- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:3.6.10-3.6.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底接连揭露出格劳孔对国防哨所、银矿和粮食供应的一无所知,指出连一个家庭都无法治理的人不可能统领城邦,并告诫他唯有掌握真才实学才能赢得真正的声望。
οὐκοῦν, ἔφη, καὶ περὶ πολέμου συμβουλεύειν τήν γε πρώτην ἐπισχήσομεν· ἴσως γὰρ καὶ διὰ τὸ μέγεθος αὐτῶν ἄρτι ἀρχόμενος τῆς προστατείας οὔπω ἐξήτακας. ἀλλά τοι περί γε φυλακῆς τῆς χώρας οἶδʼ ὅτι ἤδη σοι μεμέληκε, καὶ οἶσθα ὁπόσαι τε φυλακαὶ ἐπίκαιροί εἰσι καὶ ὁπόσαι μή, καὶ ὁπόσοι τε φρουροὶ ἱκανοί εἰσι καὶ ὁπόσοι μή εἰσι· καὶ τὰς μὲν ἐπικαίρους φυλακὰς συμβουλεύσεις μείζονας ποιεῖν, τὰς δὲ περιττὰς ἀφαιρεῖν.
“那么,”苏格拉底说,“关于战争的建白,眼下我们也暂且搁置吧;因为你才刚刚开始主理政务,或许正由于这些事务规模巨大,你还未曾详加考察。但无论如何,关于国土的防卫,我知道你必定早已放在心上,并且知道有多少警卫哨所占据要冲,有多少不占要冲,多少守卫足够,多少不够;你必定会建议加强处于要冲的哨所,而撤销那些多余的哨所。”
νὴ Δίʼ, ἔφη ὁ Γλαύκων, ἁπάσας μὲν οὖν ἔγωγε, ἕνεκά γε τοῦ οὕτως αὐτὰς φυλάττεσθαι ὥστε κλέπτεσθαι τὰ ἐκ τῆς χώρας.1 ἐὰν δέ τις ἀφέλῃ γʼ, ἔφη, τὰς φυλακάς, οὐκ οἴει καὶ ἁρπάζειν ἐξουσίαν ἔσεσθαι τῷ βουλομένῳ; ἀτάρ, ἔφη, πότερον ἐλθὼν αὐτὸς ἐξήτακας τοῦτο, ἢ πῶς οἶσθα ὅτι κακῶς φυλάττονται; εἰκάζω, ἔφη. οὐκοῦν, ἔφη, καὶ περὶ τούτων, ὅταν μηκέτι εἰκάζωμεν, ἀλλʼ ἤδη εἰδῶμεν, τότε συμβουλεύσομεν;
“凭宙斯起誓,”格劳孔说,“照我看来,要把它们全撤了,因为它们被防守得如此糟糕,以至于乡间的财物竟被偷盗。”苏格拉底说:“但若是有人把守备部队都撤了,你难道不认为任何人只要愿意,就连劫掠的自由也都会有了吗?不过,”他说,“你是亲自去那里考察过这件事,还是凭什么知道他们守卫不力的呢?”格劳孔说:“我只是推测罢了。”苏格拉底说:“那么,关于这些事,等到我们不再推测、而是已经了然于心时,再来建言献策如何?”
ἴσως, ἔφη ὁ Γλαύκων, βέλτιον. εἴς γε μήν, ἔφη, τἀργύρεια οἶδʼ ὅτι οὐκ ἀφῖξαι, ὥστʼ ἔχειν εἰπεῖν διʼ ὅ τι νῦν ἐλάττω ἢ πρόσθεν προσέρχεται αὐτόθεν. οὐ γὰρ οὖν ἐλήλυθα, ἔφη. καὶ γὰρ νὴ Δίʼ, ἔφη ὁ Σωκράτης, λέγεται βαρὺ τὸ χωρίον εἶναι, ὥστε, ὅταν περὶ τούτου δέῃ συμβουλεύειν, αὕτη σοι ἡ πρόφασις ἀρκέσει. σκώπτομαι, ἔφη ὁ Γλαύκων.
格劳孔说:“或许那样更好。”苏格拉底说:“至少银矿那一带,我知道你未曾亲自去过,以至于无法说明为何如今从那里得来的收益少于从前。”他说:“确实,我没去过。”苏格拉底说:“因为凭宙斯起誓,据说那地方瘴疠深重,所以一旦需要就此提出建议,这个借口便尽够你用了。”格劳孔说:“您这是在取笑我。”
ἀλλʼ ἐκείνου γέ τοι, ἔφη, οἶδʼ ὅτι οὐκ ἠμέληκας, ἀλλʼ ἔσκεψαι, πόσον χρόνον ἱκανός ἐστιν ὁ ἐκ τῆς χώρας γιγνόμενος σῖτος διατρέφειν τὴν πόλιν, καὶ πόσου εἰς τὸν ἐνιαυτὸν προσδεῖται, ἵνα μὴ τοῦτό γε λάθῃ σέ ποτε ἡ πόλις ἐνδεὴς γενομένη,2 ἀλλʼ εἰδὼς ἔχῃς ὑπὲρ τῶν ἀναγκαίων συμβουλεύων τῇ πόλει βοηθεῖν τε καὶ σῴζειν αὐτήν. λέγεις, ἔφη ὁ Γλαύκων, παμμέγεθες πρᾶγμα, εἴ γε καὶ τῶν τοιούτων ἐπιμελεῖσθαι δεήσει.
苏格拉底说:“可是对于那一桩事,我知道你绝没有忽视,而是已经考察清楚了:本邦土地出产的粮食足以供应城邦支撑多久,一年之中又还需要补给多少,免得城邦陷入匮乏而你竟浑然不觉,好让你心中有数,能在关乎生活必需品的事情上提出建议,从而协助城邦并保全它。”格劳孔说:“如果连这类事情都必须打理的话,您说的可是一桩无比庞大的事情啊。”
ἀλλὰ μέντοι, ἔφη ὁ Σωκράτης, οὐδʼ ἂν τὸν ἑαυτοῦ ποτε οἶκον καλῶς τις οἰκήσειεν, εἰ μὴ πάντα μὲν εἴσεται ὧν προσδεῖται, πάντων δὲ ἐπιμελόμενος ἐκπληρώσει. ἀλλʼ ἐπεὶ ἡ μὲν πόλις ἐκ πλειόνων ἢ μυρίων οἰκιῶν συνέστηκε, χαλεπὸν δʼ ἐστὶν ἅμα τοσούτων οἴκων ἐπιμελεῖσθαι, πῶς οὐχ ἕνα τὸν τοῦ θείου πρῶτον ἐπειράθης αὐξῆσαι; δεῖται δέ. κἂν μὲν τοῦτον δύνῃ, καὶ πλείοσιν ἐπιχειρήσεις· ἕνα δὲ μὴ δυνάμενος ὠφελῆσαι πῶς ἂν πολλούς γε δυνηθείης; ὥσπερ, εἴ τις ἓν τάλαντον μὴ δύναιτο φέρειν, πῶς οὐ φανερὸν ὅτι πλείω γε φέρειν οὐδʼ ἐπιχειρητέον αὐτῷ;
苏格拉底说:“然而,如果一个人不清楚自家还缺少什么,并且不通过打理一切来予以补足,那么他也绝不可能把自己的家业治理好。可是,城邦由一万多户人家组成,同时照料这么多家庭谈何容易,你为何不先试着壮大你舅父这一个家庭呢?那个家正需要照拂呢。要是你能把这一家治理好,你也会去尝试更多的家;但若是连一家都不能造福,你又怎能造福成千上万家呢?正如一个人若连一塔兰同的重量都搬不动,他甚至根本不该尝试去搬运更多,这难道不是显而易见的事吗?”
ἀλλʼ ἔγωγʼ, ἔφη ὁ Γλαύκων, ὠφελοίην ἂν τὸν τοῦ θείου οἶκον, εἴ μοι ἐθέλοι πείθεσθαι. εἶτα, ἔφη ὁ Σωκράτης, τὸν θεῖον οὐ δυνάμενος πεῖσαι, Ἀθηναίους πάντας μετὰ τοῦ θείου νομίζεις δυνήσεσθαι ποιῆσαι πείθεσθαί σοι;
格劳孔说:“可是依我看来,只要舅父愿意听从我的话,我是能够造福他的家的。”苏格拉底说:“那么,你连舅父一个人都说服不了,难道你以为能让包括你舅父在内的全体雅典人都听从你吗?
φυλάττου, ἔφη, ὦ Γλαύκων, ὅπως μὴ τοῦ εὐδοξεῖν ἐπιθυμῶν εἰς τοὐναντίον ἔλθῃς. ἢ οὐχ ὁρᾷς ὡς σφαλερόν ἐστι τό, ἃ μὴ οἶδέ τις, ταῦτα ἢ λέγειν ἢ πράττειν; ἐνθυμοῦ δὲ τῶν ἄλλων, ὅσους οἶσθα τοιούτους,3 οἷοι φαίνονται καὶ λέγοντες ἃ μὴ ἴσασι καὶ πράττοντες, πότερά σοι δοκοῦσιν ἐπὶ τοῖς τοιούτοις ἐπαίνου μᾶλλον ἢ ψόγου τυγχάνειν καὶ πότερον θαυμάζεσθαι μᾶλλον ἢ καταφρονεῖσθαι·
格劳孔啊,”他说,“务要小心,莫要在渴望获得美名之时,反而招致相反的结果。难道你看不出,对自己不懂的事情妄发议论或妄加处置是多么危险吗?你想一想你所认识的其他那些显然既在言说又在做着自己不懂之事的人:在你看来,他们因为这种行径是得到了赞扬还是责备,是受到了敬佩还是鄙视呢?
ἐνθυμοῦ δὲ καὶ τῶν εἰδότων ὅ τι τε λέγουσι καὶ ὅ τι ποιοῦσι· καί, ὡς ἐγὼ νομίζω, εὑρήσεις ἐν πᾶσιν ἔργοις τοὺς μὲν εὐδοκιμοῦντάς τε καὶ θαυμαζομένους ἐκ τῶν μάλιστα ἐπισταμένων ὄντας, τοὺς δὲ κακοδοξοῦντάς τε καὶ καταφρονουμένους ἐκ τῶν ἀμαθεστάτων.
你再想想那些既明白自己所言、又明白自己所行的人;而且据我看来,在一切事务中你都会发现,享有美名并受人敬佩的人都是那些最有学问的人,而身败名裂并遭人鄙视的人都是那些最无知的人。
εἰ οὖν ἐπιθυμεῖς εὐδοκιμεῖν τε καὶ θαυμάζεσθαι ἐν τῇ πόλει, πειρῶ κατεργάσασθαι ὡς μάλιστα τὸ εἰδέναι ἃ βούλει πράττειν· ἐὰν γὰρ τούτῳ διενέγκας τῶν ἄλλων ἐπιχειρῇς τὰ τῆς πόλεως πράττειν, οὐκ ἂν θαυμάσαιμι εἰ πάνυ ῥᾳδίως τύχοις ὧν ἐπιθυμεῖς.4
因此,如果你渴望在城邦中享有盛誉并受人敬仰,就要尽量努力做到精通自己想做的事情;因为如果你在这方面超越了其他人,再去着手处理城邦的事务,那么你极其轻而易举地得到自己想要的东西,我也绝不会感到惊奇。”
- 3.6.11ἕνεκά γε τοῦ οὕτως αὐτὰς φυλάττεσθαι ὥστε κλέπτεσθαι τὰ ἐκ τῆς χώρας
介词 ἕνεκα 支配带冠词的不定词 τοῦ ... φυλάττεσθαι(中被动态,“被防守”),后接表示结果的 ὥστε 结果从句。代词 αὐτάς 指代前文的 φυλακάς(哨所),整句意为“由于它们防守得如此糟糕,以至于……”。
- 3.6.13ἵνα μὴ τοῦτό γε λάθῃ σέ ποτε ἡ πόλις ἐνδεὴς γενομένη
动词 λανθάνω 后接人称宾格(σέ)与同主语一致的主格补足分词(ἡ πόλις ... ἐνδεὴς γενομένη),意为“免得城邦陷入匮乏而你竟未发觉”。τοῦτο 为指代该情况的副词性宾格或内宾格。
- 3.6.16ἐνθυμοῦ δὲ τῶν ἄλλων, ὅσους οἶσθα τοιούτους
命令式 ἐνθυμοῦ 支配表示讨论范围/话题的属格 τῶν ἄλλων,后续关系从句 ὅσους οἶσθα τοιούτους(其中 ὅσους 作 οἶσθα 的直接宾格)对其进行限定与展开。整句意为“想想其他人中,你所知道的属于此类情况的所有人”。
- 3.6.18ἐὰν γὰρ τούτῳ διενέγκας τῶν ἄλλων ἐπιχειρῇς τὰ τῆς πόλεως πράττειν, οὐκ ἂν θαυμάσαιμι εἰ πάνυ ῥᾳδίως τύχοις ὧν ἐπιθυμεῖς
复合条件句结构:归结句使用潜在希求法(οὐκ ἂν θαυμάσαιμι),后接在表示惊奇动词后引导间接从句并带有希求法(τύχοις)的 εἰ 从句。在条件从句中,分词 διενέγκας 带有表示方面的与格 τούτῳ(“在这方面”)以及比较属格 τῶν ἄλλων(“胜过其他人”)。
