- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:3.5.10-3.5.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底与伯里克利回顾先祖的赫赫功业,探讨城邦衰落的原因及重振德行之策,并指出了市民身上潜存的守纪品质。
ἆρα λέγεις τὴν τῶν θεῶν κρίσιν, ἣν οἱ περὶ Κέκροπα διʼ ἀρετὴν ἔκριναν; λέγω γάρ, καὶ τὴν Ἐρεχθέως γε τροφὴν καὶ γένεσιν, καὶ τὸν πόλεμον τὸν ἐπʼ ἐκείνου γενόμενον πρὸς τοὺς ἐκ τῆς ἐχομένης ἠπείρου πάσης, καὶ τὸν ἐφʼ Ἡρακλειδῶν πρὸς τοὺς ἐν Πελοποννήσῳ, καὶ πάντας τοὺς ἐπὶ Θησέως πολεμηθέντας, ἐν οἷς πᾶσιν ἐκεῖνοι δῆλοι γεγόνασι τῶν καθʼ ἑαυτοὺς ἀνθρώπων ἀριστεύσαντες· εἰ δὲ βούλει, ἃ ὕστερον οἱ ἐκείνων μὲν ἀπόγονοι, οὐ πολὺ δὲ πρὸ ἡμῶν γεγονότες ἔπραξαν,1 τὰ μὲν αὐτοὶ καθʼ αὑτοὺς ἀγωνιζόμενοι πρὸς τοὺς κυριεύοντας τῆς τε Ἀσίας πάσης καὶ τῆς Εὐρώπης μέχρι Μακεδονίας καὶ πλείστην τῶν προγεγονότων δύναμιν καὶ ἀφορμὴν κεκτημένους καὶ μέγιστα ἔργα κατειργασμένους, τὰ δὲ καὶ μετὰ Πελοποννησίων ἀριστεύοντες καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν· οἳ δὴ καὶ λέγονται πολὺ διενεγκεῖν τῶν καθʼ αὑτοὺς ἀνθρώπων.
“你指的是由于美德而由凯克洛普斯等人裁决的众神审判吗?”“正是,而且还有厄瑞克透斯的抚养与诞生,以及在他统治时期对阵来自毗邻整个大陆之敌人的战争,赫拉克勒斯后裔时期对阵伯罗奔尼撒人的战争,以及在忒修斯时期进行的一切战争;在所有这些战争中,他们显然都展现为同时代人中最英勇卓越的人;或者,如果你愿意,还有他们的后裔——也就是出生在距离我们不久之前的先辈——后来所建树的功业:他们一方面独自作战,抗击那些统治了全亚洲以及直至马其顿的欧洲各地、拥有前所未有的最强军力和资财、成就了最伟大事迹的侵略者;另一方面则与伯罗奔尼撒人一道,在陆上和海上都表现得最为骁勇;这些人确实被公认为远胜过他们同时代的人。”
λέγονται γάρ, ἔφη. τοιγαροῦν πολλῶν μὲν μεταναστάσεων ἐν τῇ Ἑλλάδι γεγονυιῶν διέμειναν ἐν τῇ ἑαυτῶν, πολλοὶ δὲ ὑπὲρ δικαίων ἀντιλέγοντες ἐπέτρεπον ἐκείνοις, πολλοὶ δὲ ὑπὸ κρειττόνων ὑβριζόμενοι κατέφευγον πρὸς ἐκείνους.
他说:“确实有人这样说。”“因此,在希腊发生许多次大迁徙时,他们依然坚守在自己的土地上;许多就权益发生争议的人都把决断权托付给他们;许多受到强暴者欺凌的人都逃到他们那里寻求庇护。”
καὶ ὁ Περικλῆς, καὶ θαυμάζω γʼ, ἔφη, ὦ Σώκρατες, ἡ πόλις ὅπως ποτʼ ἐπὶ τὸ χεῖρον ἔκλινεν.2 ἐγὼ μέν, ἔφη, οἶμαι, ὁ Σωκράτης, ὥσπερ καὶ ἀθληταί τινες διὰ τὸ πολὺ ὑπερενεγκεῖν καὶ κρατιστεῦσαι καταρρᾳθυμήσαντες ὑστερίζουσι τῶν ἀντιπάλων, οὕτω καὶ Ἀθηναίους πολὺ διενεγκόντας ἀμελῆσαι ἑαυτῶν καὶ διὰ τοῦτο χείρους γεγονέναι.
伯里克利说:“苏格拉底啊,我实在感到诧异,城邦究竟是如何竟滑向更坏境地的。”苏格拉底说:“依我看,正如某些运动员因为远胜于人并夺得魁首,以致松懈怠惰而落后于对手一样,雅典人也是因为远超他人而忽视了修养自身,并因此变得退步了。”
νῦν οὖν, ἔφη, τί ἂν ποιοῦντες ἀναλάβοιεν τὴν ἀρχαίαν ἀρετήν; καὶ ὁ Σωκράτης· οὐδὲν ἀπόκρυφον δοκεῖ μοι εἶναι, ἀλλʼ εἰ μὲν ἐξευρόντες τὰ τῶν προγόνων ἐπιτηδεύματα μηδὲν χεῖρον ἐκείνων ἐπιτηδεύοιεν, οὐδὲν ἂν χείρους ἐκείνων γενέσθαι· εἰ δὲ μή, τούς γε νῦν πρωτεύοντας μιμούμενοι καὶ τούτοις τὰ αὐτὰ ἐπιτηδεύοντες, ὁμοίως μὲν τοῖς αὐτοῖς χρώμενοι οὐδὲν ἂν χείρους ἐκείνων εἶεν, εἰ δʼ ἐπιμελέστερον, καὶ βελτίους.
他说:“那么现在,他们究竟怎样做才能重拾往昔的美德呢?”苏格拉底说:“在我看来这绝非深不可测之事;如果他们探寻出先祖的行为规范,并且实行起来不亚于先辈,他们就会变得毫不逊色于他们;如果不是这样,只要效仿如今位居首位的人,并且践行与他们相同的事,若以同样的方式对待相同的规范,他们便毫不逊色于那些人,若更加严谨,甚至还会更为优异。”
λέγεις, ἔφη, πόρρω που εἶναι τῇ πόλει τὴν καλοκαγαθίαν. πότε γὰρ οὕτως Ἀθηναῖοι ὥσπερ Λακεδαιμόνιοι ἢ πρεσβυτέρους αἰδέσονται, οἳ ἀπὸ τῶν πατέρων ἄρχονται καταφρονεῖν τῶν γεραιτέρων, ἢ σωμασκήσουσιν οὕτως, οἳ οὐ μόνον αὐτοὶ εὐεξίας ἀμελοῦσιν, ἀλλὰ καὶ τῶν ἐπιμελομένων καταγελῶσι;
〔伯里克利〕说:“你这是说,优秀的德性对于城邦而言恐怕是遥不可及了。因为雅典人究竟何时才能像拉刻代蒙人那样尊敬长者呢?他们正是从自己的父亲开始去鄙视年纪更长的人;他们又何时能那样锻炼体魄呢?他们不仅自己忽视身体的强健,甚至还嘲笑那些注意锻炼的人。
πότε δὲ οὕτω πείσονται τοῖς ἄρχουσιν, οἳ καὶ ἀγάλλονται ἐπὶ τῷ καταφρονεῖν τῶν ἀρχόντων; ἢ πότε οὕτως ὁμονοήσουσιν, οἵ γε ἀντὶ μὲν τοῦ συνεργεῖν ἑαυτοῖς τὰ συμφέροντα ἐπηρεάζουσιν ἀλλήλοις καὶ φθονοῦσιν ἑαυτοῖς μᾶλλον ἢ τοῖς ἄλλοις ἀνθρώποις, μάλιστα δὲ πάντων ἔν τε ταῖς ἰδίαις συνόδοις καὶ ταῖς κοιναῖς διαφέρονται καὶ πλείστας δίκας ἀλλήλοις δικάζονται καὶ προαιροῦνται μᾶλλον οὕτω κερδαίνειν ἀπʼ ἀλλήλων ἢ συνωφελοῦντες αὑτούς, τοῖς δὲ κοινοῖς ὥσπερ ἀλλοτρίοις χρώμενοι περὶ τούτων αὖ μάχονται καὶ ταῖς εἰς τὰ τοιαῦτα δυνάμεσι μάλιστα χαίρουσιν; ἐξ ὧν πολλὴ μὲν ἀτηρία καὶ κακία τῇ πόλει ἐμφύεται, πολλὴ δὲ ἔχθρα καὶ μῖσος ἀλλήλων τοῖς πολίταις ἐγγίγνεται, διʼ ἃ ἔγωγε μάλα φοβοῦμαι ἀεί, μή τι μεῖζον ἢ ὥστε φέρειν δύνασθαι κακὸν τῇ πόλει συμβῇ.3
他们又何时能那样顺从长官呢?他们甚至以轻视掌权者为荣。他们又何时能如此同心同德呢?他们非但不为彼此的利益通力合作,反而相互刁难,嫉妒同胞甚于嫉妒外人;而且最严重的是,他们在私人聚会和公共集会中都互相争吵,彼此之间提起最多的诉讼,宁可以这种方式从彼此身上牟利,也不愿相互扶助;他们对待公产如同对待外人之物,围绕这些公产再度纷争不休,并且最以用于这类事情的能力为乐; 从这些事情中,城邦滋生了大量的灾难与恶劣风气,公民之间也产生了极大的敌意和相互的仇恨;为此,我始终极为担忧,唯恐城邦会遭遇某种难以承受的巨大祸患。”
μηδαμῶς, ἔφη ὁ Σωκράτης, ὦ Περίκλεις, οὕτως ἡγοῦ ἀνηκέστῳ πονηρίᾳ νοσεῖν Ἀθηναίους. οὐχ ὁρᾷς, ὡς εὔτακτοι μέν εἰσιν ἐν τοῖς ναυτικοῖς, εὐτάκτως δʼ ἐν τοῖς γυμνικοῖς ἀγῶσι πείθονται τοῖς ἐπιστάταις, οὐδένων δὲ καταδεέστερον ἐν τοῖς χοροῖς ὑπηρετοῦσι τοῖς διδασκάλοις;
苏格拉底说:“伯里克利啊,千万不要以为雅典人患上了不可救药的恶德之病。难道你没有看到,他们在海事上是多么井然有序,在体育竞技中是多么顺从地听从裁判指挥,在歌队中又是如何以不输于任何人的姿态听命于教导者吗?”
- 3.5.11εἰ δὲ βούλει, ἃ ὕστερον οἱ ἐκείνων μὲν ἀπόγονοι, οὐ πολὺ δὲ πρὸ ἡμῶν γεγονότες ἔπραξαν
在习惯性插入语 εἰ δὲ βούλει(或者如果你愿意)之后,由关系代词 ἃ 引导的名词性分句充当宾语,承接前一句中的 λέγω γάρ(我指的是),句中支配动词(如 λέγω 或 ἀναμιμνῄσκω)被省略。
- 3.5.13ἡ πόλις ὅπως ποτʼ ἐπὶ τὸ χεῖρον ἔκλινεν
先取结构(提前结构/prolepsis)。间接疑问从句的主语 ἡ πόλις 被提前至连词 ὅπως 之前以示强调,如同受主句动词 θαυμάζω 支配的先引成分。
- 3.5.17μή τι μεῖζον ἢ ὥστε φέρειν δύνασθαι κακὸν τῇ πόλει συμβῇ
由表示恐惧的动词 φοβοῦμαι 引导的虚拟式从句(μή ... συμβῇ)。比较级 μεῖζον 后接 ἢ ὥστε 加不定式(φέρειν δύνασθαι),构成表示程度超出承受范围的结果结构(“过于巨大以致无法承受”)。
