- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:3.2.1-3.2.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底遇到一位新当选的将军,引用荷马史诗的诗句向他阐明,优秀领袖的真正美德在于使受其统率的人民获得幸福。
ἐντυχὼν δέ ποτε στρατηγεῖν ᾑρημένῳ τῳ, τοῦ ἕνεκεν, ἔφη, Ὅμηρον οἴει τὸν Ἀγαμέμνονα προσαγορεῦσαι ποιμένα λαῶν; ἆρά γε ὅτι, ὥσπερ τὸν ποιμένα δεῖ ἐπιμελεῖσθαι, ὅπως σῶαί τε ἔσονται αἱ οἶες καὶ τὰ ἐπιτήδεια ἕξουσι καί, οὗ ἕνεκα τρέφονται, τοῦτο ἔσται, οὕτω καὶ τὸν στρατηγὸν ἐπιμελεῖσθαι δεῖ, ὅπως σῶοί τε οἱ στρατιῶται ἔσονται καὶ τὰ ἐπιτήδεια ἕξουσι καί, οὗ ἕνεκα στρατεύονται, τοῦτο ἔσται; στρατεύονται δέ, ἵνα κρατοῦντες τῶν πολεμίων εὐδαιμονέστεροι ὦσιν.
有一次,苏格拉底遇到一个当选为将军的人,说道:“你认为荷马称阿伽门农为‘民之牧者’,究竟是出于什么缘故呢?难道不是因为,正如牧羊人必须关照让羊群安然无恙、获得给养,并实现饲养它们的目的,将军也同样必须关照让士兵们安然无恙、获得给养,并实现他们出征的目的吗?而他们出征,正是为了战胜敌人从而更加幸福。
ἢ τί δήποτε οὕτως ἐπῄνεσε τὸν Ἀγαμέμνονα εἰπών· "ἀμφότερον, βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής;" ἆρά γε ὅτι αἰχμητής τε κρατερὸς ἂν εἴη,1 οὐκ εἰ μόνος αὐτὸς εὖ ἀγωνίζοιτο πρὸς τοὺς πολεμίους, ἀλλʼ εἰ καὶ παντὶ τῷ στρατοπέδῳ τούτου αἴτιος εἴη, καὶ βασιλεὺς ἀγαθός, οὐκ εἰ μόνον τοῦ ἑαυτοῦ βίου καλῶς προεστήκοι, ἀλλʼ εἰ καί, ὧν βασιλεύοι, τούτοις εὐδαιμονίας αἴτιος εἴη;
或者,荷马说: ‘兼具二者,既是仁君又是勇猛的持矛勇士’, 他究竟为何如此称赞阿伽门农呢? 难道不是因为,他成为勇猛的持矛勇士,并非在于他独自一人向敌人英勇作战,而在于他为全军也带来了这一点;并且他成为仁君,并非在于他仅仅把自己的生活料理得很好,而在于他也为受他统治的人带来了幸福吗?
καὶ γὰρ βασιλεὺς αἱρεῖται οὐχ ἵνα ἑαυτοῦ καλῶς ἐπιμελῆται, ἀλλʼ ἵνα καὶ οἱ ἑλόμενοι διʼ αὐτὸν εὖ πράττωσι· καὶ στρατεύονται δὲ πάντες, ἵνα ὁ βίος αὐτοῖς ὡς βέλτιστος ᾖ, καὶ στρατηγοὺς αἱροῦνται τούτου ἕνεκα, ἵνα πρὸς τοῦτο αὐτοῖς ἡγεμόνες ὦσι.
因为君王被选立,并不是为了让他把自己照料得很好,而是为了让选立他的人也因他而过得良好;所有人去参战,也是为了让自己的生活尽可能美好,而他们选拔将军正是为此,好让将军成为引向这一目标的引导者。
δεῖ οὖν τὸν στρατηγοῦντα τοῦτο παρασκευάζειν τοῖς ἑλομένοις αὐτὸν στρατηγόν· καὶ γὰρ οὔτε κάλλιον τούτου ἄλλο ῥᾴδιον εὑρεῖν οὔτε αἴσχιον τοῦ ἐναντίου. καὶ οὕτως ἐπισκοπῶν τίς εἴη ἀγαθοῦ ἡγεμόνος ἀρετὴ τὰ μὲν ἄλλα περιῄρει, κατέλιπε δὲ τὸ εὐδαίμονας ποιεῖν ὧν ἂν ἡγῆται.2
因此,担任将军的人必须为选立他为将军的人准备好这一点;因为既不容易找到比这更高尚的事物,也不容易找到比其相反之举更可耻的事物了。”苏格拉底正是这样在考察一位优秀领导者的美德究竟是什么时,剥离了其余一切,唯独留下了这一条:使自己所统领的人幸福。
- 3.2.2ἆρά γε ὅτι αἰχμητής τε κρατερὸς ἂν εἴη, οὐκ εἰ μόνος αὐτὸς εὖ ἀγωνίζοιτο πρὸς τοὺς πολεμίους, ἀλλʼ εἰ καὶ παντὶ τῷ στρατοπέδῳ τούτου αἴτιος εἴη
在由 ἆρά γε ὅτι 引导的名词性从句中,包含了一个以潜在希求法(ἂν εἴη)为结论句、以希求法条件从句(εἰ...ἀγωνίζοιτο / εἰ...εἴη)为条件句的假设结构。这里表达的是对优秀统帅资格的一般性与本质性评判:即唯有当他不仅自身奋战,而且使全军都英勇善战时,他才真正称得上是勇士。
- 3.2.4τὸ εὐδαίμονας ποιεῖν ὧν ἂν ἡγῆται
带冠词的不定式短语 τὸ εὐδαίμονας ποιεῖν 充当主句动词 κατέλιπε 的直接宾语。关系从句 ὧν ἂν ἡγῆται 省略了先行词(τούτους),关系代词 ὧν 受从句中的动词 ἡγῆται(支配属格)支配而变为属格。整句意为“使他所统率的那些人幸福”(相当于 τούτους εὐδαίμονας ποιεῖν ὧν ἂν ἡγῆται)。
