- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:3.11.9-3.11.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底向塞奥多特阐述如何运用身体和心灵作为罗网来捕获朋友,并建议她先引发渴望再给予回馈。塞奥多特邀请苏格拉底作合伙人并请他常来,苏格拉底则将自己的哲学交友比作求爱符咒,幽默风趣地作答。
τίνι οὖν, ἔφη, τοιούτῳ φίλους ἂν ἐγὼ θηρῴην; ἐὰν νὴ Δίʼ, ἔφη, ἀντὶ κυνὸς κτήσῃ, ὅστις σοι ἰχνεύων μὲν τοὺς φιλοκάλους καὶ πλουσίους εὑρήσει, εὑρὼν δὲ μηχανήσεται ὅπως ἐμβάλῃ αὐτοὺς εἰς τὰ σὰ δίκτυα.
她说:“那么,我能用什么类似的东西来捕猎朋友呢?”苏格拉底说:“凭宙斯起誓,如果你能找一个人来代替猎犬:他替你寻踪觅迹,找出那些有品味且富有的人,并在找到后设法将他们赶进你的罗网。”
καὶ ποῖα, ἔφη, ἐγὼ δίκτυα ἔχω; ἓν μὲν δήπου, ἔφη, καὶ μάλα εὖ περιπλεκόμενον, τὸ σῶμα· ἐν δὲ τούτῳ ψυχήν,1 ᾗ καταμανθάνεις καὶ ὡς ἂν ἐμβλέπουσα χαρίζοιο καὶ ὅ τι ἂν λέγουσα εὐφραίνοις,2 καὶ ὅτι δεῖ τὸν μὲν ἐπιμελόμενον ἀσμένως ὑποδέχεσθαι, τὸν δὲ τρυφῶντα ἀποκλείειν, καὶ ἀρρωστήσαντός γε φίλου φροντιστικῶς ἐπισκέψασθαι καὶ καλόν τι πράξαντος σφόδρα συνησθῆναι καὶ τῷ σφόδρα σοῦ φροντίζοντι ὅλῃ τῇ ψυχῇ κεχαρίσθαι· φιλεῖν γε μὴν εὖ οἶδʼ ὅτι ἐπίστασαι οὐ μόνον μαλακῶς, ἀλλὰ καὶ εὐνοϊκῶς· καὶ ὅτι ἀρεστοί σοί εἰσιν οἱ φίλοι, οἶδʼ ὅτι οὐ λόγῳ ἀλλʼ ἔργῳ ἀναπείθεις. μὰ τὸν Δίʼ, ἔφη ἡ Θεοδότη, ἐγὼ τούτων οὐδὲν μηχανῶμαι.
她说:“我又有什么罗网呢?”他说:“当然有一个,而且非常善于缠绕——那就是你的身体;在这身体之内还有心灵。凭着这颗心灵,你能懂得如何以顾盼示好,说什么话能令人愉悦,并且知道必须欣然迎候关切你的人,把傲慢放荡的人拒之门外,在朋友生病时关切探视,在朋友成就美事时由衷同喜,对深切关怀你的人以全心相许。而且我深知,你不仅懂得温存相待,还懂得怀着真正的善意去爱;并且朋友们得你欢心,这我知道你不是凭空言而是凭行动令人确信的。”塞奥多特说:“凭宙斯起誓,我可没施展过这些谋略。”
καὶ μήν, ἔφη, πολὺ διαφέρει τὸ κατὰ φύσιν τε καὶ ὀρθῶς ἀνθρώπῳ προσφέρεσθαι. καὶ γὰρ δὴ βίᾳ μὲν οὔτʼ ἂν ἕλοις οὔτε κατάσχοις φίλον, εὐεργεσίᾳ δὲ καὶ ἡδονῇ τὸ θηρίον τοῦτο ἁλώσιμόν τε καὶ παραμόνιμόν ἐστιν.
苏格拉底说:“然而,顺应天性且得当地对待一个人,其差别是极其巨大的。因为单凭暴力,你既无法捕获也无法留住朋友;唯有凭借恩惠和愉悦,这种生灵才容易被捕获且能长久相伴。”
ἀληθῆ λέγεις, ἔφη. δεῖ τοίνυν, ἔφη, πρῶτον μὲν τοὺς φροντίζοντάς σου τοιαῦτα ἀξιοῦν, οἷα ποιοῦσιν αὐτοῖς μικρότατα μελήσει, ἔπειτα δὲ αὐτὴν ἀμείβεσθαι χαριζομένην τὸν αὐτὸν τρόπον· οὕτω γὰρ ἂν μάλιστα φίλοι γίγνοιντο καὶ πλεῖστον χρόνον φιλοῖεν καὶ μέγιστα εὐεργετοῖεν.
她说:“你说得很对。”他说:“因此,首先应当只向那些关切你的人要求他们举手之劳即可做到的事情,然后自己也以同样的方式给予恩惠来回报;因为这样他们就会成为最亲密的朋友,爱慕得最长久,并赐予最大的恩惠。”
χαρίζοιο δʼ ἂν μάλιστα, εἰ δεομένοις δωροῖο τὰ παρὰ σεαυτῆς· ὁρᾷς γὰρ ὅτι καὶ τῶν βρωμάτων τὰ ἥδιστα, ἐὰν μέν τις προσφέρῃ πρὶν ἐπιθυμεῖν, ἀηδῆ φαίνεται, κεκορεσμένοις δὲ καὶ βδελυγμίαν παρέχει, ἐὰν δέ τις προσφέρῃ λιμὸν ἐμποιήσας, κἂν φαυλότερα ᾖ, πάνυ ἡδέα φαίνεται.
他又说:“如果你只在别人有渴望时才给予你所能奉献的东西,那便最能取悦对方。因为你看到,即使是最美味的食物,如果在别人尚无食欲之前就奉上,也会显得索然无味,甚至令吃饱的人感到厌恶;但若在引发了饥饿之后才奉上,哪怕粗劣一些,也显得极为甘美。”
πῶς οὖν ἄν, ἔφη, ἐγὼ λιμὸν ἐμποιεῖν τῶν παρʼ ἐμοὶ δυναίμην; εἰ νὴ Δίʼ, ἔφη, πρῶτον μὲν τοῖς κεκορεσμένοις μήτε προσφέροις μήτε ὑπομιμνῄσκοις, ἕως ἂν τῆς πλησμονῆς παυσάμενοι πάλιν δέωνται, ἔπειτα τοὺς δεομένους ὑπομιμνῄσκοις ὡς κοσμιωτάτῃ τε ὁμιλίᾳ καὶ τῷ μὴ φαίνεσθαι βουλομένη χαρίζεσθαι καὶ διαφεύγουσα, ἕως ἂν ὡς μάλιστα δεηθῶσι· τηνικαῦτα γὰρ πολὺ διαφέρει τὰ αὐτὰ δῶρα ἢ πρὶν ἐπιθυμῆσαι διδόναι.
她说:“那我怎样才能引发对我这里的东西的饥饿呢?”苏格拉底说:“凭宙斯起誓,首先,对那些已经饱足的人,既不奉上也不提醒,直到他们的饱胀消退而重新渴望为止;接着,对那些有所求的人,通过极规矩端庄的言谈举止,通过装作不情愿顺从并抽身躲避来提醒他们,直到他们渴望至极为止。因为到那时,同样的礼物与在产生渴望前就给予相比,效果是大不相同的。”
καὶ ἡ Θεοδότη, τί οὖν οὐ σύ μοι, ἔφη, ὦ Σώκρατες, ἐγένου συνθηρατὴς3 τῶν φίλων; ἐάν γε νὴ Δίʼ, ἔφη, πείθῃς με σύ. πῶς οὖν ἄν, ἔφη, πείσαιμί σε; ζητήσεις, ἔφη, τοῦτο αὐτὴ καὶ μηχανήσει, ἐάν τί μου δέῃ.
塞奥多特便说:“苏格拉底,那你为什么不成为我捕猎朋友的搭档呢?”他说:“凭宙斯起誓,只要你说服我。”她说:“那怎样才能说服你呢?”他说:“如果你用得着我,你就自己去探寻并设法谋划。”
εἴσιθι τοίνυν, ἔφη, θαμινά. καὶ ὁ Σωκράτης ἐπισκώπτων τὴν αὑτοῦ ἀπραγμοσύνην,4 ἀλλʼ, ὦ Θεοδότη, ἔφη, οὐ πάνυ μοι ῥᾴδιόν ἐστι σχολάσαι· καὶ γὰρ ἴδια πράγματα πολλὰ καὶ δημόσια παρέχει μοι ἀσχολίαν· εἰσὶ δὲ καὶ φίλαι μοι, αἳ οὔτε ἡμέρας οὔτε νυκτὸς ἀφʼ αὑτῶν ἐάσουσί με ἀπιέναι, φίλτρα τε μανθάνουσαι παρʼ ἐμοῦ καὶ ἐπῳδάς.
她说:“那么请你经常来吧。”苏格拉底拿自己的清闲打趣道:“可是,塞奥多特啊,对我来说要找闲暇可绝不容易;因为许多私事和公事让我忙得脱不开身。而且我还有几位女性朋友,她们不论白天黑夜都不肯放我离开,一直在向我学习春药配方和求爱符咒呢。”
ἐπίστασαι γάρ, ἔφη, καὶ ταῦτα, ὦ Σώκρατες; ἀλλὰ διὰ τί οἴει, ἔφη, Ἀπολλόδωρόν τε τόνδε καὶ Ἀντισθένη οὐδέποτέ μου ἀπολείπεσθαι; διὰ τί δὲ καὶ Κέβητα καὶ Σιμίαν Θήβηθεν παραγίγνεσθαι; εὖ ἴσθι ὅτι ταῦτα οὐκ ἄνευ πολλῶν φίλτρων τε καὶ ἐπῳδῶν καὶ ἰύγγων ἐστί.
她说:“苏格拉底,难道你连这些也精通吗?”苏格拉底说:“不然你以为,身边的阿波罗多洛斯和安提斯泰尼为什么从不离开我?凯贝斯和西米亚斯又为什么不远千里从忒拜赶来?你尽可确信,这些都不是没有许多春药、符咒和拘魂鸟轮就能办到的。”
χρῆσον τοίνυν μοι, ἔφη, τὴν ἴυγγα, ἵνα ἐπὶ σοὶ πρῶτον ἕλκω αὐτήν. ἀλλὰ μὰ Δίʼ, ἔφη, οὐκ αὐτὸς ἕλκεσθαι πρὸς σὲ βούλομαι, ἀλλὰ σὲ πρὸς ἐμὲ πορεύεσθαι. ἀλλὰ πορεύσομαι, ἔφη· μόνον ὑποδέχου. ἀλλʼ ὑποδέξομαί σε, ἔφη, ἂν μή τις φιλωτέρα σου ἔνδον ᾖ.
她说:“那么把你的鸟轮借给我吧,好让我先用它来拘引你。”他说:“凭宙斯起誓,不行,我可不想自己被拘引到你那里,而是要你亲自走到我这里来。”她说:“好,那我一定会去;只要你肯接纳我。”他说:“只要屋里没有比你更亲近的女人,我就接纳你。”
- 3.11.10ἐν δὲ τούτῳ ψυχήν
宾格 ψυχήν 与前面的 ἓν μὲν ... τὸ σῶμα 并列,作上下文所承前省略的谓语动词 ἔχεις(承接塞奥多特的问句 ποῖα... δίκτυα ἔχω;)的直接宾语,构成“一方面有身体……另一方面在其中有心灵”的对应结构。
- 3.11.10ὡς ἂν ἐμβλέπουσα χαρίζοιο καὶ ὅ τι ἂν λέγουσα εὐφραίνοις
这是由关系代词 ᾗ 引导的从句内动词 καταμανθάνεις 所支配的间接疑问从句。ἄν 搭配祈愿法(χαρίζοιο, εὐφραίνοις)在间接引语中保留了潜在含义(“如何顾盼能够讨人欢心,说什么话能够令人愉悦”)。
- 3.11.15τί οὖν οὐ σύ μοι, ἔφη, ὦ Σώκρατες, ἐγένου συνθηρατής
τί οὖν οὐ 加上不定过去式直陈语气(ἐγένου),表面字意为“你为何此前不成为……”,实际是希腊语日常对话中表达迫切建议或促请的固定句式,意为“你何不成为……”、“请你做……吧”。
- 3.11.16ἐπισκώπτων τὴν αὑτοῦ ἀπραγμοσύνην
苏格拉底在此自嘲并取笑自己一贯的“清闲脱俗/无所事事”(ἀπραγμοσύνη)。这与他紧接着宣称自己“公事私事繁忙”形成了戏剧性的反讽(irony)。
