← 色诺芬

回忆苏格拉底

§3.1.1-3.1.11

论将帅应具备的资质与战术的局限

苏格拉底盘问了一位意欲成为将军却只学了基础阵形战术的年轻人,向他阐明身为统帅所必需的综合素质、识人之道以及阵形运用的重要性,并劝其再次请教教官。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.1

ὅτι δὲ τοὺς ὀρεγομένους τῶν καλῶν ἐπιμελεῖς ὧν ὀρέγοιντο1 ποιῶν ὠφέλει, νῦν τοῦτο διηγήσομαι. ἀκούσας γάρ ποτε Διονυσόδωρον εἰς τὴν πόλιν ἥκειν ἐπαγγελλόμενον στρατηγεῖν διδάξειν, ἔλεξε πρός τινα τῶν συνόντων, ὃν ᾐσθάνετο βουλόμενον τῆς τιμῆς ταύτης ἐν τῇ πόλει τυχεῖν· αἰσχρὸν μέντοι, ὦ νεανία, τὸν βουλόμενον ἐν τῇ πόλει στρατηγεῖν, ἐξὸν τοῦτο μαθεῖν,2 ἀμελῆσαι αὐτοῦ· καὶ δικαίως ἂν οὗτος ὑπὸ τῆς πόλεως ζημιοῖτο πολὺ μᾶλλον ἢ εἴ τις ἀνδριάντας ἐργολαβοίη μὴ μεμαθηκὼς ἀνδριαντοποιεῖν.

现在我将叙述,他是如何通过使追求高尚之物的人专心于他们所追求的事物,从而给他们带来益处的。他曾经听说狄奥尼索多罗斯来到城邦,声称传授为将之道,便对同伴中他察觉到想要在城邦中获得这一荣誉的一位说道: “年轻人啊,想要在城邦中担任将军的人,在可以学习这门学问时却忽视它,这实在是可耻的;这样的人理应受到城邦的惩罚,其程度要远远超过没有学会雕塑术却承包雕像制作的人。

§3.1.3

ὅλης γὰρ τῆς πόλεως ἐν τοῖς πολεμικοῖς κινδύνοις ἐπιτρεπομένης τῷ στρατηγῷ, μεγάλα τά τε ἀγαθὰ κατορθοῦντος αὐτοῦ καὶ τὰ κακὰ διαμαρτάνοντος εἰκὸς γίγνεσθαι. πῶς οὖν οὐκ ἂν δικαίως ὁ τοῦ μὲν μανθάνειν τοῦτο ἀμελῶν, τοῦ δὲ αἱρεθῆναι ἐπιμελόμενος ζημιοῖτο; τοιαῦτα μὲν δὴ λέγων ἔπεισεν αὐτὸν ἐλθόντα μανθάνειν.

因为在战事的危险之中,整个城邦都被托付给将军,如果他成功,很可能会带来巨大的善果,如果他失误,就会带来巨大的灾难。那么,忽视学习这门学问却一心谋求当选的人,怎么会不受公正的惩罚呢?”他说这番话,说服了那人前去学习。

§3.1.4

ἐπεὶ δὲ μεμαθηκὼς ἧκε, προσέπαιζεν αὐτῷ λέγων· οὐ δοκεῖ ὑμῖν, ὦ ἄνδρες, ὥσπερ Ὅμηρος τὸν Ἀγαμέμνονα γεραρὸν ἔφη εἶναι, οὕτω καὶ ὅδε στρατηγεῖν μαθὼν γεραρώτερος φαίνεσθαι; καὶ γάρ, ὥσπερ ὁ κιθαρίζειν μαθών, καὶ ἐὰν μὴ κιθαρίζῃ, κιθαριστής ἐστι, καὶ ὁ μαθὼν ἰᾶσθαι, κἂν μὴ ἰατρεύῃ, ὅμως ἰατρός ἐστιν, οὕτω καὶ ὅδε ἀπὸ τοῦδε τοῦ χρόνου διατελεῖ στρατηγὸς ὤν, κἂν μηδεὶς αὐτὸν ἕληται. ὁ δὲ μὴ ἐπιστάμενος οὔτε στρατηγὸς οὔτε ἰατρός ἐστιν, οὐδʼ ἐὰν ὑπὸ πάντων ἀνθρώπων αἱρεθῇ.

当那人学成归来后,苏格拉底便跟他开玩笑道:“诸位,难道你们不觉得,正如荷马称阿伽门农是威严的一样,这位学会了统兵术的人也显得更加威严了吗?因为正如学会弹奏齐特拉琴的人即使不弹也是琴师,学会医术的人即使不行医也依然是医生,这位从今往后也将一直是将军,哪怕没有任何人选拔他。而不具备知识的人,即使被全人类选拔,也既不是将军,也不是医生。

§3.1.5

ἀτάρ, ἔφη, ἵνα καί, ἐὰν ἡμῶν τις ἢ ταξιαρχῇ ἢ λοχαγῇ σοι, ἐπιστημονέστεροι τῶν πολεμικῶν ὦμεν, λέξον ἡμῖν πόθεν ἤρξατό σε διδάσκειν τὴν στρατηγίαν. καὶ ὅς, ἐκ τοῦ αὐτοῦ, ἔφη, εἰς ὅπερ καὶ ἐτελεύτα· τὰ γὰρ τακτικὰ ἐμέ γε καὶ ἄλλʼ οὐδὲν ἐδίδαξεν.

不过,”他说,“为了在我们中有人在你手下担任步兵长或百夫长时,我们能够对战事有更多了解,请告诉我们他是从哪里开始教你为将之道的?”那人回答说:“他是从哪里结束,就从哪里开始的;因为他教给我的只有战术阵形,再无其他。”

§3.1.6

ἀλλὰ μήν, ἔφη ὁ Σωκράτης, τοῦτό γε πολλοστὸν μέρος ἐστὶ στρατηγίας. καὶ γὰρ παρασκευαστικὸν τῶν εἰς τὸν πόλεμον τὸν στρατηγὸν εἶναι χρή, καὶ ποριστικὸν τῶν ἐπιτηδείων τοῖς στρατιώταις, καὶ μηχανικὸν καὶ ἐργαστικὸν καὶ ἐπιμελῆ καὶ καρτερικὸν καὶ ἀγχίνουν, καὶ φιλόφρονά τε καὶ ὠμόν, καὶ ἁπλοῦν τε καὶ ἐπίβουλον, καὶ φυλακτικόν τε καὶ κλέπτην, καὶ προετικὸν καὶ ἅρπαγα καὶ φιλόδωρον καὶ πλεονέκτην καὶ ἀσφαλῆ καὶ ἐπιθετικόν, καὶ ἄλλα πολλὰ καὶ φύσει καὶ ἐπιστήμῃ δεῖ τὸν εὖ στρατηγήσοντα ἔχειν.

“然而,”苏格拉底说,“这不过是为将之道极小的一部分罢了。因为将军应当是战备物资的置办者,是士兵给养的筹措者,并且富有谋略、精于实干、细致周到、坚忍不拔、机智敏捷;既温和又冷酷,既坦诚又诡诈,既善于戒备又精于潜伏窃取,既挥金如土又善于劫掠,既慷慨又贪婪,既谨慎又好攻;要想出色担任将军的人,在天资和知识两方面都必须具备许多其他的素质。

§3.1.7

καλὸν δὲ καὶ τὸ τακτικὸν εἶναι· πολὺ γὰρ διαφέρει στράτευμα τεταγμένον ἀτάκτου, ὥσπερ λίθοι τε καὶ πλίνθοι καὶ ξύλα καὶ κέραμος ἀτάκτως μὲν ἐρριμμένα οὐδὲν χρήσιμά ἐστιν, ἐπειδὰν δὲ ταχθῇ κάτω μὲν καὶ ἐπιπολῆς τὰ μήτε σηπόμενα μήτε τηκόμενα, οἵ τε λίθοι καὶ ὁ κέραμος, ἐν μέσῳ δὲ αἵ τε πλίνθοι καὶ τὰ ξύλα, ὥσπερ ἐν οἰκοδομίᾳ συντίθεται, τότε γίγνεται πολλοῦ ἄξιον κτῆμα, οἰκία.

懂战术固然也是一件好事;因为整齐的军队与混乱的军队有着天壤之别,正如石头、砖块、木材和瓦片杂乱无章地堆放时毫无用处,但是当既不腐朽也不融化的石头和瓦片被安置在底层和顶部,而砖块和木材被安置在中间,像建筑房屋那样组合起来时,它就变成了一份极有价值的财产——一所房屋。”

§3.1.8

ἀλλὰ πάνυ, ἔφη ὁ νεανίσκος, ὅμοιον, ὦ Σώκρατες, εἴρηκας. καὶ γὰρ ἐν τῷ πολέμῳ τοὺς ἀρίστους δεῖ πρώτους τάττειν καὶ τελευταίους, ἐν μέσῳ δὲ τοὺς χειρίστους, ἵνα ὑπὸ μὲν τῶν ἄγωνται, ὑπὸ δὲ τῶν ὠθῶνται.

“苏格拉底啊,”年轻人说,“你的比喻真是再贴切不过了。因为在战争中,也必须把最精锐的人部署在最前列和最后列,把最差的人放在中间,以便让他们受到前者的率领,并受到后者的驱赶。”

§3.1.9

εἰ μὲν τοίνυν, ἔφη, καὶ διαγιγνώσκειν σε τοὺς ἀγαθοὺς καὶ τοὺς κακοὺς ἐδίδαξεν· εἰ δὲ μή,3 τί σοι ὄφελος ὧν ἔμαθες; οὐδὲ γὰρ εἴ σε ἀργύριον ἐκέλευσε πρῶτον μὲν καὶ τελευταῖον τὸ κάλλιστον τάττειν, ἐν μέσῳ δὲ τὸ χείριστον, μὴ διδάξας διαγιγνώσκειν τό τε καλὸν καὶ τὸ κίβδηλον, οὐδὲν ἄν σοι ὄφελος ἦν. ἀλλὰ μὰ Δίʼ, ἔφη, οὐκ ἐδίδαξεν· ὥστε αὐτοὺς ἂν ἡμᾶς δέοι τούς τε ἀγαθοὺς καὶ τοὺς κακοὺς κρίνειν.

“那么,”苏格拉底说,“如果他也教了你如何辨别好坏[那自不必说];但如果没有教,你所学的东西对你又有什么用呢?因为如果他命令你把最好的银币排在最前和最后,把最劣质的排在中间,却没有教你如何辨别真币与伪币,对你也毫无益处。”“凭宙斯起誓,”年轻人说,“他确实没有教过;所以必须由我们自己来判断谁好谁坏了。”

§3.1.10

τί οὖν οὐ σκοποῦμεν,4 ἔφη, πῶς ἂν αὐτῶν μὴ διαμαρτάνοιμεν; βούλομαι, ἔφη ὁ νεανίσκος. οὐκοῦν, ἔφη, εἰ μὲν ἀργύριον δέοι ἁρπάζειν, τοὺς φιλαργυρωτάτους πρώτους καθιστάντες ὀρθῶς ἂν τάττοιμεν; ἔμοιγε δοκεῖ. τί δὲ τοὺς κινδυνεύειν μέλλοντας; ἆρα τοὺς φιλοτιμοτάτους προτακτέον; οὗτοι γοῦν εἰσιν, ἔφη, οἱ ἕνεκα ἐπαίνου κινδυνεύειν ἐθέλοντες. οὐ τοίνυν οὗτοί γε ἄδηλοι, ἀλλʼ ἐπιφανεῖς πανταχοῦ ὄντες εὐαίρετοι ἂν εἶεν.

“那么我们为什么不探讨一下,”他说,“怎样才能不把他们认错呢?”“我很乐意,”年轻人说。“那么,”他说,“如果需要夺取金钱,我们把最爱财的人排在最前面,算不算是正确的布阵呢?”“我认为是的。”“那么对于将要面临危险的人呢?是否应当把最好名誉的人安排在前面?”“至少他们,”他说,“是愿意为了赞誉而冒险的人。”“那么这些人并不隐蔽,而是处处显眼,很容易挑选出来。

§3.1.11

ἀτάρ, ἔφη, πότερά σε τάττειν μόνον ἐδίδαξεν, ἢ καὶ ὅπῃ καὶ ὅπως χρηστέον ἑκάστῳ τῶν ταγμάτων; οὐ πάνυ, ἔφη. καὶ μὴν πολλά γʼ ἐστὶ πρὸς ἃ οὔτε τάττειν οὔτε ἄγειν ὡσαύτως προσήκει. ἀλλὰ μὰ Δίʼ, ἔφη, οὐ διεσαφήνιζε ταῦτα. νὴ Δίʼ, ἔφη, πάλιν τοίνυν ἐλθὼν ἐπανερώτα· ἂν γὰρ ἐπίστηται καὶ μὴ ἀναιδὴς ᾖ, αἰσχυνεῖται ἀργύριον εἰληφὼς ἐνδεᾶ σε ἀποπέμψασθαι.

不过,”苏格拉底说,“他是只教了你如何布阵,还是也教了你在何处、以何种方式运用每一种阵形呢?”“完全没有,”那人说。“然而,有许多情况是无论布阵还是行军都不适宜采取相同方式的。”“凭宙斯起誓,”他说,“他确实没有讲明这些。”“凭宙斯起誓,”苏格拉底说,“那么你就再去一次,继续向他请教;因为如果他真有知识且非厚颜无耻之辈,在收了你的钱之后,把学艺不全的你打发走,他必定会感到羞愧的。”

语法注4 条
  1. 3.1.1ὧν ὀρέγοιντο

    关系代词 ὧν 省略了受形容词 ἐπιμελεῖς 支配的属格先行词(τούτων),其自身则处于从句动词 ὀρέγομαι 所支配的属格。希求语气 ὀρέγοιντο 是主句过去时态(ὠφέλει)支配下的斜法希求,表达一种泛指或假设的意味(“凡是他们可能追求的事物”)。

  2. 3.1.2ἐξὸν τοῦτο μαθεῖν

    无人称动词 ἔξεστι 的中性单数分词构成的宾格绝对结构(accusative absolute),表达让步语境(“明明可以学到这些”)。

  3. 3.1.9εἰ μὲν τοίνυν, ἔφη, καὶ διαγιγνώσκειν σε τοὺς ἀγαθοὺς καὶ τοὺς κακοὺς ἐδίδαξεν· εἰ δὲ μή

    条件句中主句(归结分句)的省略(aposiopesis)。在 εἰ μέν 从句之后省略了主句(如“那就好/善矣”),并随即转入相对立的选择肢 εἰ δὲ μή(“如果不是这样”)。

  4. 3.1.10τί οὖν οὐ σκοποῦμεν

    使用 τί οὐ 搭配第一人称复数现在时直陈式的惯用句型,表面是疑问,实际表示强烈的建议或劝诱:“那我们何不一起探讨一下……?”(即“让我们来探讨吧”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:3.1.1-3.1.11