- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:3.5.19-3.5.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底与伯里克利探讨了军队缺乏纪律是源于指挥官缺乏专门素养,随后苏格拉底提议让雅典轻装青年扼守边界险要山脉以防御国土。
τοῦτο γάρ τοι, ἔφη, καὶ θαυμαστόν ἐστι, τὸ τοὺς μὲν τοιούτους πειθαρχεῖν τοῖς ἐφεστῶσι, τοὺς δὲ ὁπλίτας καὶ τοὺς ἱππέας, οἳ δοκοῦσι καλοκαγαθίᾳ προκεκρίσθαι τῶν πολιτῶν, ἀπειθεστάτους εἶναι πάντων.1
他说:“这确实令人诧异:那类人对主管者俯首听命,而那些被公认为在优良品质上优于其他公民的重装步兵和骑兵,反而是所有人中最不服从的。”
καὶ ὁ Σωκράτης ἔφη· ἡ δὲ ἐν Ἀρείῳ πάγῳ βουλή, ὦ Περίκλεις, οὐκ ἐκ τῶν δεδοκιμασμένων καθίσταται; καὶ μάλα, ἔφη. οἶσθα οὖν τινας, ἔφη, κάλλιον ἢ νομιμώτερον ἢ σεμνότερον ἢ δικαιότερον τάς τε δίκας δικάζοντας καὶ τἆλλα πάντα πράττοντας; οὐ μέμφομαι, ἔφη, τούτοις. οὐ τοίνυν, ἔφη, δεῖ ἀθυμεῖν ὡς οὐκ εὐτάκτων ὄντων Ἀθηναίων.
苏格拉底说:“可是,伯里克利啊,战神山议事会难道不是由经过资格审定的人组成的吗?”他说:“确实如此。”“那么你是否知道还有谁能比他们更出色、更合法、更庄严或更公正地审理案件并处理一切事务呢?”他说:“我并不指责他们。”苏格拉底说:“那么,我们就不必因为认为雅典人没有秩序而感到灰心丧气了。”
καὶ μὴν ἔν γε τοῖς στρατιωτικοῖς, ἔφη, ἔνθα μάλιστα δεῖ σωφρονεῖν τε καὶ εὐτακτεῖν καὶ πειθαρχεῖν, οὐδενὶ τούτων προσέχουσιν. ἴσως γάρ, ἔφη ὁ Σωκράτης, ἐν τούτοις οἱ ἥκιστα ἐπιστάμενοι ἄρχουσιν αὐτῶν. οὐχ ὁρᾷς ὅτι κιθαριστῶν μὲν καὶ χορευτῶν καὶ ὀρχηστῶν οὐδὲ εἷς ἐπιχειρεῖ ἄρχειν μὴ ἐπιστάμενος, οὐδὲ παλαιστῶν οὐδὲ παγκρατιαστῶν; ἀλλὰ πάντες οἱ τούτων ἄρχοντες ἔχουσι δεῖξαι ὁπόθεν ἔμαθον ταῦτα ἐφʼ οἷς ἐφεστᾶσι· τῶν δὲ στρατηγῶν οἱ πλεῖστοι αὐτοσχεδιάζουσιν.
他说:“可是在军事事务上——而这恰恰是最需要自制、守序和服从的地方——他们对这些一概不予重视。”苏格拉底说:“大概是因为在这些事上指挥他们的是最缺乏知识的人吧。难道你看不出,对于齐特拉琴演奏者、歌队队员和舞者,没有知识的人绝不敢企图指挥他们,对于摔跤手或古希腊搏击手也是如此?相反,指挥这些人的人全都能指出他们是从何处学得自己所主管的那些技艺;然而大多数将军却是在凭空乱来。
οὐ μέντοι σέ γε τοιοῦτον ἐγὼ νομίζω εἶναι, ἀλλʼ οἶμαί σε οὐδὲν ἧττον ἔχειν εἰπεῖν ὁπότε στρατηγεῖν ἢ ὁπότε παλαίειν ἤρξω μανθάνειν.2 καὶ πολλὰ μὲν οἶμαί σε τῶν πατρῴων στρατηγημάτων παρειληφότα διασῴζειν, πολλὰ δὲ πανταχόθεν συνηχέναι, ὁπόθεν οἷόν τε ἦν μαθεῖν τι ὠφέλιμον εἰς στρατηγίαν.
但我并不认为你是那样的人;相反,我认为你既能说出何时开始学习摔跤,也同样能说出何时开始学习统帅之术。而且我认为,你继承并保存了许多父辈留下的战略计谋,又从一切能够学到对统帅有益之事的来源广泛搜集了许多知识。
οἶμαι δέ σε πολλὰ μεριμνᾶν, ὅπως μὴ λάθῃς σεαυτὸν ἀγνοῶν3 τι τῶν εἰς στρατηγίαν ὠφελίμων, καὶ ἐάν τι τοιοῦτον αἴσθῃ σεαυτὸν μὴ εἰδότα, ζητεῖν τοὺς ἐπισταμένους ταῦτα, οὔτε δώρων οὔτε χαρίτων φειδόμενον, ὅπως μάθῃς παρʼ αὐτῶν ἃ μὴ ἐπίστασαι καὶ συνεργοὺς ἀγαθοὺς ἔχῃς.
我还认为,你极为用心,唯恐自己在不知不觉中对某些有益于统帅之术的事情一无所知;并且一旦发觉自己不懂这类事情,你就会寻找精通这些的人,既不惜重礼也不吝人情,以便从他们那里学到自己不知之事,并拥有优秀的助手。”
καὶ ὁ Περικλῆς, οὐ λανθάνεις με, ὦ Σώκρατες, ἔφη, ὅτι οὐδʼ οἰόμενός με τούτων ἐπιμελεῖσθαι ταῦτα λέγεις, ἀλλʼ ἐγχειρῶν με διδάσκειν ὅτι τὸν μέλλοντα στρατηγεῖν τούτων ἁπάντων ἐπιμελεῖσθαι δεῖ.
伯里克利说:“苏格拉底啊,我心里很清楚,你讲这些话并不是因为你真的认为我已经在操心这些事,而是试图以此指教我:凡将要担任将军的人都必须对所有这些事多加留心。
ὁμολογῶ μέντοι κἀγώ σοι ταῦτα. τοῦτο δʼ, ἔφη, ὦ Περίκλεις, κατανενόηκας, ὅτι πρόκειται τῆς χώρας ἡμῶν ὄρη μεγάλα, καθήκοντα ἐπὶ τὴν Βοιωτίαν, διʼ ὧν εἰς τὴν χώραν εἴσοδοι στεναί τε καὶ προσάντεις εἰσί, καὶ ὅτι μέση διέζωται ὄρεσιν ἐρυμνοῖς; καὶ μάλα, ἔφη.
不过,我也同意你这些看法。”苏格拉底说:“伯里克利啊,你是否注意到这一点:在我们的国土前方横亘着绵延至维奥蒂亚的高山,穿行其中通往国境的入口既狭隘又险峻,而且国土的腹地也被险要的高山环抱?”他说:“是的,我非常清楚。”
τί δέ; ἐκεῖνο ἀκήκοας, ὅτι Μυσοὶ καὶ Πισίδαι ἐν τῇ βασιλέως χώρᾳ κατέχοντες ἐρυμνὰ πάνυ χωρία καὶ κούφως ὡπλισμένοι δύνανται πολλὰ μὲν τὴν βασιλέως χώραν καταθέοντες κακοποιεῖν, αὐτοὶ δὲ ζῆν ἐλεύθεροι; καὶ τοῦτό γʼ, ἔφη, ἀκούω.
“那么这一情况呢?你是否听闻过,密细亚人和皮西迪亚人在波斯王的国土上占据极其险固的地方,凭借轻便武装四处奔袭,能够重创大王的国土,而他们自己却能过着自由的生活?”他说:“这我也确实听说过。”
Ἀθηναίους δʼ οὐκ ἂν οἴει, ἔφη, μέχρι τῆς ἐλαφρᾶς ἡλικίας4 ὡπλισμένους κουφοτέροις ὅπλοις καὶ τὰ προκείμενα τῆς χώρας ὄρη κατέχοντας βλαβεροὺς μὲν τοῖς πολεμίοις εἶναι, μεγάλην δὲ προβολὴν τοῖς πολίταις τῆς χώρας κατεσκευάσθαι;5 καὶ ὁ Περικλῆς, πάντʼ οἶμαι, ἔφη, ὦ Σώκρατες, καὶ ταῦτα χρήσιμα εἶναι.
“那么你难道不认为,”他说,“直到身体矫健轻盈年龄段的雅典人,若是配备较轻便的武器并占据国土前方的那些山脉,就会令敌人蒙受重创,同时为本国公民构建起一道巨大的屏障吗?”伯里克利说:“苏格拉底啊,我认为所有这些也都是有益的。”
εἰ τοίνυν, ἔφη ὁ Σωκράτης, ἀρέσκει σοι ταῦτα, ἐπιχείρει αὐτοῖς, ὦ ἄριστε· ὅ τι μὲν γὰρ ἂν τούτων καταπράξῃς, καὶ σοὶ καλὸν ἔσται καὶ τῇ πόλει ἀγαθόν, ἐὰν δέ τι αὐτῶν ἀδυνατῇς, οὔτε τὴν πόλιν βλάψεις οὔτε σαυτὸν καταισχυνεῖς.
苏格拉底说:“那么,最优秀的朋友啊,既然你赞成这些构想,就着手去实行吧。因为在这些事情中,你所办成的任何一项对你都是光荣的,对城邦都是有益的;即便你在某些方面力有未逮,你既不会伤害城邦,也不会让自己蒙羞。”
- 3.5.19τὸ τοὺς μὲν τοιούτους πειθαρχεῖν τοῖς ἐφεστῶσι, τοὺς δὲ ὁπλίτας καὶ τοὺς ἱππέας... ἀπειθεστάτους εἶναι πάντων
由定冠词 τό 引导的整个“宾格加不定式”短语与前面的指示代词 τοῦτο 构成同位语,充当系动词 ἐστί 的真正主语。连接词 μέν... δέ 对比了上文提及的普通歌队队员和竞技者(τοὺς μὲν τοιούτους)与被视为精英阶层的重装步兵和骑兵(τοὺς δὲ ὁπλίτας...)。
- 3.5.22οὐ μέντοι σέ γε τοιοῦτον ἐγὼ νομίζω εἶναι, ἀλλʼ οἶμαί σε οὐδὲν ἧττον ἔχειν εἰπεῖν ὁπότε στρατηγεῖν ἢ ὁπότε παλαίειν ἤρξω μανθάνειν
动词 ἔχειν 与不定式 εἰπεῖν 连用,表示“能够说出”。比较结构 οὐδὲν ἧττον... ἤ...(“不亚于……”)并列了两个间接疑问从句:ὁπότε στρατηγεῖν [ἤρξω μανθάνειν] 与 ὁπότε παλαίειν ἤρξω μανθάνειν(前句省略了与后句相同的谓语 ἤρξω μανθάνειν),意指不仅能说出何时开始学习摔跤,也能同样说出何时开始学习统帅之术。
- 3.5.23ὅπως μὴ λάθῃς σεαυτὸν ἀγνοῶν
动词 λανθάνω 搭配反身代词宾格(σεαυτόν)与补充助动词的分词(ἀγνοῶν),构成惯用表达,意为“以免在自己不知不觉中(对某事)一无所知”。该从句由 ὅπως 引导,作 μεριμνᾶν 的宾语从句,表达留心注意的对象。
- 3.5.27μέχρι τῆς ἐλαφρᾶς ἡλικίας
形容词 ἐλαφρός(轻快的、敏捷的)指代体格灵动矫健的青年年龄段(暗示雅典军制中适于边境巡逻的青年群体,如埃菲比)。短语 μέχρι τῆς ἐλαφρᾶς ἡλικίας(“直到身手矫健的年龄”)与后文的 ὡπλισμένους κουφοτέροις ὅπλοις(“配以较轻的武器”)相呼应,强调由年轻精干之人担任轻装山地防御部队。
- 3.5.27μεγάλην δὲ προβολὴν τοῖς πολίταις τῆς χώρας κατεσκευάσθαι
κατεσκευάσθαι 为现在完成时中动态/被动态不定式,其逻辑主语为 Ἀθηναίους,与主句中的 ἄν(来自 οὐκ ἂν οἴει)构成潜在不定式用法,表示推测结果(“将构建起……”)。名词 προβολή 原指“伸出的护盾”,在此引申为“屏障”或“外围防线”。
