← 色诺芬

回忆苏格拉底

§2.10.1-2.10.6

资助贫困的赫尔莫革涅斯与对狄奥多洛斯的劝告

苏格拉底劝说狄奥多洛斯:既然其对待逃跑或生病的家仆尚且不惜耗费钱财,便更应资助陷入困顿但极有能力的熟人赫尔莫革涅斯,并敦促他亲自登门拜访以结为良友。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.10.1

οἶδα δὲ καὶ Διοδώρῳ αὐτὸν ἑταίρῳ ὄντι τοιάδε διαλεχθέντα· εἰπέ μοι, ἔφη, ὦ Διόδωρε, ἄν τίς σοι τῶν οἰκετῶν ἀποδρᾷ, ἐπιμελῇ, ὅπως ἀνασώσῃ;

我也知道,他曾与同伴狄奥多洛斯进行过这样的交谈。他说:“告诉我,狄奥多洛斯,如果你的一个家仆逃跑了,你会设法找回他吗?”

§2.10.2

καὶ ἄλλους γε νὴ Δίʼ, ἔφη, παρακαλῶ, σῶστρα τούτου ἀνακηρύττων.1 τί γάρ; ἔφη, ἐάν τίς σοι κάμνῃ τῶν οἰκετῶν, τούτου ἐπιμελῇ καὶ παρακαλεῖς ἰατρούς, ὅπως μὴ ἀποθάνῃ; σφόδρα γʼ, ἔφη. εἰ δέ τίς σοι τῶν γνωρίμων, ἔφη, πολὺ τῶν οἰκετῶν χρησιμώτερος ὢν κινδυνεύει διʼ ἔνδειαν ἀπολέσθαι, οὐκ οἴει σοι ἄξιον εἶναι ἐπιμεληθῆναι ὅπως διασωθῇ;

狄奥多洛斯说:“凭宙斯起誓,我当然会,我还会悬赏召集其他人一同寻找。”苏格拉底说:“那么,如果你的一个家仆病倒了,你会照顾他并请来医生,免得他死掉吗?”他说:“极其尽心。”“那么,如果你的某位熟人,”苏格拉底说,“比家仆有用得多,却因穷困匮乏而濒临毁灭,难道你认为不值得去设法保全他吗?

§2.10.3

καὶ μὴν οἶσθά γε ὅτι οὐκ ἀγνώμων ἐστὶν Ἑρμογένης, αἰσχύνοιτο δʼ ἄν, εἰ ὠφελούμενος ὑπὸ σοῦ μὴ ἀντωφελοίη σε· καίτοι τὸ ὑπηρέτην ἑκόντα τε καὶ εὔνουν καὶ παραμόνιμον καὶ τὸ κελευόμενον ἱκανὸν ποιεῖν ἔχειν,2 καὶ μὴ μόνον τὸ κελευόμενον ἱκανὸν ὄντα ποιεῖν, ἀλλὰ δυνάμενον καὶ ἀφʼ ἑαυτοῦ χρήσιμον εἶναι καὶ προνοεῖν καὶ προβουλεύεσθαι πολλῶν οἰκετῶν οἶμαι ἀντάξιον εἶναι.

况且你深知,赫尔莫革涅斯并不是个不明事理的人,如果受了你的恩惠而不加回报,他定会感到羞愧。再者,拥有一位既心甘情愿、心怀善意、始终忠诚、能胜任受命之事,并且不仅能胜任受命之事,还能主动发挥作用、深谋远虑的助手,我认为足以抵得上许多家仆。

§2.10.4

οἱ μέντοι ἀγαθοὶ οἰκονόμοι, ὅταν τὸ πολλοῦ ἄξιον μικροῦ ἐξῇ πρίασθαι, τότε φασὶ δεῖν ὠνεῖσθαι· νῦν δὲ διὰ τὰ πράγματα εὐωνοτάτους ἔστι φίλους ἀγαθοὺς κτήσασθαι.

确实,优秀的理财家们常说,当能够用极少的代价买到价值极高的东西时,那就是应当买进之时;而如今由于时局艰难,正可以用极低微的代价获得极优秀的友人。”

§2.10.5

καὶ ὁ Διόδωρος, ἀλλὰ καλῶς γε, ἔφη, λέγεις, ὦ Σώκρατες, καὶ κέλευσον ἐλθεῖν ὡς ἐμὲ τὸν Ἑρμογένην. μὰ Δίʼ, ἔφη, οὐκ ἔγωγε· νομίζω γὰρ οὔτε σοὶ κάλλιον εἶναι τὸ καλέσαι ἐκεῖνον τοῦ αὐτὸν ἐλθεῖν πρὸς ἐκεῖνον3 οὔτʼ ἐκείνῳ μεῖζον ἀγαθὸν τὸ πραχθῆναι ταῦτα ἢ σοί.

狄奥多洛斯说:“苏格拉底,你说得太好了,请你叫赫尔莫革涅斯到我这里来吧。”苏格拉底说:“凭宙斯起誓,我可不去;因为我认为,差人去召他来,绝不比你亲自前去拜访他更为体面;促成此事对他而言的益处,也绝不比对你更大。”

§2.10.6

οὕτω δὴ ὁ Διόδωρος ᾤχετο πρὸς τὸν Ἑρμογένην· καὶ οὐ πολὺ τελέσας ἐκτήσατο φίλον, ὃς ἔργον εἶχε σκοπεῖν ὅ τι ἂν ἢ λέγων ἢ πράττων ὠφελοίη τε καὶ εὐφραίνοι Διόδωρον.

于是,狄奥多洛斯便亲自前往赫尔莫革涅斯处;他没费多少代价就得到了一位朋友,而这位朋友则将设法在言谈举止间为狄奥多洛斯谋利并带来欢愉视为己任。

语法注3 条
  1. 2.10.2σῶστρα τούτου ἀνακηρύττων

    τούτου 为客观属格或关联属格,修饰中性复数名词 σῶστρα(找回/营救的赏金),意为“为找回他(或针对他)而宣告悬赏”。

  2. 2.10.3τὸ ὑπηρέτην ἑκόντα τε καὶ εὔνουν καὶ παραμόνιμον καὶ τὸ κελευόμενον ἱκανὸν ποιεῖν ἔχειν

    冠词不定词短语 τὸ ... ἔχειν 充当述谓短语 ἀντάξιον εἶναι 的主语。不定词 ἔχειν 的直接宾语为 ὑπηρέτην,其后的 ἑκόντα、εὔνουν、παραμόνιμον 以及下文的 ἱκανὸν ὄντα、δυνάμενον 均为与 ὑπηρέτην 保持宾格一致的修饰词或宾语补足成分。

  3. 2.10.5τὸ καλέσαι ἐκεῖνον τοῦ αὐτὸν ἐλθεῖν πρὸς ἐκεῖνον

    承接比较级形容词 κάλλιον 的比较属格结构。主语为冠词不定词 τὸ καλέσαι ἐκεῖνον(召他前来),被比较的基准是带有属格冠词的不定词短语 τοῦ αὐτὸν ἐλθεῖν πρὸς ἐκεῖνον(亲自前往他处),其中 αὐτόν 作不定词 ἐλθεῖν 的意义上的主语(宾格主语)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:2.10.1-2.10.6