← 色诺芬

回忆苏格拉底

§3.13.1-3.13.6

针对日常琐事与娇气抱怨的简短问答

苏格拉底通过简短的问答,针对同伴们因未获回礼、食欲不振、水温不适、责打仆人以及畏惧长途跋涉等日常怨言与身体软弱,指明其不合理之处,敦促他们戒除娇气并强化身心磨炼。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.13.1

ὀργιζομένου δέ ποτέ τινος, ὅτι προσειπών τινα χαίρειν οὐκ ἀντιπροσερρήθη, γελοῖον, ἔφη, τό, εἰ μὲν τὸ σῶμα κάκιον ἔχοντι ἀπήντησάς τῳ, μὴ ἂν ὀργίζεσθαι, ὅτι δὲ τὴν ψυχὴν ἀγροικοτέρως διακειμένῳ περιέτυχες, τοῦτό σε λυπεῖ.1

有一次,有人因为向一个人问候却没有得到对方的回礼而恼怒,苏格拉底说:“如果你遇到一个身体状况较差的人,你绝不会生气;可你碰上了一个心灵更为粗鄙的人,这反而让你苦恼,这真是太可笑了。”

§3.13.2

ἄλλου δὲ λέγοντος ὅτι ἀηδῶς ἐσθίοι, Ἀκουμενός, ἔφη, τούτου φάρμακον ἀγαθὸν διδάσκει. ἐρομένου δέ, ποῖον; παύσασθαι ἐσθίοντα, ἔφη· καὶ ἥδιόν τε καὶ εὐτελέστερον καὶ ὑγιεινότερον διάξειν παυσάμενον.

又有人说自己吃饭索然无味,苏格拉底说:“阿库墨诺斯对此传授了一个良方。”那人问:“什么良方?”苏格拉底说:“停止进食。一旦停食,你将会过得更舒畅、更省俭、也更健康。”

§3.13.3

ἄλλου δʼ αὖ λέγοντος ὅτι θερμὸν εἴη παρʼ ἑαυτῷ τὸ ὕδωρ ὃ πίνοι, ὅταν ἄρʼ, ἔφη, βούλῃ θερμῷ λούσασθαι, ἕτοιμον ἔσται σοι. ἀλλὰ ψυχρόν, ἔφη, ἐστὶν ὥστε λούσασθαι. ἆρʼ οὖν, ἔφη, καὶ οἱ οἰκέται σου ἄχθονται πίνοντές τε αὐτὸ καὶ λούμενοι αὐτῷ; μὰ τὸν Δίʼ, ἔφη· ἀλλὰ καὶ πολλάκις τεθαύμακα ὡς ἡδέως αὐτῷ πρὸς ἀμφότερα ταῦτα χρῶνται. πότερον δέ, ἔφη, τὸ παρὰ σοὶ ὕδωρ θερμότερον πιεῖν ἐστιν ἢ τὸ ἐν Ἀσκληπιοῦ; τὸ ἐν Ἀσκληπιοῦ, ἔφη. πότερον δὲ λούσασθαι ψυχρότερον τὸ παρὰ σοὶ ἢ τὸ ἐν Ἀμφιαράου; τὸ ἐν Ἀμφιαράου, ἔφη. ἐνθυμοῦ οὖν, ἔφη, ὅτι κινδυνεύεις δυσαρεστότερος εἶναι τῶν τε οἰκετῶν καὶ τῶν ἀρρωστούντων.2

又有另一个人说自己家里喝的水是温的,苏格拉底便说:“那么当你想要用温水洗澡时,它就是现成的了。”那人说:“可是用来洗澡又太凉了。”苏格拉底问:“那么,你的奴仆们喝这水、用这水洗澡也会感到不快吗?”那人说:“绝不至于,宙斯作证;事实上我常常纳闷,他们何以如此乐意把这水用于这两件事。”苏格拉底问:“那么,你那里的水就饮用而言,是比阿斯克勒庇俄斯神庙的水更温,还是那里的更温?”那人回答:“阿斯克勒庇俄斯神庙的水更温。”苏格拉底又问:“就洗澡而言,你那里的水是比安菲阿拉奥斯神庙的水更凉,还是那里的更凉?”那人回答:“安菲阿拉奥斯神庙的水更凉。”苏格拉底便说:“那么你想想看,你恐怕比你的奴仆和那些病患还要挑剔难伺候呢。”

§3.13.4

κολάσαντος δέ τινος ἰσχυρῶς ἀκόλουθον, ἤρετο τί χαλεπαίνοι τῷ θεράποντι, ὅτι, ἔφη, ὀψοφαγίστατός τε ὢν βλακότατός ἐστι καὶ φιλαργυρώτατος ὢν ἀργότατος. ἤδη ποτὲ οὖν ἐπεσκέψω, πότερος πλειόνων πληγῶν δεῖται, σὺ ἢ ὁ θεράπων;

当有人狠狠责打侍从时,苏格拉底问他为何对仆人发这么大脾气。那人说:“因为他极其贪吃却懒惰透顶,极其贪财却游手好闲。”苏格拉底问:“那么你可曾想过,你们两个人当中究竟谁更该挨更多的鞭子——是你,还是那个仆人?”

§3.13.5

φοβουμένου δέ τινος τὴν εἰς Ὀλυμπίαν ὁδόν, τί, ἔφη, φοβῇ τὴν πορείαν; οὐ καὶ οἴκοι σχεδὸν ὅλην τὴν ἡμέραν περιπατεῖς; καὶ ἐκεῖσε πορευόμενος περιπατήσας ἀριστήσεις, περιπατήσας δειπνήσεις καὶ ἀναπαύσῃ. οὐκ οἶσθα ὅτι, εἰ ἐκτείναις τοὺς περιπάτους, οὓς ἐν πέντε ἢ ἓξ ἡμέραις περιπατεῖς, ῥᾳδίως ἂν Ἀθήνηθεν εἰς Ὀλυμπίαν ἀφίκοιο; χαριέστερον δὲ καὶ προεξορμᾶν ἡμέρᾳ μιᾷ μᾶλλον ἢ ὑστερίζειν. τὸ μὲν γὰρ ἀναγκάζεσθαι περαιτέρω τοῦ μετρίου μηκύνειν τὰς ὁδοὺς χαλεπόν, τὸ δὲ μιᾷ ἡμέρᾳ πλείους πορευθῆναι πολλὴν ῥᾳστώνην παρέχει. κρεῖττον οὖν ἐν τῇ ὁρμῇ σπεύδειν ἢ ἐν τῇ ὁδῷ.

又有人对前往奥林匹亚的路途感到畏惧,苏格拉底说:“你为何害怕这段行程?你在家里难道不是几乎一整天都在四处走动吗?走到那里去的时候,你也是走完一段吃午饭,再走完一段吃晚饭并歇息。难道你不知道,如果把你五六天里走的路连起来,就能从雅典轻松走到奥林匹亚吗?而且,提前一天启程总比迟到要惬意得多。因为被迫过度延长每日的路程是痛苦的,但多花一天时间赶路却能带来极大的轻松。因此,早点启程赶路,总比在路上急忙赶路要好。”

§3.13.6

ἄλλου δὲ λέγοντος ὡς παρετάθη μακρὰν ὁδὸν πορευθείς, ἤρετο αὐτὸν εἰ καὶ φορτίον ἔφερε, μὰ Δίʼ οὐκ ἔγωγʼ, ἔφη, ἀλλὰ τὸ ἱμάτιον. μόνος δʼ ἐπορεύου, ἔφη, ἢ καὶ ἀκόλουθός σοι ἠκολούθει; ἠκολούθει, ἔφη. πότερον κενός, ἔφη, ἢ φέρων τι; φέρων νὴ Δίʼ, ἔφη, τά τε στρώματα καὶ τἆλλα σκεύη. καὶ πῶς, ἔφη, ἀπήλλαχεν ἐκ τῆς ὁδοῦ; ἐμοὶ μὲν δοκεῖ, ἔφη, βέλτιον ἐμοῦ. τί οὖν; ἔφη, εἰ τὸ ἐκείνου φορτίον ἔδει σε φέρειν, πῶς ἂν οἴει διατεθῆναι; κακῶς νὴ Δίʼ, ἔφη· μᾶλλον δὲ οὐδʼ ἂν ἐδυνήθην κομίσαι. τὸ οὖν τοσούτῳ ἧττον τοῦ παιδὸς δύνασθαι πονεῖν πῶς ἠσκημένου δοκεῖ σοι ἀνδρὸς εἶναι;3

又有另一个人说自己走远路累得精疲力竭,苏格拉底便问他是否也扛了重物。那人说:“宙斯作证,我可没有,除了身上的披风。”苏格拉底问:“你是独自一人赶路,还是有仆人跟着你?”那人说:“有人跟着。”苏格拉底问:“他是空着手,还是拿了东西?”那人说:“宙斯作证,他拿了东西,铺盖和其他器具都由他拿着。”苏格拉底问:“那么他走完这段路后状况如何?”那人说:“在我看来,他比我的状况好多了。”苏格拉底说:“那么,如果你不得不扛他的重担,你以为自己会变成什么样?”那人说:“宙斯作证,肯定惨极了;或者说,我甚至根本扛不动。”苏格拉底说:“那么,吃苦耐劳的能力比一个奴仆差这么多,在你看来难道像是一个受过操练的人该有的样子吗?”

语法注3 条
  1. 3.13.1γελοῖον, ἔφη, τό, εἰ μὲν τὸ σῶμα κάκιον ἔχοντι ἀπήντησάς τῳ, μὴ ἂν ὀργίζεσθαι, ὅτι δὲ τὴν ψυχὴν ἀγροικοτέρως διακειμένῳ περιέτυχες, τοῦτό σε λυπεῖ.

    中性冠词 τό 将其后由条件从句加不定式 μὴ ἂν ὀργίζεσθαι 与 ὅτι 从句构成的整个对比结构名词化,作表语形容词 γελοῖον 的主语。μὴ ἂν ὀργίζεσθαι 为非现实或潜在条件句结论的不定式转述(直接引语相当于 οὐκ ἂν ὠργίζου)。

  2. 3.13.3κινδυνεύεις δυσαρεστότερος εἶναι τῶν τε οἰκετῶν καὶ τῶν ἀρρωστούντων.

    动词 κινδυνεύω 接不定式在此为习语用法,表示委婉的推断或讽刺性的可能性(“恐怕会是”、“有可能成为”),而非字面上的涉险。其后的属格 τῶν τε οἰκετῶν καὶ τῶν ἀρρωστούντων 作比较级 δυσαρεστότερος 的比较属格。

  3. 3.13.6τὸ οὖν τοσούτῳ ἧττον τοῦ παιδὸς δύνασθαι πονεῖν πῶς ἠσκημένου δοκεῖ σοι ἀνδρὸς εἶναι;

    句首的中性冠词 τό 将整个不定式短语 τοσούτῳ ἧττον τοῦ παιδὸς δύνασθαι πονεῖν(比仆役这么不能吃苦耐劳)名词化,作为句子的主语。属格 ἠσκημένου ... ἀνδρός 与 εἶναι 连用,构成表示特征或属性的表语属格(“属于/符合一个受过操练的人”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:3.13.1-3.13.6