπὲρ ἡμῶν αὐτῶν καὶ τῶν στεγῶν πορευόμενος σκιὰν παρέχει. οὐκοῦν, εἴ γε καλῶς ἔχει ταῦτα οὕτω γίγνεσθαι, οἰκοδομεῖν δεῖ ὑψηλότερα μὲν τὰ πρὸς μεσημβρίαν, ἵνα ὁ χειμερινὸς ἥλιος μὴ ἀποκλείηται, χθαμαλώτερα δὲ τὰ πρὸς ἄρκτον, ἵνα οἱ ψυχροὶ μὴ ἐμπίπτωσιν ἄνεμοι·
在这一点得到赞同之后,他说:“那么,夏天凉爽、冬天温暖的房屋,住起来不是很舒适吗?”当他们对这也表示同意时,他说:“那么,在面朝南方的房屋中,冬天太阳会照进廊柱深处,而在夏天太阳则行于我们头顶和屋顶之上,提供荫凉。那么,如果这些现象这样发生是好的,难道不应当把面朝南方的部分建得高一些,使冬日阳光不被挡住,而把面朝北方的部分建得低一些,使寒风不致侵袭吗?”
ὡς δὲ συνελόντι εἰπεῖν,5 ὅποι πάσας ὥρας αὐτός τε ἂν ἥδιστα καταφεύγοι καὶ τὰ ὄντα ἀσφαλέστατα τιθοῖτο, αὕτη ἂν εἰκότως ἡδίστη τε καὶ καλλίστη οἴκησις εἴη· γραφαὶ δὲ καὶ ποικιλίαι πλείονας εὐφροσύνας ἀποστεροῦσιν ἢ παρέχουσι. ναοῖς γε μὴν καὶ βωμοῖς χώραν ἔφη εἶναι πρεπωδεστάτην ἥτις ἐμφανεστάτη οὖσα ἀστιβεστάτη εἴη· ἡδὺ μὲν γὰρ ἰδόντας προσεύξασθαι, ἡδὺ δὲ ἁγνῶς ἔχοντας προσιέναι.
“简而言之,无论人在哪个季节都能最惬意地避难、最安全地放置财产的地方,理所当然就是最舒适也最美丽的住所;而壁画与花饰剥夺的愉悦远多于它们所提供的。”此外,关于神庙和祭坛,他说最适宜的处所应当是既最为显眼又最少受人践踏之地;“因为望见它们而祈祷是愉悦的,保持洁净之身前去参拜也是愉悦的。”
- 3.8.1ὡς ἂν πεπεισμένοι μάλιστα πράττειν τὰ δέοντα
此处为 ὡς ἄν 与分词(πεπεισμένοι)连用的结构,相当于省略了稀求法动词(如 ἀποκρίνοιντο 或 ἔχοιεν)的潜在虚拟从句,意为“正如那些最确信自己当尽职责的人(会作答)那样”。ἄν 的加入使分词带有了假设或潜在的情态色彩。
- 3.8.3εἴ τι οἶδα πυρετοῦ ἀγαθόν
属格 πυρετοῦ 依附于 ἀγαθόν,表示关联或救治的对象(“对发烧有益之物/退烧良方”,即宾格性属格或关联属格)。接下来的 ὀφθαλμίας 和 λιμοῦ 也是同样的结构,表明“善”并非孤立存在的实体,而是针对特定疾苦或匮乏的相对补救。
- 3.8.4ὡς ἔνι ἀνομοιοτάτη
短语 ὡς ἔνι 是 ὡς ἔνεστι(在可能的最大限度内)的紧缩惯用表达,与最高级 ἀνομοιοτάτη 连用,表示“尽可能最不相似/极其悬殊”,其功能与第4节开头的 ὡς οἷόν τε 搭配最高级完全一致。
- 3.8.8οἵας χρή, οἰκοδομεῖσθαι
在 οἵας χρή 之后承前省略了不定词 εἶναι 或 οἰκοδομεῖν,整个小句修饰被动不定词 οἰκοδομεῖσθαι,意为“教导人们应当建造何种样式的房屋”。后文 τὸν μέλλοντα οἰκίαν, οἵαν χρή, ἔχειν 中的 οἵαν χρή 亦为此类修饰 οἰκίαν 的惯用省略表达。
- 3.8.10ὡς δὲ συνελόντι εἰπεῖν
分词与格 συνελόντι 属于判断者/视点与格(限制性与格),与不定词 εἰπεῖν 结合构成插入性独立短语,意为“简而言之/总而言之”,用以引出对整个住宅论述的概括总结。
