← 色诺芬

回忆苏格拉底

§3.3.1-3.3.7

骑兵队长的职责与战马及骑手的训练

苏格拉底告诫一位新当选的骑兵队长,其职责在于为城邦谋福利而非追逐虚名,并向他逐一阐明指挥官应履行的实务,包括督导战马的体能纪律,以及训练骑手乘马、实战地形行军、投枪与激昂士气。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3.1

καὶ ἱππαρχεῖν δέ τινι ᾑρημένῳ οἶδά ποτε αὐτὸν τοιάδε διαλεχθέντα· ἔχοις ἄν, ἔφη, ὦ νεανία, εἰπεῖν ἡμῖν ὅτου ἕνεκα ἐπεθύμησας ἱππαρχεῖν; οὐ γὰρ δὴ τοῦ πρῶτος τῶν ἱππέων ἐλαύνειν·1 καὶ γὰρ οἱ ἱπποτοξόται τούτου γε ἀξιοῦνται· προελαύνουσι γοῦν καὶ τῶν ἱππάρχων. ἀληθῆ λέγεις, ἔφη. ἀλλὰ μὴν οὐδὲ τοῦ γνωσθῆναί γε· ἐπεὶ καὶ οἱ μαινόμενοί γε ὑπὸ πάντων γιγνώσκονται.

我也知道,他有一次曾与一个当选为骑兵队长的人进行了这样的谈话:“年轻人,你能告诉我们,你究竟是出于什么原因想要担任骑兵队长吗?想必不是为了在骑兵最前列策马驰骋吧;因为就连骑射手也能享有这种待遇——无论如何,他们甚至走在骑兵队长的前面。”“你说得对,”年轻人回答道。“当然也不会是为了扬名吧;因为就连疯子也人尽皆知。”

§3.3.2

ἀληθές, ἔφη, καὶ τοῦτο λέγεις. ἀλλʼ ἄρα ὅτι τὸ ἱππικὸν οἴει τῇ πόλει βέλτιον ἂν ποιήσας παραδοῦναι καί,2 εἴ τις χρεία γίγνοιτο ἱππέων, τούτων ἡγούμενος ἀγαθοῦ τινος αἴτιος γενέσθαι τῇ πόλει; καὶ μάλα, ἔφη. καὶ ἔστι γε νὴ Δίʼ, ἔφη ὁ Σωκράτης, καλόν, ἐὰν δύνῃ ταῦτα ποιῆσαι. ἡ δὲ ἀρχή που ἐφʼ ἧς ᾕρησαι ἵππων τε καὶ ἀμβατῶν ἐστιν. ἔστι γὰρ οὖν, ἔφη.

“你说得对,这倒也是事实,”年轻人说。“那么,难道是因为你认为自己能够使骑兵部队变得更优良而交还给城邦,并且如果在需要骑兵时,由你统领他们能够成为城邦获得某种益处的原因吗?”“正是如此,”他说。苏格拉底说:“凭宙斯起誓,如果你真能做到这些,那确实是极好的事。然而,你当选统管的职位,想必既关涉战马也关涉骑手吧?”“确实如此,”他说。

§3.3.3

ἴθι δὴ λέξον ἡμῖν τοῦτο πρῶτον, ὅπως διανοῇ τοὺς ἵππους βελτίους ποιῆσαι. καὶ ὅς, ἀλλὰ τοῦτο μέν, ἔφη, οὐκ ἐμὸν οἶμαι τὸ ἔργον εἶναι, ἀλλὰ ἰδίᾳ ἕκαστον δεῖν τοῦ ἑαυτοῦ ἵππου ἐπιμελεῖσθαι.

“那么快请先告诉我们这一点:你打算怎样使战马变得更优良呢?”他回答道:“嗯,至于这件事,我认为不是我的分内之责,而是应当由每个人私下照料好自己的马匹。”

§3.3.4

ἐὰν οὖν, ἔφη ὁ Σωκράτης, παρέχωνταί σοι τοὺς ἵππους οἱ μὲν οὕτω κακόποδας ἢ κακοσκελεῖς ἢ ἀσθενεῖς, οἱ δὲ οὕτως ἀτρόφους, ὥστε μὴ δύνασθαι ἀκολουθεῖν, οἱ δὲ οὕτως ἀναγώγους ὥστε μὴ μένειν ὅπου ἂν σὺ τάξῃς, οἱ δὲ οὕτω λακτιστὰς ὥστε μηδὲ τάξαι δυνατὸν εἶναι, τί σοι τοῦ ἱππικοῦ ὄφελος ἔσται; ἢ πῶς δυνήσῃ τοιούτων ἡγούμενος ἀγαθόν τι ποιῆσαι τὴν πόλιν;3 καὶ ὅς, ἀλλὰ καλῶς τε λέγεις, ἔφη, καὶ πειράσομαι τῶν ἵππων εἰς τὸ δυνατὸν ἐπιμελεῖσθαι.

苏格拉底说:“那么,如果有些人交给你的是蹄子或腿脚如此恶劣或虚弱的战马,另一些人交来的是如此营养不良以致无法跟进的战马,还有一些人交来的是如此桀骜不驯以致无法停留在你部署的位置,另一些则是如此爱踢蹬以致根本无法编队,那么这支骑兵队对你还有什么用处呢?或者,统领着这样的马匹,你又如何能为城邦做成什么好事呢?”年轻人说:“你说得很对,我一定尽己所能设法去照管战马。”

§3.3.5

τί δέ; τοὺς ἱππέας οὐκ ἐπιχειρήσεις, ἔφη, βελτίονας ποιῆσαι; ἔγωγʼ, ἔφη. οὐκοῦν πρῶτον μὲν ἀναβατικωτέρους ἐπὶ τοὺς ἵππους ποιήσεις αὐτούς; δεῖ γοῦν, ἔφη· καὶ γὰρ εἴ τις αὐτῶν καταπέσοι, μᾶλλον ἂν οὕτω σῴζοιτο.

“那么又怎样呢?难道你不想办法让骑兵们也变得更优秀吗?”他说:“我当然想。”“那么,你难道不是首先要使他们更善于跨上马背吗?”他说:“确实应当如此;因为如果他们中有人落马,这样也能更有把握保全性命。”

§3.3.6

τί γάρ; ἐάν που κινδυνεύειν δέῃ, πότερον ἐπάγειν τοὺς πολεμίους ἐπὶ τὴν ἄμμον κελεύσεις, ἔνθαπερ εἰώθατε ἱππεύειν, ἢ πειράσῃ τὰς μελέτας ἐν τοιούτοις ποιεῖσθαι χωρίοις ἐν οἵοισπερ οἱ πόλεμοι γίγνονται;

“还有呢?如果必须在某处冒险交锋,你究竟是吩咐把敌人引到你们平时惯常骑马的沙地上去呢,还是设法在实际发生战事的那些地形中进行演习呢?”

§3.3.7

βέλτιον γοῦν, ἔφη. τί γάρ; τοῦ βάλλειν ὡς πλείστους ἀπὸ τῶν ἵππων ἐπιμέλειάν τινα ποιήσει; βέλτιον γοῦν, ἔφη, καὶ τοῦτο. θήγειν δὲ τὰς ψυχὰς τῶν ἱππέων καὶ ἐξοργίζειν πρὸς τοὺς πολεμίους, ἅπερ ἀλκιμωτέρους ποιεῖ, διανενόησαι; εἰ δὲ μή, ἀλλὰ νῦν γε πειράσομαι,4 ἔφη.

“当然是后者更好,”他说。“又如何呢?你是否会设法留心让他们在马背上向尽可能多的人投掷标枪呢?”他说:“这当然也更好。”“至于砥砺骑兵的精神并激起对敌人的怒火——这能让他们更为勇猛——这方面你考虑过了吗?”年轻人说:“倘若之前未曾考虑,至少我现在会设法去做的。”

语法注4 条
  1. 3.3.1οὐ γὰρ δὴ τοῦ πρῶτος τῶν ἱππέων ἐλαύνειν

    带冠词的不定式属格(τοῦ ... ἐλαύνειν),呼应前文的 ὅτου ἕνεκα,用以表达目的或动机。作表语的形容词 πρῶτος 采用主格,与不定式未明示的逻辑主语(即受话者“你”)保持同格一致。

  2. 3.3.2ἀλλʼ ἄρα ὅτι τὸ ἱππικὸν οἴει τῇ πόλει βέλτιον ἂν ποιήσας παραδοῦναι καί

    该句由 ὅτι 引导以说明动机,后接 οἴει 及其所带的不定式结构 παραδοῦναι ... καὶ ... γενέσθαι。小辞 ἄν 在语法上与不定式 παραδοῦναι 结合,赋予其潜在/可能语气(“能够交还”);分词 ποιήσας 则带有条件或时间先后的意味(“使其变好后再行交还”)。

  3. 3.3.4ἀγαθόν τι ποιῆσαι τὴν πόλιν

    ποιέω 所接的双对格结构:一个为中性代词对格(ἀγαθόν τι),另一个为施加对象的对格(τὴν πόλιν),意为“为城邦做成某种益事/给城邦带来好处”。

  4. 3.3.7εἰ δὲ μή, ἀλλὰ νῦν γε πειράσομαι

    惯用省略表达 εἰ δὲ μή(“若非如此/若此前未曾如此”),后接连词 ἀλλά,形成转折与对比:“即使此前未曾考虑,至少现在我也要设法去尝试。”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:3.3.1-3.3.7