← 色诺芬

回忆苏格拉底

§2.8.1-2.8.6

劝告欧特罗斯受雇管业以备晚年

苏格拉底建议失去财产、靠体力劳动受雇谋生的欧特罗斯去为富人照管产业以备晚年。面对欧特罗斯对受人支配和遭受责备的顾虑,苏格拉底指出任何工作都不可能完全免于批评,并劝告他寻找通情达理的主人,诚心胜任力所能及的工作。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.8.1

ἄλλον δέ ποτε ἀρχαῖον ἑταῖρον διὰ χρόνου ἰδών, πόθεν, ἔφη, Εὔθηρε, φαίνῃ; ὑπὸ μὲν τὴν κατάλυσιν τοῦ πολέμου, ἔφη, ὦ Σώκρατες, ἐκ τῆς ἀποδημίας, νυνὶ μέντοι αὐτόθεν. ἐπειδὴ γὰρ ἀφῃρέθημεν τὰ ἐν τῇ ὑπερορίᾳ κτήματα, ἐν δὲ τῇ Ἀττικῇ ὁ πατήρ μοι οὐδὲν κατέλιπεν, ἀναγκάζομαι νῦν ἐπιδημήσας τῷ σώματι ἐργαζόμενος τὰ ἐπιτήδεια πορίζεσθαι. δοκεῖ δέ μοι τοῦτο κρεῖττον εἶναι ἢ δεῖσθαί τινος ἀνθρώπων, ἄλλως τε καὶ μηδὲν ἔχοντα ἐφʼ ὅτῳ ἂν δανειζοίμην.1

有一次,苏格拉底隔了很久见到一位老友,便说:“欧特罗斯,你是从哪里露面的?”他说:“苏格拉底,战争结束时我是从国外回来的,不过现在是从本地来的。因为我们在境外的财产被剥夺了,而在阿提卡,我父亲什么也没有留给我,所以我现在回到本地,被迫用自己的体力劳作来谋取生活所需。在我看来,这样做总比向任何人乞求要好,尤其是因为我没有任何可以用来抵押借贷的东西。”

§2.8.2

καὶ πόσον χρόνον οἴει σοι, ἔφη, τὸ σῶμα ἱκανὸν εἶναι μισθοῦ τὰ ἐπιτήδεια ἐργάζεσθαι; μὰ τὸν Δίʼ, ἔφη, οὐ πολὺν χρόνον. καὶ μήν, ἔφη, ὅταν γε πρεσβύτερος γένῃ, δῆλον ὅτι δαπάνης μὲν δεήσῃ, μισθὸν δὲ οὐδείς σοι θελήσει τῶν τοῦ σώματος ἔργων διδόναι.

苏格拉底说:“那你认为,你的身体还能维持多久靠受雇劳作来获取生活所需呢?”他说:“凭宙斯起誓,维持不了多久。”苏格拉底说:“然而,当你年纪更大一些时,显然你同样需要开销,却不会有人愿意为你的体力劳作支付报酬了。”

§2.8.3

ἀληθῆ λέγεις, ἔφη. οὐκοῦν, ἔφη, κρεῖττόν ἐστιν αὐτόθεν τοῖς τοιούτοις τῶν ἔργων ἐπιτίθεσθαι, ἃ καὶ πρεσβυτέρῳ γενομένῳ ἐπαρκέσει, καὶ προσελθόντα τῳ τῶν πλείω χρήματα κεκτημένων, τῷ δεομένῳ τοῦ συνεπιμελησομένου, ἔργων τε ἐπιστατοῦντα καὶ συγκομίζοντα τοὺς καρποὺς καὶ συμφυλάττοντα τὴν οὐσίαν, ὠφελοῦντα ἀντωφελεῖσθαι.2

他说:“你说得对。”苏格拉底说:“那么,从现在起就着手从事那些在你年老时也能维持生计的工作,前去投奔某位拥有较多财富且需要有人共同照管产业的人,通过监督工作、收获庄稼、共同守护家产,以有益于人来换取自身获益,难道不是更好吗?”

§2.8.4

χαλεπῶς ἄν, ἔφη, ἐγώ, ὦ Σώκρατες, δουλείαν ὑπομείναιμι. καὶ μὴν οἵ γε ἐν ταῖς πόλεσι προστατεύοντες καὶ τῶν δημοσίων ἐπιμελούμενοι οὐ δουλοπρεπέστεροι ἕνεκα τούτου, ἀλλʼ ἐλευθεριώτεροι νομίζονται.

他说:“苏格拉底,我很难忍受奴役。”苏格拉底说:“可是,在城邦里身居领导地位、照管公众事务的人,绝不会因此被认为更像奴隶,反而被认为更具有自由人的风范。”

§2.8.5

ὅλως, ἔφη, ὦ Σώκρατες, τὸ ὑπαίτιον εἶναί τινι οὐ πάνυ προσίεμαι. καὶ μήν, ἔφη, Εὔθηρε, οὐ πάνυ γε ῥᾴδιόν ἐστιν εὑρεῖν ἔργον ἐφʼ ᾧ οὐκ ἄν τις αἰτίαν ἔχοι. χαλεπὸν γὰρ οὕτω τι ποιῆσαι ὥστε μηδὲν ἁμαρτεῖν, χαλεπὸν δὲ καὶ ἀναμαρτήτως τι ποιήσαντα μὴ ἀγνώμονι κριτῇ περιτυχεῖν· ἐπεὶ καὶ οἷς νῦν ἐργάζεσθαι φῂς θαυμάζω εἰ ῥᾴδιόν ἐστιν3 ἀνέγκλητον διαγίγνεσθαι.

他说:“苏格拉底,总而言之,受人责难的境地是我完全无法接受的。”苏格拉底说:“然而,欧特罗斯,要想找到一件不会遭人非议的工作绝非易事。因为做任何事要想做到毫无差错都是困难的,即使做得毫无过错,要不遇上不通情理的裁判者也是困难的;既然如此,就连在你现在声称正在从事的那些工作上,我怀疑你能否容易做到一直保持无可指摘。

§2.8.6

χρὴ οὖν πειρᾶσθαι τοὺς φιλαιτίους φεύγειν καὶ τοὺς εὐγνώμονας διώκειν, καὶ τῶν πραγμάτων ὅσα μὲν δύνασαι ποιεῖν ὑπομένειν, ὅσα δὲ μὴ δύνασαι φυλάττεσθαι, ὅ τι δʼ ἂν πράττῃς, τούτου ὡς κάλλιστα καὶ προθυμότατα ἐπιμελεῖσθαι. οὕτω γὰρ ἥκιστʼ ἂν μέν σε οἶμαι ἐν αἰτίᾳ εἶναι, μάλιστα δὲ τῇ ἀπορίᾳ βοήθειαν εὑρεῖν, ῥᾷστα δὲ καὶ ἀκινδυνότατα ζῆν καὶ εἰς τὸ γῆρας διαρκέστατα.

所以,应当尽量避开喜欢挑剔的人,追求通情达理的人;在各项事情中,凡是自己力所能及的就承担下来,力所不及的就加以提防避开;无论做何事,都要尽可能出色、热心地照管好。因为我认为,这样你便能最少招致责难,最有效地为困境找到救助,生活得最轻松、最无危险,并且最能充裕地支撑到晚年。”

语法注3 条
  1. 2.8.1ἐφʼ ὅτῳ ἂν δανειζοίμην

    介词 ἐπί 加上关系代词 ὅτῳ(ᾧτινι 的收缩形式),表示借贷的抵押或条件(“以之为担保”)。带有 ἄν 的希求语气 δανειζοίμην 表示潜在或可能性(“我借得到”),整个关系从句修饰否定代词 μηδέν。

  2. 2.8.3προσελθόντα τῳ τῶν πλείω χρήματα κεκτημένων, τῷ δεομένῳ τοῦ συνεπιμελησομένου, ἔργων τε ἐπιστατοῦντα καὶ συγκομίζοντα τοὺς καρποὺς καὶ συμφυλάττοντα τὴν οὐσίαν, ὠφελοῦντα ἀντωφελεῖσθαι

    在由无人称表达式 κρεῖττόν ἐστιν 引导的动词不定式结构中,虽然前文使用了与格(πρεσβυτέρῳ γενομένῳ),但在此处不定式 ἀντωφελεῖσθαι 的逻辑主语转为了表示泛指的宾格(προσελθόντα ... ἐπιστατοῦντα ... ὠφελοῦντα)。这一连串宾格分词均修饰不定式 ἀντωφελεῖσθαι 的主语,列举了一系列具体的管家职责及其互惠结果。

  3. 2.8.5ἐπεὶ καὶ οἷς νῦν ἐργάζεσθαι φῂς θαυμάζω εἰ ῥᾴδιόν ἐστιν

    οἷς 是格的同化(attraction),即作 ἐργάζεσθαι 宾语的中性复数关系代词 ἅ 被省略的中性先行词(ἐν/ἐπὶ)τούτοις 同化为与格(“在你声称现在从事的那些工作上”)。θαυμάζω εἰ 是表达委婉怀疑的习惯用法(“我怀疑是否容易”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:2.8.1-2.8.6