- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:3.12.1-3.12.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底告诫身体虚弱的青年埃庇根涅斯,指出体魄锻炼对于战事与公民生活必不可少,强健的体魄对于保持理智与获得荣誉至关重要。
Ἐπιγένην δὲ τῶν συνόντων τινὰ νέον τε ὄντα καὶ τὸ σῶμα κακῶς ἔχοντα ἰδών, ὡς ἰδιωτικῶς, ἔφη, τὸ σῶμα ἔχεις, ὦ Ἐπίγενες. καὶ ὅς, ἰδιώτης γάρ, ἔφη, εἰμί, ὦ Σώκρατες. οὐδέν γε μᾶλλον, ἔφη, τῶν ἐν Ὀλυμπίᾳ μελλόντων ἀγωνίζεσθαι·1 ἢ δοκεῖ σοι μικρὸς εἶναι ὁ περὶ τῆς ψυχῆς πρὸς τοὺς πολεμίους ἀγών, ὃν Ἀθηναῖοι θήσουσιν, ὅταν τύχωσι;
苏格拉底见同伴中有一位名叫埃庇根涅斯的青年身体状况孱弱,便对他说:“埃庇根涅斯,你的身体状况可真像个未经训练的外行啊!”埃庇根涅斯回答说:“苏格拉底,我本来就是个外行呀。”苏格拉底说:“比起那些将要在奥林匹亚参赛的人,你可一点也不能更算作外行。难道在你看来,雅典人在时机临头时与敌人展开的性命攸关的战斗,会是一件小事吗?
καὶ μὴν οὐκ ὀλίγοι μὲν διὰ τὴν τοῦ σώματος καχεξίαν ἀποθνῄσκουσί τε ἐν τοῖς πολεμικοῖς κινδύνοις καὶ αἰσχρῶς σῴζονται· πολλοὶ δὲ διʼ αὐτὸ τοῦτο ζῶντές τε ἁλίσκονται καὶ ἁλόντες ἤτοι δουλεύουσι τὸν λοιπὸν βίον, ἐὰν οὕτω τύχωσι, τὴν χαλεπωτάτην δουλείαν ἢ εἰς τὰς ἀνάγκας τὰς ἀλγεινοτάτας ἐμπεσόντες καὶ ἐκτείσαντες ἐνίοτε πλείω τῶν ὑπαρχόντων αὐτοῖς τὸν λοιπὸν βίον ἐνδεεῖς τῶν ἀναγκαίων ὄντες καὶ κακοπαθοῦντες διαζῶσι· πολλοὶ δὲ δόξαν αἰσχρὰν κτῶνται διὰ τὴν τοῦ σώματος ἀδυναμίαν δοκοῦντες ἀποδειλιᾶν.
要知道,绝非少数人因身体孱弱而在战争危局中丧命或屈辱求生;许多人恰恰因此而被生擒,一旦被俘,若命途如此,要么余生在最残酷的奴役下为奴,要么陷入最痛苦的困境,有时赎金超出了自己的全部财产,从而在余生中匮乏生活必需品、备尝艰辛地苟活;还有许多人因体魄虚弱被认为临阵怯懦,从而背负了可耻的恶名。
ἢ καταφρονεῖς τῶν ἐπιτιμίων τῆς καχεξίας τούτων, καὶ ῥᾳδίως ἂν οἴει φέρειν τὰ τοιαῦτα; καὶ μὴν οἶμαί γε πολλῷ ῥᾴω καὶ ἡδίω τούτων εἶναι ἃ δεῖ ὑπομένειν τὸν ἐπιμελόμενον τῆς τοῦ σώματος εὐεξίας. ἢ ὑγιεινότερόν τε καὶ εἰς τἆλλα χρησιμώτερον νομίζεις εἶναι τὴν καχεξίαν τῆς εὐεξίας, ἢ τῶν διὰ τὴν εὐεξίαν γιγνομένων καταφρονεῖς;
难道你轻视这些虚弱的惩罚,并认为自己能轻易承受这些吗?但我以为,为了保持身体健壮所必须付出的劳苦,比起这些惩罚来要容易得多、愉快得多。还是说你认为虚弱比健壮更健康,在其他事情上也更有用?抑或你轻视由体魄强健所带来的一切好处?
καὶ μὴν πάντα γε τἀναντία συμβαίνει τοῖς εὖ τὰ σώματα ἔχουσιν ἢ τοῖς κακῶς. καὶ γὰρ ὑγιαίνουσιν οἱ τὰ σώματα εὖ ἔχοντες καὶ ἰσχύουσι· καὶ πολλοὶ μὲν διὰ τοῦτο ἐκ τῶν πολεμικῶν ἀγώνων σῴζονταί τε εὐσχημόνως καὶ τὰ δεινὰ πάντα διαφεύγουσι, πολλοὶ δὲ φίλοις τε βοηθοῦσι καὶ τὴν πατρίδα εὐεργετοῦσι καὶ διὰ ταῦτα χάριτός τε ἀξιοῦνται καὶ δόξαν μεγάλην κτῶνται καὶ τιμῶν καλλίστων τυγχάνουσι καὶ διὰ ταῦτα τόν τε λοιπὸν βίον ἥδιον καὶ κάλλιον διαζῶσι καὶ τοῖς ἑαυτῶν παισὶ καλλίους ἀφορμὰς εἰς τὸν βίον καταλείπουσιν.
要知道,体魄良好的人所遭遇的,与体魄虚弱的人完全相反。因为身体良好的人健康且强壮;许多人因此从战火中体面地保全性命并避开一切险境;许多人得以援助朋友、施惠城邦,并因此得享感恩、赢得崇高名望、获享极佳的荣誉;不仅如此,他们还能因此更加愉悦且高尚地度过余生,并为自己的子孙留下更美好的生计基础。
οὔτοι χρή, ὅτι οὐκ ἀσκεῖ δημοσίᾳ ἡ πόλις τὰ πρὸς τὸν πόλεμον, διὰ τοῦτο καὶ ἰδίᾳ ἀμελεῖν, ἀλλὰ μηδὲν ἧττον ἐπιμελεῖσθαι. εὖ γὰρ ἴσθι ὅτι οὐδὲ ἐν ἄλλῳ οὐδενὶ ἀγῶνι οὐδὲ ἐν πράξει οὐδεμιᾷ μεῖον ἕξεις2 διὰ τὸ βέλτιον τὸ σῶμα παρεσκευάσθαι· πρὸς πάντα γὰρ ὅσα πράττουσιν ἄνθρωποι χρήσιμον τὸ σῶμά ἐστιν· ἐν πάσαις δὲ ταῖς τοῦ σώματος χρείαις πολὺ διαφέρει ὡς βέλτιστα τὸ σῶμα ἔχειν·
绝不能因为城邦没有公开进行军事操练,就在私下里也予以忽视,反而应当丝毫不减地加以操持。因为你务必确知:无论在任何其他竞争或任何行动中,你都绝不会因为身体准备得更为充分而处于劣势。因为在人类所从事的一切事情中,身体都是有用的;而在身体的一切用场中,使身体处于尽可能最佳的状态具有重大差异。
ἐπεὶ καὶ ἐν ᾧ δοκεῖ ἐλαχίστη σώματος χρεία εἶναι, ἐν τῷ διανοεῖσθαι, τίς οὐκ οἶδεν ὅτι καὶ ἐν τούτῳ πολλοὶ μεγάλα σφάλλονται διὰ τὸ μὴ ὑγιαίνειν τὸ σῶμα; καὶ λήθη δὲ καὶ ἀθυμία καὶ δυσκολία καὶ μανία πολλάκις πολλοῖς διὰ τὴν τοῦ σώματος καχεξίαν εἰς τὴν διάνοιαν ἐμπίπτουσιν οὕτως ὥστε καὶ τὰς ἐπιστήμας ἐκβάλλειν.
因为哪怕在看似最不需要身体的地方——在思考之中——谁不知道许多人也恰恰因为身体不健康而铸成大错?健忘、沮丧、乖戾和疯癫,往往因身体孱弱而侵入许多人的心智,以至于将学得的知识都驱逐殆尽。
τοῖς δὲ τὰ σώματα εὖ ἔχουσι πολλὴ ἀσφάλεια καὶ οὐδεὶς κίνδυνος διά γε τὴν τοῦ σώματος καχεξίαν τοιοῦτόν τι παθεῖν, εἰκὸς δὲ μᾶλλον πρὸς τὰ ἐναντία τῶν διὰ τὴν καχεξίαν γιγνομένων τὴν εὐεξίαν χρήσιμον εἶναι· καίτοι τῶν γε τοῖς εἰρημένοις ἐναντίων ἕνεκα τί οὐκ ἄν τις νοῦν ἔχων ὑπομείνειεν;
而那些体魄健全的人则享有极大的安全,绝无因身体孱弱而遭此厄运的危险;相反,强健更有利于带来与虚弱之果全然相反的益处。为了获得与上述恶果全然相反的美事,凡有理智的人又有什么不可忍受的呢?
αἰσχρὸν δὲ καὶ τὸ διὰ τὴν ἀμέλειαν γηρᾶναι, πρὶν ἰδεῖν ἑαυτὸν ποῖος ἂν κάλλιστος καὶ κράτιστος τῷ σώματι γένοιτο·3 ταῦτα δὲ οὐκ ἔστιν ἰδεῖν ἀμελοῦντα· οὐ γὰρ ἐθέλει αὐτόματα γίγνεσθαι.
再者,因疏忽怠慢而在未能亲眼目睹自己的身体所能达到的最美与最强之前便衰老,乃是一件可耻的事。而若一味懈怠,是无法看到这一点的,因为这些品质绝不会自己平白产生。”
- 3.12.1οὐδέν γε μᾶλλον, ἔφη, τῶν ἐν Ὀλυμπίᾳ μελλόντων ἀγωνίζεσθαι
这里使用了 οὐδὲν μᾶλλον 加上表示比较对象的属格 τῶν … μελλόντων,上下文承前省略了 ἰδιώτης εἶ,意为“比起那些将要在奥林匹亚参赛的人,你绝不能算作更是个未经训练的外行”。
- 3.12.5μεῖον ἕξεις
成语 μεῖον ἔχειν(或 ἔλαττον ἔχειν)意为“处于劣势”或“吃亏”。此处与否定词 οὐδέ 连用,表示“绝不会因为身体准备得更好而处于不利地位”。
- 3.12.8πρὶν ἰδεῖν ἑαυτὸν ποῖος ἂν κάλλιστος καὶ κράτιστος τῷ σώματι γένοιτο
前置预取结构(prolepsis)。反身代词 ἑαυτόν 本是间接疑问从句 ποῖος ἂν … γένοιτο 的逻辑主语,却被前置作为不定式 ἰδεῖν 的直接宾格宾语。
