← 色诺芬

回忆苏格拉底

§3.5.1-3.5.9

同小伯里克利论唤醒先祖美德以复兴雅典

苏格拉底同小伯里克利交谈,指出雅典人在人口、体魄、团结心和荣誉感上丝毫不逊于维奥蒂亚人,且近来因战败产生的恐惧反而使民众更容易服从优秀领导者的管辖,进而建议通过唤醒对先祖美德的记忆来复兴城邦。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5.1

Περικλεῖ δέ ποτε τῷ τοῦ πάνυ Περικλέους υἱῷ διαλεγόμενος, ἐγώ τοι, ἔφη, ὦ Περίκλεις, ἐλπίδα ἔχω σοῦ στρατηγήσαντος1 ἀμείνω τε καὶ ἐνδοξοτέραν τὴν πόλιν εἰς τὰ πολεμικὰ ἔσεσθαι καὶ τῶν πολεμίων κρατήσειν. καὶ ὁ Περικλῆς, βουλοίμην ἄν, ἔφη, ὦ Σώκρατες, ἃ λέγεις· ὅπως δὲ ταῦτα γένοιτʼ ἄν, οὐ δύναμαι γνῶναι. βούλει οὖν, ἔφη ὁ Σωκράτης, διαλογιζόμενοι περὶ αὐτῶν ἐπισκοπῶμεν ὅπου ἤδη τὸ δυνατόν ἐστι;

有一次,苏格拉底在与大名鼎鼎的伯里克利之子伯里克利交谈时说道:“伯里克利啊,我确实抱有期望:若由你出任将军,城邦在战事上将会变得更好、更享声誉,并能克敌制胜。”伯里克利说:“苏格拉底啊,但愿你所说的能够实现;然而这些事究竟怎样才能实现,我却无法理解。”苏格拉底说:“那么,你是否愿意我们就这些事进行一番讨论,来考察这种可能已经存在于何处呢?”

§3.5.2

βούλομαι, ἔφη. οὐκοῦν οἶσθα, ἔφη, ὅτι πλήθει μὲν οὐδὲν μείους εἰσὶν Ἀθηναῖοι Βοιωτῶν; οἶδα γάρ, ἔφη. σώματα δὲ ἀγαθὰ καὶ καλὰ πότερον ἐκ Βοιωτῶν οἴει πλείω ἂν ἐκλεχθῆναι ἢ ἐξ Ἀθηνῶν; οὐδὲ ταύτῃ μοι δοκοῦσι λείπεσθαι. εὐμενεστέρους δὲ ποτέρους ἑαυτοῖς εἶναι νομίζεις; Ἀθηναίους ἔγωγε· Βοιωτῶν μὲν γὰρ πολλοὶ πλεονεκτούμενοι ὑπὸ Θηβαίων δυσμενῶς αὐτοῖς ἔχουσιν, Ἀθήνησι δὲ οὐδὲν ὁρῶ τοιοῦτον.

他说:“我很愿意。”〔苏格拉底〕说:“那么,你知道雅典人在人数上丝毫不比维奥蒂亚人少吧?”他说:“我确实知道。”“那么,你认为是从维奥蒂亚人中,还是从雅典人中,能选出更多强健优美的体魄呢?”“在这一点上,我认为雅典人也不落下风。”“那你认为哪一方彼此之间更为和睦呢?”“依我看是雅典人;因为维奥蒂亚人中有许多受制于忒拜人并被其盘剥,因而对他们怀有敌意,但在雅典我却看不到这类事情。”

§3.5.3

ἀλλὰ μὴν φιλοτιμότατοί γε καὶ φιλοφρονέστατοι πάντων εἰσίν· ἅπερ οὐχ ἥκιστα παροξύνει κινδυνεύειν ὑπὲρ εὐδοξίας τε καὶ πατρίδος. οὐδὲ ἐν τούτοις Ἀθηναῖοι μεμπτοί. καὶ μὴν προγόνων γε καλὰ ἔργα οὐκ ἔστιν οἷς μείζω καὶ πλείω ὑπάρχει ἢ Ἀθηναίοις· ᾧ πολλοὶ ἐπαιρόμενοι προτρέπονταί τε ἀρετῆς ἐπιμελεῖσθαι καὶ ἄλκιμοι γίγνεσθαι.

“不仅如此,他们还是所有人中最热爱荣誉、最富同胞情谊的;而这些品质最能激励人为声誉和祖国去冒危险。”“在这些方面雅典人同样无可指摘。”“而且,先祖的显赫功业,没有任何人所拥有的比雅典人更伟大、更众多;受到这种功业的鼓舞,许多人受到激励去修养德行,成为勇武之人。”

§3.5.4

ταῦτα μὲν ἀληθῆ λέγεις πάντα, ὦ Σώκρατες· ἀλλʼ ὁρᾷς, ὅτι, ἀφʼ οὗ ἥ τε σὺν Τολμίδῃ τῶν χιλίων ἐν Λεβαδείᾳ συμφορὰ ἐγένετο καὶ ἡ μεθʼ Ἱπποκράτους ἐπὶ Δηλίῳ, ἐκ τούτων τεταπείνωται μὲν ἡ τῶν Ἀθηναίων δόξα πρὸς τοὺς Βοιωτούς, ἐπῆρται δὲ τὸ τῶν Θηβαίων φρόνημα πρὸς τοὺς Ἀθηναίους· ὥστε Βοιωτοὶ μέν, οἱ πρόσθεν οὐδʼ ἐν τῇ ἑαυτῶν τολμῶντες Ἀθηναίοις ἄνευ Λακεδαιμονίων τε καὶ τῶν ἄλλων Πελοποννησίων ἀντιτάττεσθαι, νῦν ἀπειλοῦσιν αὐτοὶ καθʼ αὑτοὺς ἐμβαλεῖν εἰς τὴν Ἀττικήν, Ἀθηναῖοι δέ, οἱ πρότερον πορθοῦντες τὴν Βοιωτίαν, φοβοῦνται μὴ Βοιωτοὶ δῃώσωσι τὴν Ἀττικήν.

“苏格拉底啊,你说的这些全都是实情;但是你也看到,自从托尔米德斯率领的一千人在莱巴代亚遭遇厄运,以及希波克拉底在德利翁遭遇灾难之后,雅典人面对维奥蒂亚人的声望从此一蹶不振,而忒拜人面对雅典人的气焰却高涨起来;以致维奥蒂亚人——他们从前甚至在自己的领土内,若没有拉刻代蒙人和其他伯罗奔尼撒人,便不敢与雅典人列阵交锋——如今竟威胁要独自入侵阿提卡;而从前蹂躏维奥蒂亚的雅典人,如今却唯恐维奥蒂亚人会践踏阿提卡。”

§3.5.5

καὶ ὁ Σωκράτης, ἀλλʼ αἰσθάνομαι μέν, ἔφη, ταῦτα οὕτως ἔχοντα· δοκεῖ δέ μοι ἀνδρὶ ἀγαθῷ ἄρχοντι νῦν εὐαρεστοτέρως διακεῖσθαι ἡ πόλις.2 τὸ μὲν γὰρ θάρσος ἀμέλειάν τε καὶ ῥᾳθυμίαν καὶ ἀπείθειαν ἐμβάλλει, ὁ δὲ φόβος προσεκτικωτέρους τε καὶ εὐπειθεστέρους καὶ εὐτακτοτέρους ποιεῖ.

苏格拉底说:“然而,我确实察觉到了这种情况;但在我看来,城邦如今对于一位优秀的统治者而言,反倒处于一种更易受管辖的良好状态。因为自恃过高会滋生疏忽、懒散和不服从,而恐惧却能使人更为警醒、更为顺从且更有秩序。

§3.5.6

τεκμήραιο δʼ ἂν τοῦτο καὶ ἀπὸ τῶν ἐν ταῖς ναυσίν· ὅταν μὲν γὰρ δήπου μηδὲν φοβῶνται, μεστοί εἰσιν ἀταξίας· ἔστʼ ἂν δὲ ἢ χειμῶνα ἢ πολεμίους δείσωσιν, οὐ μόνον τὰ κελευόμενα πάντα ποιοῦσιν, ἀλλὰ καὶ σιγῶσι καραδοκοῦντες τὰ προσταχθησόμενα, ὥσπερ χορευταί.

你从乘船的人身上也可以推断出这一点:因为当他们毫无畏惧的时候,他们往往一片混乱;然而只要他们害怕风浪或敌人,他们不仅会执行一切命令,而且还会像歌队舞者一样,屏息静候将要下达的号令。”

§3.5.7

ἀλλὰ μήν, ἔφη ὁ Περικλῆς, εἴ γε νῦν μάλιστα πείθοιντο, ὥρα ἂν εἴη λέγειν, πῶς ἂν αὐτοὺς προτρεψαίμεθα πάλιν ἀνερασθῆναι τῆς ἀρχαίας ἀρετῆς τε καὶ εὐκλείας καὶ εὐδαιμονίας.

伯里克利说:“然而,如果他们如今确实最易顺从,那现在正应当说明,我们怎样才能促使他们重新渴慕古昔的德行、声誉与繁荣。”

§3.5.8

οὐκοῦν, ἔφη ὁ Σωκράτης, εἰ μὲν ἐβουλόμεθα χρημάτων αὐτοὺς ὧν οἱ ἄλλοι εἶχον ἀντιποιεῖσθαι, ἀποδεικνύντες αὐτοῖς ταῦτα πατρῷά τε ὄντα καὶ προσήκοντα μάλιστʼ ἂν οὕτως αὐτοὺς ἐξωρμῶμεν ἀντέχεσθαι τούτων· ἐπεὶ δὲ τοῦ μετʼ ἀρετῆς πρωτεύειν αὐτοὺς ἐπιμελεῖσθαι βουλόμεθα, τοῦτʼ αὖ δεικτέον ἐκ παλαιοῦ μάλιστα προσῆκον αὐτοῖς, καὶ ὡς τούτου ἐπιμελόμενοι πάντων ἂν εἶεν κράτιστοι.

苏格拉底说:“那么,如果我们希望他们去争夺别人所占有的财产,通过向他们证明那是他们祖传且理应归他们所有的产业,以此方式我们便能最有成效地激励他们去夺取它;既然如今我们希望他们致力于依靠德行居于首位,我们就应当反过来向他们指明,这一地位自古以来最属于他们,而且只要致力于此,他们就会成为万人中最卓越的人。”

§3.5.9

πῶς οὖν ἂν τοῦτο διδάσκοιμεν; οἶμαι μέν, εἰ τούς γε παλαιτάτους ὧν ἀκούομεν προγόνους αὐτῶν ἀναμιμνῄσκοιμεν αὐτοὺς ἀκηκοότας ἀρίστους γεγονέναι.3

“那么,我们怎样才能教导这一点呢?”“我想,如果我们提醒他们:他们早就听说我们所听闻的他们最古老的祖先曾是最优秀的人。”

语法注3 条
  1. 3.5.1σοῦ στρατηγήσαντος

    属格独立结构,相对于主句的将来时不定词 ἔσεσθαι 具有条件意味(“若由你出任将军”)。亦可作时间性理解(“当你出任将军时”),但在尚未履职或履职之初的语境下,条件假设色彩更为契合。

  2. 3.5.5ἀνδρὶ ἀγαθῷ ἄρχοντι νῦν εὐαρεστοτέρως διακεῖσθαι ἡ πόλις

    与格 ἀνδρὶ ἀγαθῷ ἄρχοντι 与副词比较级 εὐαρεστοτέρως(“更易令人满意的、更顺从的”)以及动词 διακεῖσθαι(“处于……状态”)搭配,充当评判或关涉与格,意为“城邦如今对于一位优秀的掌权者而言处于一种更容易受管辖(更令人称心)的状态”。

  3. 3.5.9ὧν ἀκούομεν προγόνους αὐτῶν ἀναμιμνῄσκοιμεν αὐτοὺς ἀκηκοότας ἀρίστους γεγονέναι

    动词 ἀναμιμνῄσκω(“使某人想起某事”)的重对格构文。人身对格为 αὐτούς,被提示的事物为 προγόνους(其先行词被吸收到 ὧν ἀκούομεν 关系节中)。分词 ἀκηκοότας 修饰 αὐτούς,后接不定词短语 ἀρίστους γεγονέναι 作其宾语,句架为:“如果我们提醒他们(那些已经听闻过此事的他们),想起我们所听闻的他们最古老的祖先曾是最优秀的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:3.5.1-3.5.9