← 色诺芬

回忆苏格拉底

§3.4.1-3.4.12

论将帅之能与家政管理统御之术的共通之处

老兵尼科马基德斯在将军选举中落选,因而抱怨选民选拔了毫无实战经验的富商安提斯泰尼;针对他的不满,苏格拉底论证了主管歌队与家政管理所体现的统御之术,在本质上与统领军队的将帅之能相通。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.4.1

ἰδὼν δέ ποτε Νικομαχίδην ἐξ ἀρχαιρεσιῶν ἀπιόντα ἤρετο· τίνες, ὦ Νικομαχίδη, στρατηγοὶ ᾕρηνται; καὶ ὅς, οὐ γάρ, ἔφη, ὦ Σώκρατες, τοιοῦτοί εἰσιν Ἀθηναῖοι, ὥστε ἐμὲ μὲν οὐχ εἵλοντο,1 ὃς ἐκ καταλόγου στρατευόμενος κατατέτριμμαι καὶ λοχαγῶν καὶ ταξιαρχῶν καὶ τραύματα ὑπὸ τῶν πολεμίων τοσαῦτα ἔχων—ἅμα δὲ καὶ τὰς οὐλὰς τῶν τραυμάτων ἀπογυμνούμενος ἐπεδείκνυεν—Ἀντισθένη δέ, ἔφη, εἵλοντο τὸν οὔτε ὁπλίτην πώποτε στρατευσάμενον ἔν τε τοῖς ἱππεῦσιν οὐδὲν περίβλεπτον ποιήσαντα ἐπιστάμενόν τε ἄλλο οὐδὲν ἢ χρήματα συλλέγειν;

有一次,苏格拉底看见尼科马基德斯刚从选举处走出来,便问道:“尼科马基德斯啊,选出了哪些将军?”他回答说:“苏格拉底啊,雅典人难道不正是这样的人吗?——他们竟没有选我,我依照征兵名册服役,历任连队指挥官与步兵指挥官,早已耗尽心力,身上还留有敌人造成的如此多的创伤,”——说着,他同时掀开衣服,展示身上的伤痕——“然而他们却选了安提斯泰尼,那个人既从未作为重装步兵服过役,在骑兵中也没立过任何显赫的功劳,除了敛财之外什么都不懂!”

§3.4.2

οὐκοῦν, ἔφη ὁ Σωκράτης, τοῦτο μὲν ἀγαθόν, εἴ γε τοῖς στρατιώταις ἱκανὸς ἔσται τὰ ἐπιτήδεια πορίζειν; καὶ γὰρ οἱ ἔμποροι, ἔφη ὁ Νικομαχίδης, χρήματα συλλέγειν ἱκανοί εἰσιν. ἀλλʼ οὐχ ἕνεκα τούτου καὶ στρατηγεῖν δύναιντʼ ἄν.

苏格拉底说:“那么,如果他确实有能力为士兵筹备必需的物资,这难道不是一件好事吗?”尼科马基德斯说:“商人也有能力敛财;然而他们决不能因此就能当将军。”

§3.4.3

καὶ ὁ Σωκράτης ἔφη· ἀλλὰ καὶ φιλόνικος Ἀντισθένης ἐστίν, ὃ στρατηγῷ προσεῖναι ἐπιτήδειόν ἐστιν· οὐχ ὁρᾷς ὅτι καὶ ὁσάκις κεχορήγηκε πᾶσι τοῖς χοροῖς νενίκηκε; μὰ Δίʼ, ἔφη ὁ Νικομαχίδης, ἀλλʼ οὐδὲν ὅμοιόν ἐστι χοροῦ τε καὶ στρατεύματος προεστάναι.

苏格拉底说:“而且安提斯泰尼也是个争强好胜的人,这正是作为将军应当具备的品质。难道你没看到,凡是他担任歌队资助人的时候,他的所有歌队都赢得了胜利吗?”尼科马基德斯说:“凭宙斯起誓,统领歌队和统领军队完全是两码事。”

§3.4.4

καὶ μήν, ἔφη ὁ Σωκράτης, οὐδὲ ᾠδῆς γε ὁ Ἀντισθένης οὐδὲ χορῶν διδασκαλίας ἔμπειρος ὢν ὅμως ἐγένετο ἱκανὸς εὑρεῖν τοὺς κρατίστους ταῦτα. καὶ ἐν τῇ στρατηγίᾳ οὖν, ἔφη ὁ Νικομαχίδης, ἄλλους μὲν εὑρήσει τοὺς τάξοντας ἀνθʼ ἑαυτοῦ, ἄλλους δὲ τοὺς μαχουμένους.

苏格拉底说:“然而,安提斯泰尼虽然既不精通歌唱,也不精通歌队的训练,却仍然有能力找出在这些方面最优秀的人选。”尼科马基德斯说:“照这样说,在担任将军时,他也同样会找别人来替他布阵,找别人来替他打仗了。”

§3.4.5

οὐκοῦν, ἔφη ὁ Σωκράτης, ἐάν γε καὶ ἐν τοῖς πολεμικοῖς τοὺς κρατίστους, ὥσπερ ἐν τοῖς χορικοῖς, ἐξευρίσκῃ τε καὶ προαιρῆται, εἰκότως ἂν καὶ τούτου νικηφόρος εἴη·2 καὶ δαπανᾶν δʼ αὐτὸν εἰκὸς μᾶλλον ἂν ἐθέλειν εἰς τὴν σὺν ὅλῃ τῇ πόλει τῶν πολεμικῶν νίκην ἢ εἰς τὴν σὺν τῇ φυλῇ τῶν χορικῶν.

苏格拉底说:“那么,如果在战事方面,他也像在歌队方面一样,能够选拔并任用最优秀的人,他理所当然也能在这件事上取得胜利;而且他很可能更乐意为了同整个城邦一起赢得战争的胜利而破费,胜过为了同自己的部落一起赢得歌队的胜利。”

§3.4.6

λέγεις σύ, ἔφη, ὦ Σώκρατες, ὡς τοῦ αὐτοῦ ἀνδρός ἐστι χορηγεῖν τε καλῶς καὶ στρατηγεῖν; λέγω ἔγωγʼ, ἔφη, ὡς, ὅτου ἄν τις προστατεύῃ, ἐὰν γιγνώσκῃ τε ὧν δεῖ καὶ ταῦτα πορίζεσθαι δύνηται, ἀγαθὸς ἂν εἴη προστάτης, εἴτε χοροῦ εἴτε οἴκου εἴτε πόλεως εἴτε στρατεύματος προστατεύοι.

尼科马基德斯说:“苏格拉底,你的意思是说,办好歌队奉献与当好将军属于同一个人的本领吗?”苏格拉底说:“我的意思是,无论一个人主管什么,只要他通晓所需要的是什么,并且能够筹备这些东西,那么无论他主管的是歌队、家业、城邦还是军队,他都会是一个出色的主管者。”

§3.4.7

καὶ ὁ Νικομαχίδης, μὰ Δίʼ, ἔφη, ὦ Σώκρατες, οὐκ ἄν ποτε ᾤμην ἐγὼ σοῦ ἀκοῦσαι ὡς οἱ ἀγαθοὶ οἰκονόμοι ἀγαθοὶ στρατηγοὶ ἂν εἶεν. ἴθι δή, ἔφη, ἐξετάσωμεν τὰ ἔργα ἑκατέρου αὐτῶν, ἵνα εἰδῶμεν πότερον τὰ αὐτά ἐστιν ἢ διαφέρει τι. πάνυ γε, ἔφη.

尼科马基德斯说:“凭宙斯起誓,苏格拉底,我绝没想到会从你口中听到优秀的家政管理者能成为优秀的将军。”苏格拉底说:“来吧,让我们来检视一下他们各自的职责,好知道它们究竟是相同的,还是有所区别。”他说:“太好了。”

§3.4.8

οὐκοῦν, ἔφη, τὸ μὲν τοὺς ἀρχομένους κατηκόους τε καὶ εὐπειθεῖς ἑαυτοῖς παρασκευάζειν ἀμφοτέρων ἐστὶν ἔργον; καὶ μάλα, ἔφη. τί δέ; τὸ προστάττειν ἕκαστα τοῖς ἐπιτηδείοις πράττειν; καὶ τοῦτʼ, ἔφη. καὶ μὴν τὸ τοὺς κακοὺς κολάζειν καὶ τοὺς ἀγαθοὺς τιμᾶν ἀμφοτέροις οἶμαι προσήκειν.

苏格拉底说:“那么,使受其统治的人顺从并服从自己,难道不是他们两者的职责吗?”他说:“确实如此。”“那么,把各项事务派给适合去办的人呢?”他说:“这也一样。”“再者,惩罚恶人并奖赏善人,我想也是他们两者都应当做的吧。”

§3.4.9

πάνυ μὲν οὖν, ἔφη. τὸ δὲ τοὺς ὑπηκόους εὐμενεῖς ποιεῖσθαι πῶς οὐ καλὸν ἀμφοτέροις; καὶ τοῦτʼ, ἔφη. συμμάχους δὲ καὶ βοηθοὺς προσάγεσθαι δοκεῖ σοι συμφέρειν ἀμφοτέροις ἢ οὔ; πάνυ μὲν οὖν, ἔφη. ἀλλὰ φυλακτικοὺς τῶν ὄντων οὐκ ἀμφοτέρους εἶναι προσήκει; σφόδρα γʼ, ἔφη. οὐκοῦν καὶ ἐπιμελεῖς καὶ φιλοπόνους ἀμφοτέρους εἶναι προσήκει περὶ τὰ αὑτῶν ἔργα;

他说:“当然如此。”“那么,让属下对自己怀有好感,这难道不是对两者而言都很美好的事吗?”他说:“这也是。”“争取同盟者与援助者,在你看来是对两者都有利,还是不利呢?”他说:“当然非常有利。”“那么,妥善保全现有的资产,难道不是两者都应当具备的吗?”他说:“非常应该。”“那么,对待各自的工作既悉心又勤勉,难道不是两者都应当具备的吗?”

§3.4.10

ταῦτα μέν, ἔφη, πάντα ὁμοίως ἀμφοτέρων ἐστίν· ἀλλὰ τὸ μάχεσθαι οὐκέτι ἀμφοτέρων. ἀλλʼ ἐχθροί γέ τοι ἀμφοτέροις γίγνονται; καὶ μάλα, ἔφη, τοῦτό γε. οὐκοῦν τὸ περιγενέσθαι τούτων ἀμφοτέροις συμφέρει;

他说:“这一切确实同样属于他们两者;但作战却不再属于他们两者了。”苏格拉底说:“可是仇敌难道不是对两者都会出现的吗?”他说:“确实,这一点确实如此。”“那么,压倒这些仇敌难道不是对两者都有利吗?”

§3.4.11

πάνυ γʼ, ἔφη· ἀλλʼ ἐκεῖνο παρίης, ἂν δέῃ μάχεσθαι, τί ὠφελήσει ἡ οἰκονομική; ἐνταῦθα δήπου καὶ πλεῖστον, ἔφη· ὁ γὰρ ἀγαθὸς οἰκονόμος, εἰδὼς ὅτι οὐδὲν οὕτω λυσιτελές τε καὶ κερδαλέον ἐστίν, ὡς τὸ μαχόμενον τοὺς πολεμίους νικᾶν, οὐδὲ οὕτως ἀλυσιτελές τε καὶ ζημιῶδες, ὡς τὸ ἡττᾶσθαι, προθύμως μὲν τὰ πρὸς τὸ νικᾶν συμφέροντα ζητήσει καὶ παρασκευάσεται, ἐπιμελῶς δὲ τὰ πρὸς τὸ ἡττᾶσθαι φέροντα σκέψεται καὶ φυλάξεται, ἐνεργῶς δʼ, ἂν τὴν παρασκευὴν ὁρᾷ νικητικὴν οὖσαν, μαχεῖται, οὐχ ἥκιστα δὲ τούτων, ἐὰν ἀπαράσκευος ᾖ, φυλάξεται συνάπτειν μάχην.

他说:“当然;但你遗漏了一点:如果要进行战斗,家政管理术能派上什么用场呢?”苏格拉底说:“正是在这种关头,它才能发挥最大的用处!因为优秀的家政管理者懂得,没有什么比在战斗中战胜敌人更有利、更具收益,也没有什么比被打败更无益、更具损失;因此,他会竭力探求并筹备有助于取胜的条件,细心考虑并防范导致失败的因素;如果看到准备工作足以取胜,他就会积极投入战斗;但尤为重要的是,如果没有准备周全,他就会极力提防交战。

§3.4.12

μὴ καταφρόνει, ἔφη, ὦ Νικομαχίδη, τῶν οἰκονομικῶν ἀνδρῶν· ἡ γὰρ τῶν ἰδίων ἐπιμέλεια πλήθει μόνον διαφέρει τῆς τῶν κοινῶν, τὰ δὲ ἄλλα παραπλήσια ἔχει, τὸ δὲ μέγιστον, ὅτι οὔτε ἄνευ ἀνθρώπων οὐδετέρα γίγνεται οὔτε διʼ ἄλλων μὲν ἀνθρώπων τὰ ἴδια πράττεται, διʼ ἄλλων δὲ τὰ κοινά. οὐ γὰρ ἄλλοις τισὶν ἀνθρώποις οἱ τῶν κοινῶν ἐπιμελόμενοι χρῶνται ἢ οἷσπερ τὰ ἴδια οἰκονομοῦντες·3 οἷς οἱ ἐπιστάμενοι χρῆσθαι καὶ τὰ ἴδια καὶ τὰ κοινὰ καλῶς πράττουσιν, οἱ δὲ μὴ ἐπιστάμενοι ἀμφοτέρωθι πλημμελοῦσι.

尼科马基德斯啊,不要轻视善于管理家政的人,”苏格拉底说,“因为管理私务与管理公务仅仅在规模上有差别,在其他方面都是相似的。而最重要的一点在于,两者离开人都是无法进行的,而且私务并不是由一类人去办理,公事又由另一类人去办理。主持公务者所任用的人,与管理私务者所任用的人毫无二致;凡懂得如何使用这些人的人,无论私务还是公事都能办得极其出色;而那些不懂得使用的人,在两方面都会犯下过失。”

语法注3 条
  1. 3.4.1οὐ γάρ, ἔφη, ὦ Σώκρατες, τοιοῦτοί εἰσιν Ἀθηναῖοι, ὥστε ἐμὲ μὲν οὐχ εἵλοντο

    οὐ γάρ 用作愤慨的反诘句或感叹句(“雅典人难道不正是这样吗……”)。随后的 ὥστε 引导带直陈式(εἵλοντο)的结果从句,但中间插入的长关系从句(ὃς ... κατατέτριμμαι ... ἔχων)以及动作描写的插入语(ἅμα δὲ ... ἐπεδείκνυεν)打断了原本的句式,导致在对比项 Ἀντισθένη δέ, ἔφη, εἵλοντο 中重复使用了动词,构成了破格句(anacoluthon)。

  2. 3.4.5εἰκότως ἂν καὶ τούτου νικηφόρος εἴη

    τούτου 是由复合形容词 νικηφόρος 所支配的宾格性属格(“在此事上也成为胜者”),指代前文条件从句中的战事(τὰ πολεμικά)。带 ἄν 的希求法(εἴη)作归结从句,表示合乎推理的潜在判断。

  3. 3.4.12οὐ γὰρ ἄλλοις τισὶν ἀνθρώποις οἱ τῶν κοινῶν ἐπιμελόμενοι χρῶνται ἢ οἷσπερ τὰ ἴδια οἰκονομοῦντες

    结构整理:οὐ ... ἄλλοις ... ἢ οἷσπερ 构成比较/排除结构(“除了……之外,并不任用任何其他人”)。关系代词 οἷσπερ 为与格,与动词 χρῶνται 的用法及先行词 ἄλλοις ἀνθρώποις 的格位一致。分词短语 τὰ ἴδια οἰκονομοῦντες 为主格,与主语 οἱ τῶν κοινῶν ἐπιμελόμενοι 并列对称。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:3.4.1-3.4.12