← 色诺芬

回忆苏格拉底

§3.7.1-3.7.9

苏格拉底劝勉沙米德斯投身政务

苏格拉底劝导虽然具有卓越政治才能却怯于公开参政的沙米德斯,指出他过度惧怕由普通民众构成的公民大会实属不智,敦促他自信地参与城邦政务。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.7.1

Χαρμίδην δὲ τὸν Γλαύκωνος ὁρῶν ἀξιόλογον μὲν ἄνδρα ὄντα καὶ πολλῷ δυνατώτερον τῶν τὰ πολιτικὰ τότε πραττόντων, ὀκνοῦντα δὲ προσιέναι τῷ δήμῳ καὶ τῶν τῆς πόλεως πραγμάτων ἐπιμελεῖσθαι, εἰπέ μοι, ἔφη, ὦ Χαρμίδη, εἴ τις ἱκανὸς ὢν τοὺς στεφανίτας ἀγῶνας νικᾶν καὶ διὰ τοῦτο αὐτός τε τιμᾶσθαι καὶ τὴν πατρίδα ἐν τῇ Ἑλλάδι εὐδοκιμωτέραν ποιεῖν μὴ θέλοι ἀγωνίζεσθαι, ποῖόν τινα τοῦτον νομίζοις ἂν τὸν ἄνδρα εἶναι; δῆλον ὅτι, ἔφη, μαλακόν τε καὶ δειλόν.

苏格拉底见格劳孔之子沙米德斯是一个非凡的人,远比当时主持政务的人更有才能,却犹豫不决,不敢走向民众并关照城邦事务,便对他说:“请告诉我,沙米德斯,如果一个人有能力在佩带桂冠的竞技会中获胜,并由此使自己获得荣誉,也使祖国在全希腊赢得更高的声誉,他却不肯去参赛,你会认为这是一个怎样的人呢?”他说:“显然是一个懦弱而胆怯的人。”

§3.7.2

εἰ δέ τις, ἔφη, δυνατὸς ὢν τῶν τῆς πόλεως πραγμάτων ἐπιμελόμενος τήν τε πόλιν αὔξειν καὶ αὐτὸς διὰ τοῦτο τιμᾶσθαι, ὀκνοίη δὴ τοῦτο πράττειν, οὐκ ἂν εἰκότως δειλὸς νομίζοιτο; ἴσως, ἔφη· ἀτὰρ πρὸς τί με ταῦτʼ ἐρωτᾷς; ὅτι, ἔφη, οἶμαί σε δυνατὸν ὄντα ὀκνεῖν ἐπιμελεῖσθαι, καὶ ταῦτα ὧν ἀνάγκη σοι μετέχειν πολίτῃ γε ὄντι.1

苏格拉底说:“那么,如果一个人有能力通过打理城邦事务来壮大城邦,并由此使自己获得荣誉,他却犹豫不决而不肯去做,难道他不也会理所当然地被看作是胆小鬼吗?”他说:“也许吧;不过您为什么问我这些呢?”苏格拉底说:“因为我认为你明明有能力,却犹豫着不肯去打理,而且这还是你作为公民必然应当参与的事务。”

§3.7.3

τὴν δὲ ἐμὴν δύναμιν, ἔφη ὁ Χαρμίδης, ἐν ποίῳ ἔργῳ καταμαθὼν ταῦτά μου καταγιγνώσκεις; ἐν ταῖς συνουσίαις, ἔφη, αἷς σύνει τοῖς τὰ τῆς πόλεως πράττουσι· καὶ γὰρ ὅταν τι ἀνακοινῶνταί σοι, ὁρῶ σε καλῶς συμβουλεύοντα, καὶ ὅταν τι ἁμαρτάνωσιν, ὀρθῶς ἐπιτιμῶντα.

沙米德斯说:“可是,您是在什么作为中看出了我的才能,从而对我作出这种断定的呢?”苏格拉底说:“就在你与那些打理城邦事务的人所进行的交谈中。因为每当他们向你征询意见时,我都看到你提出了中肯的建议;每当他们犯了错误时,我也看到你作出了正确的指责。”

§3.7.4

οὐ ταὐτόν ἐστιν, ἔφη, ὦ Σώκρατες, ἰδίᾳ τε διαλέγεσθαι καὶ ἐν τῷ πλήθει ἀγωνίζεσθαι. καὶ μήν, ἔφη, ὅ γε ἀριθμεῖν δυνάμενος οὐδὲν ἧττον ἐν τῷ πλήθει ἢ μόνος ἀριθμεῖ, καὶ οἱ κατὰ μόνας ἄριστα κιθαρίζοντες οὗτοι καὶ ἐν τῷ πλήθει κρατιστεύουσιν.

他说:“苏格拉底啊,私下交谈与在群众面前角逐不是一回事。”苏格拉底说:“然而,能够计算的人在众人面前计算,丝毫不比独处时差;那些在独自一人时竖琴弹得最好的人,在群众面前也表现得最出色。”

§3.7.5

αἰδῶ δὲ καὶ φόβον, ἔφη, οὐχ ὁρᾷς ἔμφυτά τε ἀνθρώποις ὄντα καὶ πολλῷ μᾶλλον ἐν τοῖς ὄχλοις ἢ ἐν ταῖς ἰδίαις ὁμιλίαις παριστάμενα; καὶ σέ γε διδάξων, ἔφη, ὥρμημαι· οὔτε τοὺς φρονιμωτάτους αἰδούμενος οὔτε τοὺς ἰσχυροτάτους φοβούμενος ἐν τοῖς ἀφρονεστάτοις τε καὶ ἀσθενεστάτοις αἰσχύνει λέγειν.

沙米德斯说:“难道您看不出,羞耻和恐惧是人类与生俱来的,并且在众人面前远比在私下交往中更容易产生吗?”苏格拉底说:“我正是为了教导你才动身前来的;因为你既不因最有智谋的人而感到害羞,也不因最有权势的人而心怀畏惧,却在最愚昧和最软弱的人面前羞于启齿。

§3.7.6

πότερον γὰρ τοὺς γναφέας αὐτῶν ἢ τοὺς σκυτέας ἢ τοὺς τέκτονας ἢ τοὺς χαλκέας ἢ τοὺς γεωργοὺς ἢ τοὺς ἐμπόρους ἢ τοὺς ἐν τῇ ἀγορᾷ μεταβαλλομένους καὶ φροντίζοντας ὅ τι ἐλάττονος πριάμενοι πλείονος ἀποδῶνται αἰσχύνει; ἐκ γὰρ τούτων ἁπάντων ἡ ἐκκλησία συνίσταται.

难道你所感到羞怯的,是他们当中的漂洗工、鞋匠、木匠、铜匠、农夫、商人,抑或是那些在市集上做小买卖、琢磨着低价买进什么再高价卖出的人吗?因为公民大会正是由所有这些人组成的。

§3.7.7

τί δὲ οἴει διαφέρειν ὃ σὺ ποιεῖς ἢ τῶν ἀσκητῶν ὄντα κρείττω τοὺς ἰδιώτας φοβεῖσθαι;2 σὺ γὰρ τοῖς πρωτεύουσιν ἐν τῇ πόλει, ὧν ἔνιοι καταφρονοῦσί σου, ῥᾳδίως διαλεγόμενος καὶ τῶν ἐπιμελομένων τοῦ τῇ πόλει διαλέγεσθαι πολὺ περιών, ἐν τοῖς μηδεπώποτε φροντίσασι τῶν πολιτικῶν μηδὲ σοῦ καταπεφρονηκόσιν ὀκνεῖς λέγειν, δεδιὼς μὴ καταγελασθῇς.

你觉得你现在的所作所为,和胜过受过训练的竞技者却害怕外行人,究竟有什么两样呢?因为你既能从容地与城邦中最首要的人物交谈——他们当中有些人甚至是看轻你的——而且又远胜过那些以向城邦进言为业的人,却在那些从未思考过政务、也从未看轻过你的人面前畏缩不言,生怕被人嘲笑。”

§3.7.8

τί δʼ; ἔφη, οὐ δοκοῦσί σοι πολλάκις οἱ ἐν τῇ ἐκκλησίᾳ τῶν ὀρθῶς λεγόντων καταγελᾶν; καὶ γὰρ οἱ ἕτεροι, ἔφη· διʼ ὃ καὶ θαυμάζω σου εἰ,3 ἐκείνους, ὅταν τοῦτο ποιῶσι, ῥᾳδίως χειρούμενος, τούτοις μηδένα τρόπον οἴει δυνήσεσθαι προσενεχθῆναι.

沙米德斯说:“怎么,难道在您看来,公民大会里的人不是经常嘲笑那些言之成理的人吗?”苏格拉底说:“另一批人也是如此啊;所以我才对你感到惊异,既然你在那些人做出这种嘲笑时能轻松应对,却为何认为自己绝无办法应对这批人呢。

§3.7.9

ὠγαθέ, μὴ ἀγνόει σεαυτόν, μηδὲ ἁμάρτανε ἃ οἱ πλεῖστοι ἁμαρτάνουσιν· οἱ γὰρ πολλοὶ ὡρμηκότες ἐπὶ τὸ σκοπεῖν τὰ τῶν ἄλλων πράγματα οὐ τρέπονται ἐπὶ τὸ ἑαυτοὺς ἐξετάζειν. μὴ οὖν ἀπορρᾳθύμει τούτου, ἀλλὰ διατείνου μᾶλλον πρὸς τὸ σαυτῷ προσέχειν. καὶ μὴ ἀμέλει τῶν τῆς πόλεως, εἴ τι δυνατόν ἐστι διὰ σὲ βέλτιον ἔχειν· τούτων γὰρ καλῶς ἐχόντων οὐ μόνον οἱ ἄλλοι πολῖται, ἀλλὰ καὶ οἱ σοὶ φίλοι καὶ αὐτὸς σὺ οὐκ ἐλάχιστα ὠφελήσῃ.

好朋友啊,不要不了解你自己,也不要犯下大多数人所犯的错误;因为大众往往热衷于考察别人的事情,却不转向检视自己。所以你切不可对此懈怠,而要加倍努力关注你自己。只要通过你有可能使局面变好,就不要忽视城邦的事务;因为一旦这些事务料理得当,不仅其他公民,连你的朋友和你自己也都将获益匪浅。”

语法注3 条
  1. 3.7.2καὶ ταῦτα ὧν ἀνάγκη σοι μετέχειν πολίτῃ γε ὄντι

    短语 καὶ ταῦτα 是惯用的副词性宾格表达,意为“而且……尤其”。其后的关系代名词 ὧν 吸收了先行词(τούτων 等),并受动词 μετέχειν 支配而呈属格。分词短语 πολίτῃ... ὄντι 与与格代词 σοι 保持性数格一致,带有“作为公民(而言)”的限定或条件色彩。

  2. 3.7.7τί δὲ οἴει διαφέρειν ὃ σὺ ποιεῖς ἢ τῶν ἀσκητῶν ὄντα κρείττω τοὺς ἰδιώτας φοβεῖσθαι;

    动词 διαφέρειν(相异)与比较连词 ἤ(比)连用,构成反问句式的比较结构:“A 与 B 有何不同?”前者是关系从句 ὃ σὺ ποιεῖς(你的所作所为),后者是 ἤ 引导的不定式短语 τῶν ἀσκητῶν ὄντα κρείττω τοὺς ἰδιώτας φοβεῖσθαι(胜过受训运动员却惧怕外行人)。分词短语 ὄντα κρείττω 与不定式 φοβεῖσθαι 的逻辑主语(省略的泛称宾格)一致,含有让步意味。

  3. 3.7.8διʼ ὃ καὶ θαυμάζω σου εἰ

    动词 θαυμάζω(惊异、感到不可思议)支配人物属格 σου,并用连词 εἰ(竟然……/是否……)引出令其惊异的事由。在古典希腊语中,表示情感的动词常用 εἰ 引导的名词性从句代替 ὅτι 从而使语气委婉,在此带有反诘与批评的意味(“你……我真对你感到不可思议”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:3.7.1-3.7.9