← 色诺芬

回忆苏格拉底

§3.3.8-3.3.15

凭借知识与言辩赢得骑兵的服从

苏格拉底向年轻人阐明,要使骑兵服从就必须具备高超的知识与说服他人的言辩能力,并勉励他激发雅典人的好胜好名之心,以提升骑兵的纪律与士气。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3.8

ὅπως δέ σοι πείθωνται οἱ ἱππεῖς πεφρόντικάς τι;1 ἄνευ γὰρ δὴ τούτου οὔτε ἵππων οὔτε ἱππέων ἀγαθῶν καὶ ἀλκίμων οὐδὲν ὄφελος. ἀληθῆ λέγεις, ἔφη· ἀλλὰ πῶς ἄν τις μάλιστα, ὦ Σώκρατες, ἐπὶ τοῦτο αὐτοὺς προτρέψαιτο;

“那么,你是否考虑过怎样让骑兵们服从你呢?因为若没有这一点,再优秀的战马和再勇猛的骑兵也毫无益处。”年轻人说:“你说得对;然而,苏格拉底啊,人怎样才能最好地促使他们做到这一点呢?”

§3.3.9

ἐκεῖνο μὲν δήπου οἶσθα, ὅτι ἐν παντὶ πράγματι οἱ ἄνθρωποι τούτοις μάλιστα ἐθέλουσι πείθεσθαι οὓς ἂν ἡγῶνται βελτίστους εἶναι. καὶ γὰρ ἐν νόσῳ, ὃν ἂν ἡγῶνται ἰατρικώτατον εἶναι, τούτῳ μάλιστα πείθονται, καὶ ἐν πλοίῳ οἱ πλέοντες, ὃν ἂν κυβερνητικώτατον, καὶ ἐν γεωργίᾳ, ὃν ἂν γεωργικώτατον. καὶ μάλα, ἔφη. οὐκοῦν εἰκός, ἔφη, καὶ ἐν ἱππικῇ, ὃς ἂν μάλιστα εἰδὼς φαίνηται ἃ δεῖ ποιεῖν, τούτῳ μάλιστα ἐθέλειν τοὺς ἄλλους πείθεσθαι.2

“这你自然清楚:在任何事情上,人们最愿意服从的,就是那些他们认为最优秀的人。事实上,在生病时,他们最听从他们认为医术最高明的人;在船上航行时,最听从航海技术最精湛的人;在务农时,也最听从农业知识最渊博的人。”年轻人说:“确实如此。”苏格拉底说:“那么,在骑术方面,人们最愿意服从那个看起来对应当做什么最知情的人,难道不是理所当然的吗?”

§3.3.10

ἐὰν οὖν, ἔφη, ἐγώ, ὦ Σώκρατες, βέλτιστος ὢν αὐτῶν δῆλος ὦ, ἀρκέσει μοι τοῦτο εἰς τὸ πείθεσθαι αὐτοὺς ἐμοί; ἐάν γε πρὸς τούτῳ, ἔφη, διδάξῃς αὐτοὺς ὡς τὸ πείθεσθαί σοι κάλλιόν τε καὶ σωτηριώτερον αὐτοῖς ἔσται. πῶς οὖν, ἔφη, τοῦτο διδάξω; πολὺ νὴ Δίʼ, ἔφη, ῥᾷον ἢ εἴ σοι δέοι διδάσκειν ὡς τὰ κακὰ τῶν ἀγαθῶν ἀμείνω καὶ λυσιτελέστερά ἐστι.

年轻人说:“那么,苏格拉底,要是我显然是他们当中最优秀的人,这是否就足以让他们服从我了呢?”苏格拉底说:“如果你在此之外,还能使他们明白:服从你不仅对他们更为光荣,而且更能保全性命。”他说:“那么,我该如何向他们讲明这一点呢?”苏格拉底回答:“凭宙斯起誓,这比你要去向他们讲明坏事比好事更优良、更有益,可容易得多了。”

§3.3.11

λέγεις, ἔφη, σὺ τὸν ἵππαρχον πρὸς τοῖς ἄλλοις ἐπιμελεῖσθαι δεῖν καὶ τοῦ λέγειν δύνασθαι; σὺ δʼ ᾤου, ἔφη, χρῆναι σιωπῇ ἱππαρχεῖν; ἢ οὐκ ἐντεθύμησαι ὅτι, ὅσα τε νόμῳ μεμαθήκαμεν κάλλιστα ὄντα, διʼ ὧν γε ζῆν ἐπιστάμεθα, ταῦτα πάντα διὰ λόγου ἐμάθομεν, καὶ εἴ τι ἄλλο καλὸν μανθάνει τις μάθημα, διὰ λόγου μανθάνει, καὶ οἱ ἄριστα διδάσκοντες μάλιστα λόγῳ χρῶνται καὶ οἱ τὰ σπουδαιότατα μάλιστα ἐπιστάμενοι κάλλιστα διαλέγονται;

年轻人说:“你的意思是说,骑兵队长除了其他事情以外,还必须留心让自己具备口才吗?”苏格拉底说:“难道你以为应当在沉默中统领骑兵吗?难道你没有想到,凡是我们依据法俗所学得的、赖以懂得如何生存的至善至美之事,全都是通过言语学来的;一个人无论学习其他什么美好的学问,也都是通过言语学来的;而且教得最好的人最善于运用言语,对最重大的事情最通达的人也能最出色地进行对谈?

§3.3.12

ἢ τόδε οὐκ ἐντεθύμησαι, ὡς, ὅταν γε χορὸς εἷς ἐκ τῆσδε τῆς πόλεως γίγνηται, ὥσπερ ὁ εἰς Δῆλον πεμπόμενος, οὐδεὶς ἄλλοθεν οὐδαμόθεν τούτῳ ἐφάμιλλος γίγνεται οὐδὲ εὐανδρία ἐν ἄλλῃ πόλει ὁμοία τῇ ἐνθάδε συνάγεται;

或者你难道没有想到这一点:每当从这座城邦组建出一支歌队,例如派往提洛岛的那支歌队,其他任何地方都无一能与之匹敌,在其他任何城邦也汇聚不出像这里一样出众的英才?”

§3.3.13

ἀληθῆ λέγεις, ἔφη. ἀλλὰ μὴν οὔτε εὐφωνίᾳ τοσοῦτον διαφέρουσιν Ἀθηναῖοι τῶν ἄλλων οὔτε σωμάτων μεγέθει καὶ ῥώμῃ, ὅσον φιλοτιμίᾳ, ἥπερ μάλιστα παροξύνει πρὸς τὰ καλὰ καὶ ἔντιμα. ἀληθές, ἔφη, καὶ τοῦτο.

年轻人说:“你说得很对。”苏格拉底说:“然而,雅典人胜过他人之处,与其说是在于声音悦耳,或体格魁梧与健壮,不如说是在于崇尚荣誉之心,正是这种心志最能激奋人去追求崇高与荣耀。”他说:“这也是实情。”

§3.3.14

οὐκοῦν οἴει, ἔφη, καὶ τοῦ ἱππικοῦ τοῦ ἐνθάδε εἴ τις ἐπιμεληθείη, ὡς πολὺ ἂν καὶ τούτῳ διενέγκοιεν τῶν ἄλλων3 ὅπλων τε καὶ ἵππων παρασκευῇ καὶ εὐταξίᾳ καὶ τῷ ἑτοίμως κινδυνεύειν πρὸς τοὺς πολεμίους, εἰ νομίσειαν ταῦτα ποιοῦντες ἐπαίνου καὶ τιμῆς τεύξεσθαι;

苏格拉底说:“那么,你难道不认为,如果有人也悉心照管这里的骑兵队,他们在骑兵方面——在武器与马匹的准备上、在纪律严明上,以及在面对敌人时甘冒危险的勇气上——只要相信做到这些便能赢得赞扬与荣誉,也极有可能大大超越他人吗?”

§3.3.15

εἰκός γε, ἔφη. μὴ τοίνυν ὄκνει, ἔφη, ἀλλὰ πειρῶ τοὺς ἄνδρας ἐπὶ ταῦτα προτρέπειν, ἀφʼ ὧν αὐτός τε ὠφελήσῃ καὶ οἱ ἄλλοι πολῖται διὰ σέ. ἀλλὰ νὴ Δία πειράσομαι, ἔφη.

年轻人说:“确有可能。”苏格拉底说:“既然如此,就不要犹豫,努力促使那些人朝这方面迈进吧;由此不仅你自己将获益,其他公民也将因你而获益。”他说:“凭宙斯起誓,我一定努力去试。”

语法注3 条
  1. 3.3.8ὅπως δέ σοι πείθωνται οἱ ἱππεῖς πεφρόντικάς τι;

    由 ὅπως 接虚拟语气(πείθωνται)构成的从句充当完成时动词 πεφρόντικας 的宾语,表示关照或考虑的内容。从句被置于句首以凸显主题,主句动词和不定代名词 τι 则置于其后。

  2. 3.3.9οὐκοῦν εἰκός, ἔφη, καὶ ἐν ἱππικῇ, ὃς ἂν μάλιστα εἰδὼς φαίνηται ἃ δεῖ ποιεῖν, τούτῳ μάλιστα ἐθέλειν τοὺς ἄλλους πείθεσθαι.

    此句为无人称短语 εἰκός [ἐστι](理应、自然)所引出的“宾格加不定词”结构:宾格 τοὺς ἄλλους 为逻辑主语,不定词 ἐθέλειν 为主导动词,后者进一步支配不定词 πείθεσθαι;与格 τούτῳ 呼应前面的关系从句 ὃς ἂν... φαίνηται,作 πείθεσθαι 的与格宾语。

  3. 3.3.14οὐκοῦν οἴει, ἔφη, καὶ τοῦ ἱππικοῦ τοῦ ἐνθάδε εἴ τις ἐπιμεληθείη, ὡς πολὺ ἂν καὶ τούτῳ διενέγκοιεν τῶν ἄλλων

    句首属格短语 καὶ τοῦ ἱππικοῦ τοῦ ἐνθάδε 属先置提引(prolepsis),在句法上充当条件从句中 ἐπιμεληθείη 的属格宾语,同时也提引了后文复指的与格 τούτῳ(在骑兵方面)。主句动词 οἴει 由 ὡς 引出从属从句,搭配潜能希求法(ἂν διενέγκοιεν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:3.3.8-3.3.15