← 色诺芬

回忆苏格拉底

§3.6.1-3.6.9

格劳孔的从政野心与对国政实务的无知

面对年纪尚轻却急于统领城邦的格劳孔,苏格拉底顺应其雄心并向他询问财政收支与军事实力等实务,使格劳孔意识到自己对治国所需的起码知识一无所知。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.6.1

Γλαύκωνα δὲ τὸν Ἀρίστωνος,1 ὅτʼ ἐπεχείρει δημηγορεῖν, ἐπιθυμῶν προστατεύειν τῆς πόλεως οὐδέπω εἴκοσιν ἔτη γεγονώς, τῶν ἄλλων οἰκείων τε καὶ φίλων οὐδεὶς ἐδύνατο παῦσαι ἑλκόμενόν τε ἀπὸ τοῦ βήματος καὶ καταγέλαστον ὄντα·2 Σωκράτης δέ, εὔνους ὢν αὐτῷ διά τε Χαρμίδην τὸν Γλαύκωνος καὶ διὰ Πλάτωνα, μόνος ἔπαυσεν.

阿里斯同之子格劳孔还不到二十岁就渴望统领城邦并企图在公民大会上发表演说,当时其他亲戚朋友哪怕见他被从讲台上拉下来并沦为笑柄,谁也无法阻止他;唯有苏格拉底因格劳孔之子沙米德斯以及柏拉图的缘故对他怀有好意,独自劝阻了他。

§3.6.2

ἐντυχὼν γὰρ αὐτῷ πρῶτον μὲν εἰς τὸ ἐθελῆσαι ἀκούειν3 τοιάδε λέξας κατέσχεν, ὦ Γλαύκων, ἔφη, προστατεύειν ἡμῖν διανενόησαι τῆς πόλεως; ἔγωγʼ, ἔφη, ὦ Σώκρατες. νὴ Δίʼ, ἔφη, καλὸν γάρ, εἴπερ τι καὶ ἄλλο τῶν ἐν ἀνθρώποις. δῆλον γὰρ ὅτι, ἐὰν τοῦτο διαπράξῃ, δυνατὸς μὲν ἔσει αὐτὸς τυγχάνειν ὅτου ἂν ἐπιθυμῇς, ἱκανὸς δὲ τοὺς φίλους ὠφελεῖν, ἐπαρεῖς δὲ τὸν πατρῷον οἶκον, αὐξήσεις δὲ τὴν πατρίδα, ὀνομαστὸς δʼ ἔσει πρῶτον μὲν ἐν τῇ πόλει, ἔπειτα ἐν τῇ Ἑλλάδι, ἴσως δʼ, ὥσπερ Θεμιστοκλῆς, καὶ ἐν τοῖς βαρβάροις· ὅπου δʼ ἂν ᾖς, πανταχοῦ περίβλεπτος ἔσει. ταῦτʼ οὖν ἀκούων ὁ Γλαύκων ἐμεγαλύνετο καὶ ἡδέως παρέμενε. μετὰ δὲ ταῦτα ὁ Σωκράτης, οὐκοῦν, ἔφη, τοῦτο μέν, ὦ Γλαύκων, δῆλον, ὅτι, εἴπερ τιμᾶσθαι βούλει, ὠφελητέα σοι ἡ πόλις ἐστί; πάνυ μὲν οὖν, ἔφη. πρὸς θεῶν, ἔφη, μὴ τοίνυν ἀποκρύψῃ, ἀλλʼ εἶπον ἡμῖν ἐκ τίνος ἄρξῃ τὴν πόλιν εὐεργετεῖν.

因为苏格拉底遇见他时,为了使他愿意倾听,先是这般说道以留住他:“格劳孔啊,”他说,“你打定主意要为我们统领城邦了吗?”格劳孔说:“正是如此,苏格拉底。”苏格拉底说:“凭宙斯起誓,这可真是一件美事,若说人间还有什么其他美事的话,它也毫不逊色。因为显然,你若是做成了这件事,你自己就能随心所欲地获得一切,能够造福朋友,光耀父辈的家门,壮大祖国;而且你首先在城邦中名声显赫,接着传遍全希腊,也许还会像地米斯托克利那样扬名于异族之间;无论你走到何处,到处都会受人瞩目。”格劳孔听到这些话,自鸣得意,十分乐意留下来。在此之后,苏格拉底说:“那么,格劳孔啊,有一点显然无可置疑:你若是想要受人尊敬,就必须使城邦得到你的襄助,不是吗?”他说:“确实如此。”苏格拉底说:“凭诸神起誓,那就别瞒着,告诉我们你打算从哪一桩事开始造福城邦吧。”

§3.6.4

ἐπεὶ δὲ ὁ Γλαύκων διεσιώπησεν, ὡς ἂν τότε σκοπῶν ὁπόθεν ἄρχοιτο,4 ἆρʼ, ἔφη ὁ Σωκράτης, ὥσπερ φίλου οἶκον εἰ αὐξῆσαι βούλοιο, πλουσιώτερον αὐτὸν ἐπιχειροίης ἂν ποιεῖν, οὕτω καὶ τὴν πόλιν πειράσῃ πλουσιωτέραν ποιῆσαι;

当格劳孔沉默不语,仿佛这时才刚刚开始考虑该从何处着手时,苏格拉底说:“正如你若是想光大朋友的家业,就会试图让它更富有一样,你是否也会同样设法让城邦更富有呢?”

§3.6.5

πάνυ μὲν οὖν, ἔφη. οὐκοῦν πλουσιωτέρα γʼ ἂν εἴη προσόδων αὐτῇ πλειόνων γενομένων; εἰκὸς γοῦν, ἔφη. λέξον δή, ἔφη, ἐκ τίνων νῦν αἱ πρόσοδοι τῇ πόλει καὶ πόσαι τινές εἰσι; δῆλον γὰρ ὅτι ἔσκεψαι, ἵνα, εἰ μέν τινες αὐτῶν ἐνδεῶς ἔχουσιν, ἐκπληρώσῃς, εἰ δὲ παραλείπονται, προσπορίσῃς. ἀλλὰ μὰ Δίʼ, ἔφη ὁ Γλαύκων, ταῦτά γε οὐκ ἐπέσκεμμαι.

格劳孔说:“确实如此。”苏格拉底说:“那么,如果财政收入增加,城邦难道不会变得更富有吗?”他说:“这倒很有可能。”苏格拉底说:“那么请告诉我,如今城邦的收入来自何处,数额又有多少?因为显然你已经对此考察过了,以便在其中有不足时予以补足,在有遗漏时另行筹措。”格劳孔说:“不,凭宙斯起誓,这些我倒真没有考察过。”

§3.6.6

ἀλλʼ εἰ τοῦτο, ἔφη, παρέλιπες, τάς γε δαπάνας τῆς πόλεως ἡμῖν εἰπέ· δῆλον γὰρ ὅτι καὶ τούτων τὰς περιττὰς ἀφαιρεῖν διανοῇ. ἀλλὰ μὰ τὸν Δίʼ, ἔφη, οὐδὲ πρὸς ταῦτά πω ἐσχόλασα. οὐκοῦν, ἔφη, τὸ μὲν πλουσιωτέραν τὴν πόλιν ποιεῖν ἀναβαλούμεθα· πῶς γὰρ οἷόν τε μὴ εἰδότα γε τὰ ἀναλώματα καὶ τὰς προσόδους ἐπιμεληθῆναι τούτων;

苏格拉底说:“不过,如果你忽略了这一点,那就把城邦的各项开支告诉我们吧;因为显然你正打算削减其中多余的部分。”他说:“可是凭宙斯起誓,对于这些我也还没抽出工夫来。”苏格拉底说:“那么,让城邦更富有一事我们就先押后吧;因为如果连开销和收入都不清楚,一个人又怎能妥善打理它们呢?”

§3.6.7

ἀλλʼ, ὦ Σώκρατες, ἔφη ὁ Γλαύκων, δυνατόν ἐστι καὶ ἀπὸ πολεμίων τὴν πόλιν πλουτίζειν. νὴ Δία σφόδρα γʼ, ἔφη ὁ Σωκράτης, ἐάν τις αὐτῶν κρείττων ᾖ· ἥττων δὲ ὢν καὶ τὰ ὄντα προσαποβάλοι ἄν. ἀληθῆ λέγεις, ἔφη.

格劳孔说:“可是,苏格拉底啊,从敌人那里也可以让城邦富裕起来。”苏格拉底说:“凭宙斯起誓,确实大有可能,只要实力强于敌人;但若是弱于敌人,连现有的家底恐怕都要赔进去。”他说:“你说得对。”

§3.6.8

οὐκοῦν, ἔφη, τόν γε βουλευσόμενον, πρὸς οὕστινας δεῖ5 πολεμεῖν, τήν τε τῆς πόλεως δύναμιν καὶ τὴν τῶν ἐναντίων εἰδέναι δεῖ, ἵνα, ἐὰν μὲν ἡ τῆς πόλεως κρείττων ᾖ, συμβουλεύῃ ἐπιχειρεῖν τῷ πολέμῳ, ἐὰν δὲ ἥττων τῶν ἐναντίων, εὐλαβεῖσθαι πείθῃ.

苏格拉底说:“那么,将要商议该向谁开战的人,必须既清楚本邦的实力,也清楚对手的实力,以便在本邦实力占优时建议开战,而在弱于对手时劝诫大家谨慎行事。”

§3.6.9

ὀρθῶς λέγεις, ἔφη. πρῶτον μὲν τοίνυν, ἔφη, λέξον ἡμῖν τῆς πόλεως τήν τε πεζικὴν καὶ τὴν ναυτικὴν δύναμιν, εἶτα τὴν τῶν ἐναντίων. ἀλλὰ μὰ τὸν Δίʼ, ἔφη, οὐκ ἂν ἔχοιμί σοι οὕτω γε ἀπὸ στόματος εἰπεῖν. ἀλλʼ εἰ γέγραπταί σοι, ἔνεγκε, ἔφη· πάνυ γὰρ ἡδέως ἂν τοῦτο ἀκούσαιμι. ἀλλὰ μὰ τὸν Δίʼ, ἔφη, οὐδὲ γέγραπταί μοί πω.

格劳孔说:“你说得极是。”苏格拉底说:“那么首先,请把城邦的陆军和海军实力告诉我们,然后再谈对手的实力。”他说:“可是凭宙斯起誓,我可没法就这样凭记忆说出来。”苏格拉底说:“若是你记下来了,就拿来吧;因为我非常乐意听听这个。”他说:“可是凭宙斯起誓,我甚至连记都还没记下来呢。”

语法注5 条
  1. 3.6.1Γλαύκωνα δὲ τὸν Ἀρίστωνος

    句首的宾格短语,语法上作后文不定式 παῦσαι 以及主动词 ἔπαυσεν 的直接宾语;此处采用先置(prolepsis),旨在突出所论述的主题对象。

  2. 3.6.1ἑλκόμενόν τε ἀπὸ τοῦ βήματος καὶ καταγέλαστον ὄντα

    分词 ἑλκόμενον 和 ὄντα 与宾语 Γλαύκωνα 性数格一致,作让步状语(“哪怕他被从讲台下拉下来并沦为笑柄”)。此处不可误作 παύω 支配分词表“制止某人做某事”的结构,而是修饰格劳孔虽身处屈辱境地仍不肯罢休的状态。

  3. 3.6.2εἰς τὸ ἐθελῆσαι ἀκούειν

    介词 εἰς 接带冠词不定式(中性单数宾格),表示目的或意图达到的结果(“为了使他愿意倾听”),指明动词 κατέσχεν(挽留住)所指向的目的。

  4. 3.6.4ὡς ἂν τότε σκοπῶν ὁπόθεν ἄρχοιτο

    连词 ὡς ἄν 与分词 σκοπῶν 结合,表示假想的比较(“仿佛他那时才正在考虑”)。间接疑问从句中的祈愿语气 ἄρχοιτο 是因主句使用过去时态(διεσιώπησεν)而出现的间接引语祈愿语气。

  5. 3.6.8τόν γε βουλευσόμενον... εἰδέναι δεῖ

    由非人称动词 δεῖ 支配的“宾格加不定式”结构。实体化的将来时分词 τόν... βουλευσόμενον(“将要商议的人”)充当不定式 εἰδέναι 的逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:3.6.1-3.6.9