← 色诺芬

回忆苏格拉底

§3.10.8-3.10.15

雕像对灵魂的展现与胸甲的合身尺度

苏格拉底在与雕塑家克雷同的对话中指出雕像应通过身体的情态展现灵魂的活动;随后他拜访了胸甲匠皮斯提阿斯,阐明胸甲的匀称与价值并不在于外表的华美或死板的尺寸,而在于契合穿戴者的身体以分散重量并不碍活动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.10.8

πάνυ μὲν οὖν, ἔφη. τὸ δὲ καὶ τὰ πάθη τῶν ποιούντων τι σωμάτων ἀπομιμεῖσθαι οὐ ποιεῖ τινα τέρψιν τοῖς θεωμένοις; εἰκὸς γοῦν, ἔφη. οὐκοῦν καὶ τῶν μὲν μαχομένων ἀπειλητικὰ τὰ ὄμματα ἀπεικαστέον, τῶν δὲ νενικηκότων εὐφραινομένων ἡ ὄψις μιμητέα; σφόδρα γʼ, ἔφη. δεῖ ἄρα, ἔφη, τὸν ἀνδριαντοποιὸν τὰ τῆς ψυχῆς ἔργα τῷ εἴδει προσεικάζειν.

“确实如此,”他说。 “那么,对从事某种动作的肉体情态的摹仿,难道不也能给观看者带来某种愉悦吗?” “至少很可能是这样,”他说。 “那么,对于战斗中的人,难道不应当描摹他们带有威慑感的眼神;而对于欢欣胜利的人,难道不应当摹仿他们的容貌神采吗?” “非常应当,”他说。 “因此,”〔苏格拉底〕说,“雕塑家必须将灵魂的活动再现于外在形貌之中。”

§3.10.9

πρὸς δὲ Πιστίαν τὸν θωρακοποιὸν εἰσελθών, ἐπιδείξαντος αὐτοῦ τῷ Σωκράτει θώρακας εὖ εἰργασμένους, νὴ τὴν Ἥραν, ἔφη, καλόν γε, ὦ Πιστία, τὸ εὕρημα τὸ τὰ μὲν δεόμενα σκέπης τοῦ ἀνθρώπου σκεπάζειν τὸν θώρακα, ταῖς δὲ χερσὶ μὴ κωλύειν χρῆσθαι.1

又有一次,他前去拜访胸甲匠皮斯提阿斯,当〔皮斯提阿斯〕向苏格拉底展示做工优良的胸甲时,〔苏格拉底〕说道:“凭赫拉起誓,皮斯提阿斯啊,胸甲既能遮盖人体需要防护的部位,又不妨碍双手的活动,这真是一项极佳的发明啊。”

§3.10.10

ἀτάρ, ἔφη, λέξον μοι, ὦ Πιστία, διὰ τί οὔτʼ ἰσχυροτέρους οὔτε πολυτελεστέρους τῶν ἄλλων ποιῶν τοὺς θώρακας πλείονος πωλεῖς; ὅτι, ἔφη, ὦ Σώκρατες, εὐρυθμοτέρους ποιῶ. τὸν δὲ ῥυθμόν, ἔφη, πότερα μέτρῳ ἢ σταθμῷ ἀποδεικνύων πλείονος τιμᾷ; οὐ γὰρ δὴ ἴσους γε πάντας οὐδὲ ὁμοίους οἶμαί σε ποιεῖν, εἴ γε ἁρμόττοντας ποιεῖς. ἀλλὰ νὴ Δίʼ, ἔφη, ποιῶ· οὐδὲν γὰρ ὄφελός ἐστι θώρακος ἄνευ τούτου.

“不过,”〔苏格拉底〕说,“告诉我,皮斯提阿斯,你制作的胸甲既不比别人的更坚固,也不比别人的更昂贵,为什么你能卖出更高的价钱呢?” “苏格拉底啊,因为我做得更匀称,”他说。 “那么这种匀称,”〔苏格拉底〕说,“你是通过尺寸还是通过重量来证明,从而给它定更高的价钱呢?因为如果你确实做到了贴身合度,我想你绝不可能把所有胸甲都做得同样大小或同样形状。”

§3.10.11

οὐκοῦν, ἔφη, σώματά γε ἀνθρώπων τὰ μὲν εὔρυθμά ἐστι, τὰ δὲ ἄρρυθμα; πάνυ μὲν οὖν, ἔφη. πῶς οὖν, ἔφη, τῷ ἀρρύθμῳ σώματι ἁρμόττοντα τὸν θώρακα εὔρυθμον ποιεῖς; ὥσπερ καὶ ἁρμόττοντα, ἔφη· ὁ ἁρμόττων γάρ ἐστιν εὔρυθμος. δοκεῖς μοι, ἔφη ὁ Σωκράτης, τὸ εὔρυθμον οὐ καθʼ ἑαυτὸ λέγειν, ἀλλὰ πρὸς τὸν χρώμενον, ὥσπερ ἂν εἰ φαίης ἀσπίδα, ᾧ ἂν ἁρμόττῃ, τούτῳ εὔρυθμον εἶναι, καὶ χλαμύδα, καὶ τἆλλα ὡσαύτως ἔοικεν ἔχειν τῷ σῷ λόγῳ.

“凭宙斯起誓,确实如此,”他说,“因为如果不贴身合度,胸甲就毫无用处。” “那么,”〔苏格拉底〕说,“人的身材难道不是有的匀称,有的不匀称吗?” “确实如此,”他说。 “既然如此,”他说,“对于不匀称的身材,你又是如何做出既合身又匀称的胸甲呢?” “就如同我使它贴身一样去制作,”他说, “因为合身的就是匀称的。”

§3.10.13

ἴσως δὲ καὶ ἄλλο τι οὐ μικρὸν ἀγαθὸν τῷ ἁρμόττειν πρόσεστι. δίδαξον, ἔφη, ὦ Σώκρατες, εἴ τι ἔχεις. ἧττον, ἔφη, τῷ βάρει πιέζουσιν οἱ ἁρμόττοντες τῶν ἀναρμόστων τὸν αὐτὸν σταθμὸν ἔχοντες. οἱ μὲν γὰρ ἀνάρμοστοι ἢ ὅλοι ἐκ τῶν ὤμων κρεμάμενοι ἢ καὶ ἄλλο τι τοῦ σώματος σφόδρα πιέζοντες δύσφοροι καὶ χαλεποὶ γίγνονται· οἱ δὲ ἁρμόττοντες, διειλημμένοι τὸ βάρος2 τὸ μὲν ὑπὸ τῶν κλειδῶν καὶ ἐπωμίδων, τὸ δʼ ὑπὸ τῶν ὤμων, τὸ δὲ ὑπὸ τοῦ στήθους, τὸ δὲ ὑπὸ τοῦ νώτου, τὸ δὲ ὑπὸ τῆς γαστρός, ὀλίγου δεῖν3 οὐ φορήματι, ἀλλὰ προσθήματι ἐοίκασιν.

苏格拉底说:“在我看来,你所说的匀称并非就其自身而言,而是相对于使用者而言的,就好像你说一面盾牌对合适它的人来说就是匀称的,短斗篷也是如此;按照你的说法,其余诸物看来也是同样的道理。” “不过,贴身合度或许还附带另一种不小的益处。” “苏格拉底啊,如果你知道什么,请指教,”他说。 “重量相同的胸甲,”〔苏格拉底〕说,“贴身者因其重量造成的压迫感要小于不贴身者。

§3.10.14

εἴρηκας, ἔφη, αὐτὸ διʼ ὅπερ ἔγωγε τὰ ἐμὰ ἔργα πλείστου ἄξια νομίζω εἶναι. ἔνιοι μέντοι τοὺς ποικίλους καὶ τοὺς ἐπιχρύσους θώρακας μᾶλλον ὠνοῦνται. ἀλλὰ μήν, ἔφη, εἴ γε διὰ ταῦτα μὴ ἁρμόττοντας ὠνοῦνται, κακὸν ἔμοιγε δοκοῦσι ποικίλον τε καὶ ἐπίχρυσον ὠνεῖσθαι.

因为不贴身的胸甲要么完全悬挂在双肩上,要么紧紧压迫身体的某个其他部位,变得沉重而令人难受;而贴身合度的胸甲,其重量一部分由锁骨和肩胛部承担,一部分由双肩,一部分由胸部,一部分由背部,一部分由腹部分担,几乎不像是一种负担,而宛如身体自然长出的附着物。” “你说出了我之所以认为自己的作品最值钱的真正原因,”他说,“然而,有些人却更喜欢购买花纹繁复、镀金的胸甲。”

§3.10.15

ἀτάρ, ἔφη, τοῦ σώματος μὴ μένοντος, ἀλλὰ τοτὲ μὲν κυρτουμένου, τοτὲ δὲ ὀρθουμένου, πῶς ἂν ἀκριβεῖς θώρακες ἁρμόττοιεν; οὐδαμῶς, ἔφη. λέγεις, ἔφη, ἁρμόττειν οὐ τοὺς ἀκριβεῖς, ἀλλὰ τοὺς μὴ λυποῦντας ἐν τῇ χρείᾳ. αὐτός, ἔφη, τοῦτο λέγεις, ὦ Σώκρατες, καὶ πάνυ ὀρθῶς ἀποδέχῃ.

“但是,”〔苏格拉底〕说,“如果他们为了这些装饰而购买不合身的胸甲,在我看来,他们买下的不过是一件装饰华丽且镀金的祸害罢了。” “不过,”〔苏格拉底〕说,“身体并不是固定不动的,而是时而弯曲,时而挺直,那么死板精确的胸甲又怎能合身呢?” “绝不可能合身,”他说。 “那么按你的意思,”〔苏格拉底〕说,“所谓合身并不是指尺寸绝对僵化精确,而是指在使用时不会让人感到痛苦。” “你自己正道出了这一点,苏格拉底啊,”他说,“而且你理解得完全正确。”

语法注3 条
  1. 3.10.9τὸ τὰ μὲν δεόμενα σκέπης τοῦ ἀνθρώπου σκεπάζειν τὸν θώρακα, ταῖς δὲ χερσὶ μὴ κωλύειν χρῆσθαι

    带定冠词的不定式短语 τὸ ... σκεπάζειν ..., [τὸ δὲ] μὴ κωλύειν ... 作先行名词 τὸ εὕρημα(发明)的同位语。宾格名词 τὸν θώρακα 充当两个不定式 σκεπάζειν 与 κωλύειν 的逻辑主语。

  2. 3.10.13διειλημμένοι τὸ βάρος

    完成时被动分词 διειλημμένοι(源自 διαλαμβάνω)在性、数、格上与主语 οἱ δὲ ἁρμόττοντες(合身的胸甲)保持一致,τὸ βάρος(重量)作为被动语态中的保留宾格(或限定宾格)。该短语与后续介词短语 ὑπὸ τῶν κλειδῶν... 连用,表示“其重量被各个身体部位所分担/分散”。

  3. 3.10.13ὀλίγου δεῖν

    由表示程度的属格 ὀλίγου 与不定式 δεῖν 构成的插入式副词成语,意为“几乎”、“差不多”。此处修饰谓语 οὐ φορήματι, ἀλλὰ προσθήματι ἐοίκασιν,增强了合身胸甲不仅不是沉重负担、反而宛如身体原生附着物一般的比喻程度。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:3.10.8-3.10.15