- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:2.7.8-2.7.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底说服阿里斯塔库斯让投奔他的女亲属们从事手工劳作,从而挽救了家计并恢复了家庭和睦。当妇女们抱怨他游手好闲时,苏格拉底借用羊和狗的寓言,建议他向她们讲明自己作为守护者的职责。
ἔμαθον δέ, ἃ φὴς αὐτὰς ἐπίστασθαι, πότερον ὡς οὔτε χρήσιμα ὄντα πρὸς τὸν βίον οὔτε ποιήσουσαι αὐτῶν οὐδέν,1 ἢ τοὐναντίον ὡς καὶ ἐπιμελησόμεναι τούτων καὶ ὠφελησόμεναι ἀπʼ αὐτῶν; ποτέρως γὰρ ἂν μᾶλλον ἄνθρωποι σωφρονοῖεν, ἀργοῦντες ἢ τῶν χρησίμων ἐπιμελόμενοι; ποτέρως δʼ ἂν δικαιότεροι εἶεν, εἰ ἐργάζοιντο ἢ εἰ ἀργοῦντες βουλεύοιντο περὶ τῶν ἐπιτηδείων;
“那么,你所说她们懂得的那些技艺,她们当初学习时,是因为断定它们对生活毫无用处、她们自己也绝不打算制作其中的任何一样,还是恰恰相反,是打算从事这些劳作并从中获益呢?人在哪一种状况下会更为克制:是无所事事,还是致力于有用之事?在哪一种状况下会更为正直:是自食其力,还是无所事事却打着谋取生计的主意?
ἀλλὰ καὶ νῦν μέν, ὡς ἐγᾦμαι, οὔτε σὺ ἐκείνας φιλεῖς οὔτʼ ἐκεῖναι σέ, σὺ μὲν ἡγούμενος αὐτὰς ἐπιζημίους εἶναι σεαυτῷ, ἐκεῖναι δὲ σὲ ὁρῶσαι ἀχθόμενον ἐφʼ ἑαυταῖς· ἐκ δὲ τούτων κίνδυνος μείζω τε ἀπέχθειαν γίγνεσθαι καὶ τὴν προγεγονυῖαν χάριν μειοῦσθαι. ἐὰν δὲ προστατήσῃς ὅπως ἐνεργοὶ ὦσι, σὺ μὲν ἐκείνας φιλήσεις, ὁρῶν ὠφελίμους σεαυτῷ οὔσας, ἐκεῖναι δὲ σὲ ἀγαπήσουσιν, αἰσθόμεναι χαίροντά σε αὐταῖς, τῶν δὲ προγεγονυιῶν εὐεργεσιῶν ἥδιον μεμνημένοι τὴν ἀπʼ ἐκείνων χάριν αὐξήσετε, καὶ ἐκ τούτων φιλικώτερόν τε καὶ οἰκειότερον ἀλλήλοις ἕξετε.
而照现在这样,据我看,既不是你爱护她们,也不是她们爱戴你;因为你认为她们是你的累赘,而她们看到你对她们感到厌烦;由这些情况看来,仇怨有可能变得更深,昔日的恩情有可能遭到削弱。但如果你出面主持,使她们积极劳作起来,你看到她们对你大有助益就会爱护她们,她们发觉你因她们而欣慰也会爱戴你;你们更愉快地记念起昔日的恩惠,便会增进由那些恩惠而来的感激之情,由此你们彼此之间会变得更亲善、更融洽。
εἰ μὲν τοίνυν αἰσχρόν τι ἔμελλον ἐργάσασθαι, θάνατον ἀντʼ αὐτοῦ προαιρετέον ἦν·2 νῦν δὲ ἃ μὲν δοκεῖ κάλλιστα καὶ πρεπωδέστατα γυναικὶ εἶναι ἐπίστανται, ὡς ἔοικε· πάντες δὲ ἃ ἐπίστανται ῥᾷστά τε καὶ τάχιστα καὶ κάλλιστα καὶ ἥδιστα ἐργάζονται. μὴ οὖν ὄκνει, ἔφη, ταῦτα εἰσηγεῖσθαι αὐταῖς ἃ σοί τε λυσιτελήσει κἀκείναις· καί, ὡς εἰκός, ἡδέως ὑπακούσονται. ἀλλὰ νὴ τοὺς θεούς, ἔφη ὁ Ἀρίσταρχος, οὕτω μοι δοκεῖς καλῶς λέγειν, ὦ Σώκρατες, ὥστε πρόσθεν μὲν οὐ προσιέμην δανείσασθαι,3 εἰδὼς ὅτι ἀναλώσας ὃ ἂν λάβω οὐχ ἕξω ἀποδοῦναι, νῦν δέ μοι δοκῶ εἰς ἔργων ἀφορμὴν ὑπομενεῖν αὐτὸ ποιῆσαι.
诚然,如果她们是要从事某种可耻的行当,宁可选择死亡也不该去为之;但如今据看来,她们所懂得的,正是被认为对女子而言最美好、最合宜的技艺;而凡是人懂得的事物,做起来总是最容易、最迅速、最出色,也是最令人愉悦的。因此,”他说,“你切莫犹豫,应当向她们提议这些对你和对她们都大有益处的劳作;而且按常理,她们会欣然顺从的。”“凭众神起誓,苏格拉底啊,”阿里斯塔库斯说,“我觉得你说得太好了,以至于先前我自知借了钱一旦花光便无力偿还,因而不敢借贷,现在我却觉得可以为了获取劳作的本钱而甘冒借贷之险了。”
ἐκ τούτων δὲ ἐπορίσθη μὲν ἀφορμή, ἐωνήθη δὲ ἔρια· καὶ ἐργαζόμεναι μὲν ἠρίστων, ἐργασάμεναι δὲ ἐδείπνουν, ἱλαραὶ δὲ ἀντὶ σκυθρωπῶν ἦσαν· καὶ ἀντὶ ὑφορωμένων ἑαυτοὺς ἡδέως ἀλλήλους ἑώρων, καὶ αἱ μὲν ὡς κηδεμόνα ἐφίλουν, ὁ δὲ ὡς ὠφελίμους ἠγάπα. τέλος δὲ ἐλθὼν πρὸς τὸν Σωκράτην χαίρων διηγεῖτο ταῦτά τε καὶ ὅτι αἰτιῶνται αὐτὸν μόνον τῶν ἐν τῇ οἰκίᾳ ἀργὸν ἐσθίειν.
于是筹措到了本钱,买来了羊毛;她们劳作着吃午饭,劳作完后吃晚饭;她们由愁眉苦脸变得欢欣鼓舞;他们不再心存芥蒂互有戒心,而是欣然相视;她们把阿里斯塔库斯作为庇护者来爱戴,他也把她们视为得力之人来疼爱。最后,他高兴地跑到苏格拉底那里,讲述了这一切,并且提到她们责备他是全家里唯一游手好闲白吃饭的人。
καὶ ὁ Σωκράτης ἔφη· εἶτα οὐ λέγεις αὐταῖς τὸν τοῦ κυνὸς λόγον; φασὶ γάρ, ὅτε φωνήεντα ἦν τὰ ζῷα, τὴν οἶν πρὸς τὸν δεσπότην εἰπεῖν· θαυμαστὸν ποιεῖς, ὃς ἡμῖν μὲν ταῖς καὶ ἔριά σοι καὶ ἄρνας καὶ τυρὸν παρεχούσαις οὐδὲν δίδως ὅ τι ἂν μὴ ἐκ τῆς γῆς λάβωμεν, τῷ δὲ κυνί, ὃς οὐδὲν τοιοῦτόν σοι παρέχει, μεταδίδως οὗπερ αὐτὸς ἔχεις σίτου.
苏格拉底说:“那你难道不把那条狗的寓言讲给她们听吗?据说当动物还会说话的时候,母羊对主人说:‘你做的事真奇怪:对我们这些为你提供羊毛、羊羔和奶酪的羊,除了我们从地里自己吃到的东西以外,你什么也不给;但对那条不为你提供任何这类东西的狗,你却把你自己吃的面包分给它。’
τὸν κύνα οὖν ἀκούσαντα εἰπεῖν· ναὶ μὰ Δίʼ· ἐγὼ γάρ εἰμι ὁ καὶ ὑμᾶς αὐτὰς σῴζων ὥστε μήτε ὑπʼ ἀνθρώπων κλέπτεσθαι μήτε ὑπὸ λύκων ἁρπάζεσθαι· ἐπεὶ ὑμεῖς γε, εἰ μὴ ἐγὼ προφυλάττοιμι ὑμᾶς, οὐδʼ ἂν νέμεσθαι δύναισθε,4 φοβούμεναι μὴ ἀπόλησθε. οὕτω δὴ λέγεται καὶ τὰ πρόβατα συγχωρῆσαι τὸν κύνα προτιμᾶσθαι. καὶ σὺ οὖν ἐκείναις λέγε ὅτι ἀντὶ κυνὸς εἶ φύλαξ καὶ ἐπιμελητής, καὶ διὰ σὲ οὐδʼ ὑφʼ ἑνὸς ἀδικούμεναι ἀσφαλῶς τε καὶ ἡδέως ἐργαζόμεναι ζῶσιν.
那条狗听了便说:‘凭宙斯起誓,确实如此!因为正是我在保卫着你们自己,使你们既不被人类偷走,也不被野狼叼走;要是没有我守护你们,你们由于害怕丧命,就连吃草都做不到呢。’据说羊群也就这样承认了狗理应受到更优厚的待遇。所以你也应当对她们说,你就像狗一样是守护者和照管者,正是由于你的缘故,她们不受任何人的侵害,能够安全而愉快地一边劳作一边生活。”
- 2.7.8ὡς οὔτε χρήσιμα ὄντα πρὸς τὸν βίον οὔτε ποιήσουσαι αὐτῶν οὐδέν
在 ὡς 引导的分词从属结构中,前半部的 χρήσιμα ὄντα(中性复数宾格)与关系代词 ἃ(技艺/产物)一致,而后半部的 ποιήσουσαι(阴性复数主格将来分词)则转为与主句谓语 ἔμαθον 的主语(那些妇女)一致。这种句法交替(anacoluthon)表达了她们当初学习时的主观预设或打算。
- 2.7.10εἰ μὲν τοίνυν αἰσχρόν τι ἔμελλον ἐργάσασθαι, θάνατον ἀντʼ αὐτοῦ προαιρετέον ἦν
过去非真实条件句。条件从句(protasis)使用了未完成过去时 ἔμελλον 加不定式,而主句(apodosis)中表达义务的动形词 προαιρετέον 与未完成过去时 ἦν 连用,省去了语气词 ἄν。表示义务、必然或适宜的动词或动形词在过去反事实结论从句中,常规上省略 ἄν。
- 2.7.11οὐ προσιέμην δανείσασθαι
动词 προσίημι 的中间态未完成过去时 προσιέμην 后接不定式 δανείσασθαι。中间态 προσίεμαι 配不定式意为“容许自己去做”、“敢于/愿意做”。与否定词 οὐ 连用,表示“我先前根本不敢/不愿承担借贷”。
- 2.7.14ἐπεὶ ὑμεῖς γε, εἰ μὴ ἐγὼ προφυλάττοιμι ὑμᾶς, οὐδʼ ἂν νέμεσθαι δύναισθε
连词 ἐπεί 含有“否则/要知道”的隐含意义,用以支撑前一句的陈述。其后紧接一个祈愿语气假定句(条件句 εἰ + 祈愿式,主句 ἄν + 祈愿式),表示与当下或未来假设相对的推论:“因为倘若我不守护你们,你们甚至连草都吃不上”。
