- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:2.9.1-2.9.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
面对常受诬告敲诈者骚扰的克里同,苏格拉底建议他像蓄养牧羊犬一样招揽得力帮手,并引荐了贫困却精明强干的阿尔克德莫斯。阿尔克德莫斯利用法律手段重击诬告者,有力保护了克里同及其友人并赢得了他们的敬重。
οἶδα δέ ποτε αὐτὸν καὶ Κρίτωνος ἀκούσαντα, ὡς χαλεπὸν ὁ βίος Ἀθήνησιν εἴη ἀνδρὶ βουλομένῳ τὰ ἑαυτοῦ πράττειν. νῦν γάρ, ἔφη, ἐμέ τινες εἰς δίκας ἄγουσιν, οὐχ ὅτι ἀδικοῦνται ὑπʼ ἐμοῦ, ἀλλʼ ὅτι νομίζουσιν ἥδιον ἄν με ἀργύριον τελέσαι ἢ πράγματα ἔχειν.
我也知道,他有一次听克里同谈起,对于一个只想安分守己的人来说,在雅典的生活是多么艰难。克里同说:“因为现在有些人正把我拉去打官司,并非因为他们受了我的委屈,而是因为他们认为,我宁可掏钱了事,也不愿惹来一身麻烦。”
καὶ ὁ Σωκράτης, εἰπέ μοι, ἔφη, ὦ Κρίτων, κύνας δὲ τρέφεις, ἵνα σοι τοὺς λύκους ἀπὸ τῶν προβάτων ἀπερύκωσι; καὶ μάλα, ἔφη· μᾶλλον γάρ μοι λυσιτελεῖ τρέφειν ἢ μή. οὐκ ἂν οὖν θρέψαις καὶ ἄνδρα, ὅστις ἐθέλοι τε καὶ δύναιτο σοῦ ἀπερύκειν τοὺς ἐπιχειροῦντας ἀδικεῖν σε;
苏格拉底说:“告诉我,克里同,你养狗是为了替你防备狼群侵袭羊群吗?”他说:“当然,因为养狗比不养对我更有利。”苏格拉底说:“那么,你难道不愿也供养一个人,只要他既愿意又能够替你防备那些企图侵害你的人?”
ἡδέως γʼ ἄν, ἔφη, εἰ μὴ φοβοίμην ὅπως μὴ ἐπʼ αὐτόν με τράποιτο.1 τί δʼ; ἔφη, οὐχ ὁρᾷς ὅτι πολλῷ ἥδιόν ἐστι χαριζόμενον οἵῳ σοὶ ἀνδρὶ ἢ ἀπεχθόμενον ὠφελεῖσθαι; εὖ ἴσθι ὅτι εἰσὶν ἐνθάδε τῶν τοιούτων ἀνδρῶν,2 οἳ πάνυ ἂν φιλοτιμηθεῖεν φίλῳ σοι χρῆσθαι.
他说:“如果不是担心他可能会反过来咬我自己的话,我倒是很乐意的。”苏格拉底说:“怎么会呢?难道你看不出,通过讨好你这样的人而获益,要比同你结怨而获益愉快得多吗?你要确信,这里就有这样的人,他们会非常荣幸能与你为友。”
καὶ ἐκ τούτων ἀνευρίσκουσιν Ἀρχέδημον, πάνυ μὲν ἱκανὸν εἰπεῖν τε καὶ πρᾶξαι, πένητα δέ· οὐ γὰρ ἦν οἷος ἀπὸ παντὸς κερδαίνειν, ἀλλὰ φιλόχρηστός τε καὶ ἔφη ῥᾷστον εἶναι ἀπὸ τῶν συκοφαντῶν λαμβάνειν. τούτῳ οὖν ὁ Κρίτων, ὁπότε συγκομίζοι ἢ σῖτον ἢ ἔλαιον ἢ οἶνον ἢ ἔρια ἤ τι ἄλλο τῶν ἐν ἀγρῷ γιγνομένων χρησίμων πρὸς τὸν βίον, ἀφελὼν ἂν ἔδωκε·3 καὶ ὁπότε θύοι, ἐκάλει, καὶ τὰ τοιαῦτα πάντα ἐπεμελεῖτο.
于是,他们物色到了阿尔克德莫斯。此人极善言谈且精明强干,却很贫穷;因为他不是那种从任何途径都捞取利益的人,而是为人正直,并且他说从诬告敲诈者那里捞取钱财是最容易不过的。因此,克里同每逢收进粮食、橄榄油、葡萄酒、羊毛或田间产出的任何其他生活实用之物时,总会分出一份送给他;每逢举行祭祀,就邀请他来,对这一切事情都十分照顾。
νομίσας δὲ ὁ Ἀρχέδημος ἀποστροφήν οἱ τὸν Κρίτωνος οἶκον4 μάλα περιεῖπεν αὐτόν. καὶ εὐθὺς τῶν συκοφαντούντων τὸν Κρίτωνα ἀνευρίσκει πολλὰ μὲν ἀδικήματα, πολλοὺς δʼ ἐχθρούς· καὶ προσεκαλέσατο εἰς δίκην δημοσίαν, ἐν ᾗ αὐτὸν ἔδει κριθῆναι ὅ τι δεῖ παθεῖν ἢ ἀποτεῖσαι.5
阿尔克德莫斯将克里同的家视为自己的庇护所,非常悉心地照应他。不久,在那些诬告克里同的人当中,他就查出了其中一人的许多罪状和许多仇家;于是对他提起公诉,在那场审判中,被告必须接受裁定该受何种刑罚或赔偿何种罚金。
ὁ δὲ συνειδὼς αὑτῷ πολλὰ καὶ πονηρὰ πάντʼ ἐποίει ὥστε ἀπαλλαγῆναι τοῦ Ἀρχεδήμου. ὁ δὲ Ἀρχέδημος οὐκ ἀπηλλάττετο, ἕως τόν τε Κρίτωνα ἀφῆκε καὶ αὐτῷ χρήματα ἔδωκεν.
那人自知作恶多端,千方百计想摆脱阿尔克德莫斯。但阿尔克德莫斯决不罢休,直到对方既放过了克里同,又把钱交给了他自己。
ἐπεὶ δὲ τοῦτό τε καὶ ἄλλα τοιαῦτα ὁ Ἀρχέδημος διεπράξατο, ἤδη τότε, ὥσπερ ὅταν νομεὺς ἀγαθὸν κύνα ἔχῃ καὶ οἱ ἄλλοι νομεῖς βούλονται πλησίον αὐτοῦ τὰς ἀγέλας ἱστάναι, ἵνα τοῦ κυνὸς ἀπολαύωσιν, οὕτω δὴ καὶ Κρίτωνος πολλοὶ τῶν φίλων ἐδέοντο καὶ σφίσι παρέχειν φύλακα τὸν Ἀρχέδημον.
当阿尔克德莫斯办成了这件事以及其他类似的事情后,事情就变成了这样:就像一位牧羊人拥有一只优秀的牧羊犬,其他牧羊人就想把羊群赶到他身边,以便分享那只狗的好处一样,克里同的许多朋友也纷纷恳求他把阿尔克德莫斯借给他们作为守护者。
ὁ δὲ Ἀρχέδημος τῷ Κρίτωνι ἡδέως ἐχαρίζετο, καὶ οὐχ ὅτι μόνος ὁ Κρίτων ἐν ἡσυχίᾳ ἦν, ἀλλὰ καὶ οἱ φίλοι αὐτοῦ. εἰ δέ τις αὐτῷ τούτων οἷς ἀπήχθετο ὀνειδίζοι ὡς ὑπὸ Κρίτωνος ὠφελούμενος κολακεύοι αὐτόν, πότερον οὖν, ἔφη ὁ Ἀρχέδημος, αἰσχρόν ἐστιν εὐεργετούμενον ὑπὸ χρηστῶν ἀνθρώπων καὶ ἀντευεργετοῦντα τοὺς μὲν τοιούτους φίλους ποιεῖσθαι, τοῖς δὲ πονηροῖς διαφέρεσθαι, ἢ τοὺς μὲν καλοὺς κἀγαθοὺς ἀδικεῖν πειρώμενον ἐχθροὺς ποιεῖσθαι, τοῖς δὲ πονηροῖς συνεργοῦντα πειρᾶσθαι φίλους ποιεῖσθαι καὶ χρῆσθαι τούτοις ἀντʼ ἐκείνων; ἐκ δὲ τούτου εἷς τε τῶν Κρίτωνος φίλων Ἀρχέδημος ἦν καὶ ὑπὸ τῶν ἄλλων Κρίτωνος φίλων ἐτιμᾶτο.
阿尔克德莫斯乐意为克里同效劳,不仅克里同一人得以安宁,他的朋友们也都得以相安无事。如果那些被他得罪的人中有人责备他,说他是因为受了克里同的恩惠才去奉承克里同,阿尔克德莫斯就会说:“那么,到底是哪一种更可耻呢?是受到善良之人的恩惠,并以恩德回报,从而同这样的人结为好友、同恶人交锋;还是企图加害正人君子而同他们反目成仇,并同恶人勾结、试图拉拢他们为友,舍前者而与后者结交?”从此以后,阿尔克德莫斯成了克里同的好友之一,并受到克里同其他朋友的敬重。
- 2.9.3ὅπως μὴ ἐπʼ αὐτόν με τράποιτο
从属于表示恐惧的动词 φοβοίμην 的宾语从句。此处未用常规的单用 μή 引导的虚拟式或希求式,而是使用了 ὅπως μή 搭配希求式(与主句的潜在/潜想希求式相协调),表达担心所雇之人反过来对付雇主自己。
- 2.9.3εἰσὶν ἐνθάδε τῶν τοιούτων ἀνδρῶν
属格短语 τῶν τοιούτων ἀνδρῶν 在此处充当部分属格,作存在动词 εἰσίν 的主语,意为“这里就有几个这样的人”。
- 2.9.4ἀφελὼν ἂν ἔδωκε
虚词 ἄν 与过去直陈式不定过去时 ἔδωκε 结合,表示过去的反复或习惯性动作(“每每分出一份赠予”),与前面的时间从句希求式 ὁπότε συγκομίζοι(“每逢收获时”)相呼应。
- 2.9.5ἀποστροφήν οἱ τὸν Κρίτωνος οἶκον
分词 νομίσας 支配的双宾格结构:τὸν Κρίτωνος οἶκον 为直接宾语,ἀποστροφήν 为补足谓语宾格。代词 οἱ 为间接反身或利害与格,意为“对他自己而言的庇护所”。
- 2.9.5ὅ τι δεῖ παθεῖν ἢ ἀποτεῖσαι
雅典法庭估定刑期或罚金诉讼(ἀγὼν τιμητός)中的标准法律用语,指由陪审团裁定被告应受何种身体刑罚(παθεῖν)或支付何种金钱罚款(ἀποτεῖσαι)。
