← 色诺芬

回忆苏格拉底

§3.11.1-3.11.8

造访塞奥多特与捕获朋友之术

苏格拉底与同伴前去拜访绝色美女塞奥多特,辩论展示美貌与观赏美貌究竟何者更应感激对方。在得知塞奥多特无产而仅靠“朋友”维生后,苏格拉底以蜘蛛织网与猎兔为喻,向她阐述捕获朋友必须讲求策略与技艺。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.11.1

γυναικὸς δέ ποτε οὔσης ἐν τῇ πόλει καλῆς, ᾗ ὄνομα ἦν Θεοδότη, καὶ οἵας συνεῖναι τῷ πείθοντι, μνησθέντος αὐτῆς τῶν παρόντων τινὸς καὶ εἰπόντος ὅτι κρεῖττον εἴη λόγου τὸ κάλλος τῆς γυναικός, καὶ ζωγράφους φήσαντος εἰσιέναι πρὸς αὐτὴν ἀπεικασομένους, οἷς ἐκείνην ἐπιδεικνύειν ἑαυτῆς ὅσα καλῶς ἔχοι, ἰτέον ἂν εἴη θεασομένους, ἔφη ὁ Σωκράτης· οὐ γὰρ δὴ ἀκούσασί γε τὸ λόγου κρεῖττον ἔστι καταμαθεῖν. καὶ ὁ διηγησάμενος, οὐκ ἂν φθάνοιτʼ, ἔφη, ἀκολουθοῦντες.1

城里曾有一位美丽的女子,名叫塞奥多特,属于只要有人说服(出资)便肯与之同居的那类女子。在座的人中有人提到了她,说这位女子的美貌非言语所能形容,并提到有画家前往她那里为她画像,而她则向画家展示自己身体一切美好动人的部位。苏格拉底便说:“我们应当去看一看;因为光凭听说,绝不可能领会非言语所能形容的美。”那位讲述的人说道:“那你们最好赶快跟着来。”

§3.11.2

οὕτω μὲν δὴ πορευθέντες πρὸς τὴν Θεοδότην καὶ καταλαβόντες ζωγράφῳ τινὶ παρεστηκυῖαν ἐθεάσαντο. παυσαμένου δὲ τοῦ ζωγράφου, ὦ ἄνδρες, ἔφη ὁ Σωκράτης, πότερον ἡμᾶς δεῖ μᾶλλον Θεοδότῃ χάριν ἔχειν, ὅτι ἡμῖν τὸ κάλλος ἑαυτῆς ἐπέδειξεν, ἢ ταύτην ἡμῖν, ὅτι ἐθεασάμεθα; ἆρʼ εἰ μὲν ταύτῃ ὠφελιμωτέρα ἐστὶν ἡ ἐπίδειξις, ταύτην ἡμῖν χάριν ἑκτέον,2 εἰ δὲ ἡμῖν ἡ θέα, ἡμᾶς ταύτῃ;

于是他们前往塞奥多特那里,见她正站在一位画家身旁作模特,便观赏了一番。当画家停笔时,苏格拉底说:“诸位,究竟是我们应当感激塞奥多特向我们展示了她的美貌,还是她应当感激我们前来观赏呢?如果这番展示对她更有益,是她应当感激我们;而如果这番观赏对我们更有益,是我们应当感激她吗?”

§3.11.3

εἰπόντος δέ τινος ὅτι δίκαια λέγοι, οὐκοῦν, ἔφη, αὕτη μὲν ἤδη τε παρʼ ἡμῶν ἔπαινον κερδαίνει καί, ἐπειδὰν εἰς πλείους διαγγείλωμεν, πλείω ὠφελήσεται· ἡμεῖς δὲ ἤδη τε ὧν ἐθεασάμεθα ἐπιθυμοῦμεν ἅψασθαι καὶ ἄπιμεν ὑποκνιζόμενοι καὶ ἀπελθόντες ποθήσομεν. ἐκ δὲ τούτων εἰκὸς ἡμᾶς μὲν θεραπεύειν, ταύτην δὲ θεραπεύεσθαι. καὶ ἡ Θεοδότη, νὴ Δίʼ, ἔφη, εἰ τοίνυν ταῦθʼ οὕτως ἔχει, ἐμὲ ἂν δέοι ὑμῖν τῆς θέας χάριν ἔχειν.

有人回答说苏格拉底说得很公允,他便接着说:“那么,她现在已经从我们这里获得了赞誉,当我们向更多人传扬时,她将获益更多;而我们现在就渴望抚摸所见到的美貌,离去时心中备受撩拨,离开之后更会朝思暮想。由此看来,理应是我们侍奉她,而她受我们侍奉。”塞奥多特便说:“凭宙斯起誓,如果情况确实如此,倒是我应当为你们的观赏而向你们致谢了。”

§3.11.4

ἐκ δὲ τούτου ὁ Σωκράτης ὁρῶν αὐτήν τε πολυτελῶς κεκοσμημένην καὶ μητέρα παροῦσαν αὐτῇ ἐν ἐσθῆτί τε καὶ θεραπείᾳ οὐ τῇ τυχούσῃ, καὶ θεραπαίνας πολλὰς καὶ εὐειδεῖς καὶ οὐδὲ ταύτας ἠμελημένως ἐχούσας, καὶ τοῖς ἄλλοις τὴν οἰκίαν ἀφθόνως κατεσκευασμένην, εἰπέ μοι, ἔφη, ὦ Θεοδότη, ἔστι σοι ἀγρός; οὐκ ἔμοιγʼ, ἔφη. ἀλλʼ ἄρα οἰκία προσόδους ἔχουσα; οὐδὲ οἰκία, ἔφη. ἀλλὰ μὴ χειροτέχναι τινές;3 οὐδὲ χειροτέχναι, ἔφη. πόθεν οὖν, ἔφη, τὰ ἐπιτήδεια ἔχεις; ἐάν τις, ἔφη, φίλος μοι γενόμενος εὖ ποιεῖν ἐθέλῃ, οὗτός μοι βίος ἐστί.

随后,苏格拉底见她盛装打扮,身旁的母亲穿戴与排场也非同寻常,还有许多容貌姣好、服饰毫不马虎的女仆,宅第其余布置亦十分丰足,便说道:“告诉我,塞奥多特,你拥有田产吗?”她说:“我可没有。”“那么,是有能收取租金的房产吗?”她说:“连房子也没有。”“难道蓄养了某些手艺人〔奴隶〕?”她说:“也没有手艺人。”“那么,”苏格拉底说,“你从何处获得生活所需呢?”她说:“如果有人成为我的朋友,愿意善待我,这就是我的生计。”

§3.11.5

νὴ τὴν Ἥραν, ἔφη, ὦ Θεοδότη, καλόν γε τὸ κτῆμα καὶ πολλῷ κρεῖττον ἢ οἰῶν τε καὶ αἰγῶν καὶ βοῶν φίλων ἀγέλην κεκτῆσθαι. ἀτάρ, ἔφη, πότερον τῇ τύχῃ ἐπιτρέπεις, ἐάν τίς σοι φίλος ὥσπερ μυῖα πρόσπτηται, ἢ καὶ αὐτή τι μηχανᾷ;

苏格拉底说:“凭赫拉起誓,塞奥多特,这真是一笔极佳的财富,拥有一群朋友,远比拥有绵羊、山羊和牛群要好得多!不过,”他说,“你是听凭运气,任由某个朋友像苍蝇一样飞到你身边呢,还是你自己也施展某些谋略?”

§3.11.6

πῶς δʼ ἄν, ἔφη, ἐγὼ τούτου μηχανὴν εὕροιμι; πολὺ νὴ Δίʼ, ἔφη, προσηκόντως μᾶλλον ἢ αἱ φάλαγγες· οἶσθα γὰρ ὡς ἐκεῖναι θηρῶσι τὰ πρὸς τὸν βίον· ἀράχνια γὰρ δήπου λεπτὰ ὑφηνάμεναι, ὅ τι ἂν ἐνταῦθα ἐμπέσῃ, τούτῳ τροφῇ χρῶνται.

她说:“我怎能为此找到什么谋略呢?”“凭宙斯起誓,”苏格拉底说,“你本应比蜘蛛做得恰当得多;因为你知道蜘蛛是如何捕食以维持生计的:它们织就轻细的网,凡是落入其中的,便作为食物。”

§3.11.7

καὶ ἐμοὶ οὖν, ἔφη, συμβουλεύεις ὑφήνασθαί τι θήρατρον; οὐ γὰρ δὴ οὕτω γε ἀτέχνως οἴεσθαι χρὴ τὸ πλείστου ἄξιον ἄγρευμα, φίλους, θηράσειν. οὐχ ὁρᾷς ὅτι καὶ τὸ μικροῦ ἄξιον, τοὺς λαγῶς, θηρῶντες πολλὰ τεχνάζουσιν;

她说:“这么说,你也建议我编织某种猎具吗?”“因为绝不能以为可以如此毫无技巧地捕获最宝贵的猎物——朋友。难道你没看见,人们即便捕猎微不足道的野兔,也要施展诸多技巧吗?

§3.11.8

ὅτι μὲν γὰρ τῆς νυκτὸς νέμονται,4 κύνας νυκτερευτικὰς πορισάμενοι, ταύταις αὐτοὺς θηρῶσιν· ὅτι δὲ μεθʼ ἡμέραν ἀποδιδράσκουσιν, ἄλλας κτῶνται κύνας, αἵτινες, ᾗ ἂν ἐκ τῆς νομῆς εἰς τὴν εὐνὴν ἀπέλθωσι, τῇ ὀσμῇ αἰσθανόμεναι εὑρίσκουσιν αὐτούς· ὅτι δὲ ποδώκεις εἰσὶν ὥστε καὶ ἐκ τοῦ φανεροῦ τρέχοντες ἀποφεύγειν, ἄλλας αὖ κύνας ταχείας παρασκευάζονται, ἵνα κατὰ πόδας ἁλίσκωνται· ὅτι δὲ καὶ ταύτας αὐτῶν τινες ἀποφεύγουσι, δίκτυα ἱστᾶσιν εἰς τὰς ἀτραπούς, ᾗ φεύγουσιν, ἵνʼ εἰς ταῦτα ἐμπίπτοντες συμποδίζωνται.

因为野兔在夜间觅食,人们便备下夜猎犬来搜捕它们;因为它们在白天逃跑躲藏,人们便备置另一种猎犬,循着它们从觅食处回窝的路径,凭嗅觉搜寻它们;又因为它们奔跑迅速,甚至能在众目睽睽下飞奔逃脱,人们便另行准备敏捷的猎犬,以便在奔跑中将它们擒获;而因为其中有些野兔甚至能逃脱这些敏捷的猎犬,人们便在它们逃跑的小径上张设罗网,使它们撞入其中被缚住手脚。”

语法注4 条
  1. 3.11.1οὐκ ἂν φθάνοιτʼ, ἔφη, ἀκολουθοῦντες

    否定词 οὐκ 与可能希求法 ἂν φθάνοιτε 搭配分词 ἀκολουθοῦντες,是希腊语中的固定习语,字面意为“你们跟着来绝不会嫌太快”,实际表示敦促或催促:“请你们立刻跟来”。

  2. 3.11.2ταύτην ἡμῖν χάριν ἑκτέον

    由动词 ἔχω 衍生的动形容词 ἑκτέον 构成的无人称句式,相当于 δεῖ ἔχειν。动作的逻辑主语用宾格 ταύτην(以及后半句的 ἡμᾶς),宾语为宾格 χάριν,感恩的对象用与格 ἡμῖν(与 ταύτῃ)。

  3. 3.11.4ἀλλὰ μὴ χειροτέχναι τινές;

    疑问句中的 μή 表达试探性的推测或顾虑(“难道是……?”)。此处省略了联系动词或支配动词(如 εἰσί 或 κέκτησαι),构成椭圆句(省略句):“难道是有某些手艺人(奴隶供你驱使谋生)吗?”

  4. 3.11.8ὅτι μὲν γὰρ τῆς νυκτὸς νέμονται

    在第8节中,原因连词 ὅτι(“因为”)四度重复(ὅτι μέν..., ὅτι δέ..., ὅτι δέ..., ὅτι δέ...),构成严谨的并列排比结构,将野兔的四种习性与猎人采取的四种应对策略一一对应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:3.11.1-3.11.8