- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:2.7.1-2.7.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿里斯塔库斯因内乱中投靠家中的多名女性自由人亲属无法供养而陷入困窘,苏格拉底列举实业致富的例子劝说他,应当让这些自由人亲属从事手艺劳动以自食其力,而非陷于无所事事。
καὶ μὴν τὰς ἀπορίας γε τῶν φίλων τὰς μὲν διʼ ἄγνοιαν ἐπειρᾶτο γνώμῃ ἀκεῖσθαι, τὰς δὲ διʼ ἔνδειαν διδάσκων κατὰ δύναμιν ἀλλήλοις ἐπαρκεῖν. ἐρῶ δὲ καὶ ἐν τούτοις ἃ σύνοιδα αὐτῷ. Ἀρίσταρχον γάρ ποτε ὁρῶν σκυθρωπῶς ἔχοντα, ἔοικας, ἔφη, ὦ Ἀρίσταρχε, βαρέως φέρειν τι. χρὴ δὲ τοῦ βάρους μεταδιδόναι τοῖς φίλοις· ἴσως γὰρ ἄν τί σε καὶ ἡμεῖς κουφίσαιμεν.
况且,对于朋友们的困境,苏格拉底总是力图通过建议来医治因无知而产生的困境,通过教导大家量力相助来医治因贫乏而产生的困境。在这些事情上,我也要把我所知道关于他的事说出来。因为有一次,他看见阿里斯塔库斯面带愁容,便说:“阿里斯塔库斯啊,你似乎心里沉甸甸的。应当把这重担分给朋友们分担,因为也许我们也能为你减轻一点。”
καὶ ὁ Ἀρίσταρχος, ἀλλὰ μήν, ἔφη, ὦ Σώκρατες, ἐν πολλῇ γέ εἰμι ἀπορίᾳ. ἐπεὶ γὰρ ἐστασίασεν ἡ πόλις, πολλῶν φυγόντων εἰς τὸν Πειραιᾶ, συνεληλύθασιν ὡς ἐμὲ καταλελειμμέναι ἀδελφαί τε καὶ ἀδελφιδαῖ καὶ ἀνεψιαὶ τοσαῦται ὥστʼ εἶναι ἐν τῇ οἰκίᾳ τέτταρας καὶ δέκα τοὺς ἐλευθέρους.1 λαμβάνομεν δὲ οὔτε ἐκ τῆς γῆς οὐδέν· οἱ γὰρ ἐναντίοι κρατοῦσιν αὐτῆς· οὔτʼ ἀπὸ τῶν οἰκιῶν· ὀλιγανθρωπία γὰρ ἐν τῷ ἄστει γέγονε. τὰ ἔπιπλα δὲ οὐδεὶς ὠνεῖται· οὐδὲ δανείσασθαι οὐδαμόθεν ἔστιν ἀργύριον, ἀλλὰ πρότερον ἄν τίς μοι δοκεῖ ἐν τῇ ὁδῷ ζητῶν εὑρεῖν ἢ δανειζόμενος λαβεῖν.2 χαλεπὸν μὲν οὖν ἐστιν, ὦ Σώκρατες, τοὺς οἰκείους περιορᾶν ἀπολλυμένους, ἀδύνατον δὲ τοσούτους τρέφειν ἐν τοιούτοις πράγμασιν.
阿里斯塔库斯说:“确实,苏格拉底啊,我身处极大的困窘之中。自从城邦发生内乱,许多人逃往比雷埃夫斯,被留下的姐妹、侄女和表姐妹们都投奔到我这里,以至于家里的自由人多达十四人。可是我们从土地上得不到任何出产,因为敌对者控制了土地;从房屋上也收不到租金,因为城里人口稀少。家具无人购买,也无法从任何地方借到钱;在我看来,一个人在路上寻找而捡到钱,倒要比通过借贷拿到钱还要来得快些。因此,苏格拉底啊,眼看着亲属灭亡固然难以忍受,但在这种境况下供养这么多人又是不可能的。”
ἀκούσας οὖν ταῦτα ὁ Σωκράτης, τί ποτέ ἐστιν, ἔφη, ὅτι Κεράμων μὲν πολλοὺς τρέφων οὐ μόνον ἑαυτῷ τε καὶ τούτοις τὰ ἐπιτήδεια δύναται παρέχειν, ἀλλὰ καὶ περιποιεῖται τοσαῦτα ὥστε καὶ πλουτεῖν, σὺ δὲ πολλοὺς τρέφων δέδοικας μὴ διʼ ἔνδειαν τῶν ἐπιτηδείων ἅπαντες ἀπόλησθε; ὅτι νὴ Δίʼ, ἔφη, ὁ μὲν δούλους τρέφει, ἐγὼ δʼ ἐλευθέρους.
苏格拉底听了之后说:“究竟是为什么,刻拉蒙供养许多人,不仅能为自己和他们提供生活必需品,而且还积攒出充裕的盈余以致富足;而你供养许多人,却害怕因缺乏生活必需品而全体灭亡呢?”“凭宙斯起誓,”他说,“因为他供养的是奴隶,而我供养的是自由人。”
καὶ πότερον, ἔφη, τοὺς παρὰ σοὶ ἐλευθέρους οἴει βελτίους εἶναι ἢ τοὺς παρὰ Κεράμωνι δούλους; ἐγὼ μὲν οἶμαι, ἔφη, τοὺς παρʼ ἐμοὶ ἐλευθέρους. οὐκοῦν, ἔφη, αἰσχρὸν τὸν μὲν ἀπὸ τῶν πονηροτέρων εὐπορεῖν, σὲ δὲ πολλῷ βελτίους ἔχοντα ἐν ἀπορίᾳ εἶναι; νὴ Δίʼ, ἔφη, ὁ μὲν γὰρ τεχνίτας τρέφει, ἐγὼ δʼ ἐλευθερίως πεπαιδευμένους.
“那么,”苏格拉底说,“你认为哪一方更优秀呢:是你那里的自由人,还是刻拉蒙那里的奴隶?”“我自然认为,”他说,“是我那里的自由人。”“那么,”苏格拉底说,“他靠着较为低劣的人发家致富,而你拥有优秀得多的人却陷入困境,这难道不是一件可耻的事吗?”“凭宙斯起誓,”他说,“因为他供养的是手艺人,而我供养的是受过自由人教育的人。”
ἆρʼ οὖν, ἔφη, τεχνῖταί εἰσιν οἱ χρήσιμόν τι ποιεῖν ἐπιστάμενοι; μάλιστά γʼ, ἔφη. οὐκοῦν χρήσιμά γʼ ἄλφιτα; σφόδρα γε. τί δʼ ἄρτοι; οὐδὲν ἧττον. τί γάρ; ἔφη, ἱμάτιά τε ἀνδρεῖα καὶ γυναικεῖα καὶ χιτωνίσκοι καὶ χλαμύδες καὶ ἐξωμίδες; σφόδρα γʼ, ἔφη, καὶ πάντα ταῦτα χρήσιμα. ἔπειτα, ἔφη, οἱ παρὰ σοὶ τούτων οὐδὲν ἐπίστανται ποιεῖν; πάντα μὲν οὖν, ὡς ἐγᾦμαι.
“那么,”苏格拉底说,“懂得制作有用之物的人,就是手艺人吗?”“正是如此,”他说。“那么,大麦粉有用吗?”“非常有用。”“面包呢?”“同样有用。”“那么,”苏格拉底说,“男式与女式的外衣、短袍、披风和无袖短上衣呢?”“所有这些,”他说,“也都非常有用。”“那么,”苏格拉底说,“你那里的那些人就一点也不懂得制作这些东西吗?”“恰恰相反,据我想来,她们全都会做。”他说。
εἶτʼ οὐκ οἶσθα ὅτι ἀφʼ ἑνὸς μὲν τούτων, ἀλφιτοποιίας, Ναυσικύδης οὐ μόνον ἑαυτόν τε καὶ τοὺς οἰκέτας τρέφει, ἀλλὰ πρὸς τούτοις καὶ ὗς πολλὰς καὶ βοῦς, καὶ περιποιεῖται τοσαῦτα ὥστε καὶ τῇ πόλει πολλάκις λειτουργεῖν, ἀπὸ δὲ ἀρτοποιίας Κύρηβος τήν τε οἰκίαν πᾶσαν διατρέφει καὶ ζῇ δαψιλῶς, Δημέας δʼ ὁ Κολλυτεὺς ἀπὸ χλαμυδουργίας, Μένων δʼ ἀπὸ χλανιδοποιίας, Μεγαρέων δʼ οἱ πλεῖστοι ἀπὸ ἐξωμιδοποιίας διατρέφονται; νὴ Δίʼ, ἔφη, οὗτοι μὲν γὰρ ὠνούμενοι βαρβάρους ἀνθρώπους ἔχουσιν, ὥστʼ ἀναγκάζειν ἐργάζεσθαι ἃ καλῶς ἔχει, ἐγὼ δʼ ἐλευθέρους τε καὶ συγγενεῖς.
“那么难道你不知道,单靠其中之一的大麦粉制作,瑙西库得斯不仅养活了他自己和家奴,而且此外还养了许多猪和牛,并且积攒了如此多的盈余,以至于能经常为城邦承担公益捐献;靠着面包制作,屈勒博斯养活了全家并过着丰裕的生活;科鲁图斯区的德墨阿斯靠制作披风、墨农靠制作细斗篷维生,而麦加拉人大多数都靠制作无袖短上衣来维持生计吗?”“凭宙斯起誓,”他说,“因为他们买下的是异邦野蛮人,因而可以强迫他们从事适宜的劳动;而我这里的却是自由人和亲属。”
ἔπειτʼ, ἔφη, ὅτι ἐλεύθεροί τʼ εἰσὶ καὶ συγγενεῖς σοι, οἴει χρῆναι αὐτοὺς μηδὲν ἄλλο ποιεῖν ἢ ἐσθίειν καὶ καθεύδειν; πότερον καὶ τῶν ἄλλων ἐλευθέρων τοὺς οὕτω ζῶντας ἄμεινον διάγοντας ὁρᾷς καὶ μᾶλλον εὐδαιμονίζεις ἢ τούς, ἃ ἐπίστανται χρήσιμα πρὸς τὸν βίον, τούτων ἐπιμελομένους; ἢ τὴν μὲν ἀργίαν καὶ τὴν ἀμέλειαν αἰσθάνῃ τοῖς ἀνθρώποις πρός τε τὸ μαθεῖν, ἃ προσήκει ἐπίστασθαι, καὶ πρὸς τὸ μνημονεύειν, ἃ ἂν μάθωσι, καὶ πρὸς τὸ ὑγιαίνειν τε καὶ ἰσχύειν τοῖς σώμασι καὶ πρὸς τὸ κτήσασθαί τε καὶ σῴζειν τὰ χρήσιμα3 πρὸς τὸν βίον ὠφέλιμα ὄντα, τὴν δʼ ἐργασίαν καὶ τὴν ἐπιμέλειαν οὐδὲν χρήσιμα;
“那么,”苏格拉底说,“就因为她们是自由人又是你的亲戚,你就认为她们除了吃和睡之外什么都不该做吗?在其馀的自由人当中,你看到如此生活的人过得更好、并认为他们比那些照管自己所懂得的于生活有用之物的人更幸福吗?抑或你发觉,对于人们学习应当知晓的事物、记住所学到的东西、保持身体的健康与强健,以及获取和保有对生活有用的事物而言,无所事事和懈怠反而是有益的,而劳作和照管却毫无用处呢?”
- 2.7.2τέτταρας καὶ δέκα τοὺς ἐλευθέρους
在数词之后冠词 τούς 与 ἐλευθέρους 连用,表示限定的特定总数,意为“合共十四名自由人”或“那十四位自由人”。
- 2.7.2πρότερον ἄν τίς μοι δοκεῖ ἐν τῇ ὁδῷ ζητῶν εὑρεῖν ἢ δανειζόμενος λαβεῖν
动词 δοκεῖ 采用了人称结构(主格主语为 τίς,而非无人称结构加宾格与不定词),小词 ἄν 修饰不定词 εὑρεῖν 和 λαβεῖν,表示潜在语气:“一个人在街上寻找而捡到钱,恐怕要比通过借贷得到钱还要早”。
- 2.7.7τὴν μὲν ἀργίαν καὶ τὴν ἀμέλειαν... ὠφέλιμα ὄντα, τὴν δʼ ἐργασίαν καὶ τὴν ἐπιμέλειαν οὐδὲν χρήσιμα
这是由感知动词 αἰσθάνῃ 所统辖的宾格带分词结构。尽管主语名词(ἀργία, ἀμέλεια, ἐργασία, ἐπιμέλεια)皆为阴性抽象名词,但作表语的形容词与分词 ὠφέλιμα ὄντα 及省略了 ὄντα 的 οὐδὲν χρήσιμα 却采取中性复数,体现了将性质作为普遍抽象概念处理的中性化一致关系。
