- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:2.6.33-2.6.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克利托布洛斯请求苏格拉底传授结交朋友的方法,苏格拉底指出只有真实的品德而非虚假的赞美才能缔结持久的友谊。要获得良友,唯一且最稳妥的途径乃是通过学习与操练,在自己希望受人称赞的方面真正成为卓越之人。
καὶ ὁ Κριτόβουλος ἔφη· ὡς τοὺς μὲν καλοὺς φιλήσοντός μου, τοὺς δʼ ἀγαθοὺς καταφιλήσοντος,1 θαρρῶν δίδασκε τῶν φίλων τὰ θηρατικά. καὶ ὁ Σωκράτης ἔφη· ὅταν οὖν, ὦ Κριτόβουλε, φίλος τινὶ βούλῃ γενέσθαι, ἐάσεις με κατειπεῖν σου πρὸς αὐτὸν ὅτι ἄγασαί τε αὐτοῦ καὶ ἐπιθυμεῖς φίλος αὐτοῦ εἶναι; κατηγόρει, ἔφη ὁ Κριτόβουλος· οὐδένα γὰρ οἶδα μισοῦντα τοὺς ἐπαινοῦντας.
克利托布洛斯说:“就当我准备亲吻俊美之人、而热烈亲吻良善之人吧,请你放心地把猎取朋友的技艺教给我吧。”苏格拉底说:“那么,克利托布洛斯啊,每当你想要与某人成为朋友时,你允许我向他告发你、说你钦佩他并渴望成为他的朋友吗?”“你就尽管告发吧,”克利托布洛斯说,“因为我不知道有谁会憎恨称赞自己的人。”
ἐὰν δέ σου προσκατηγορήσω, ἔφη, ὅτι διὰ τὸ ἄγασθαι αὐτοῦ καὶ εὐνοϊκῶς ἔχεις πρὸς αὐτόν, ἆρα μὴ διαβάλλεσθαι δόξεις ὑπʼ ἐμοῦ;2 ἀλλὰ καὶ αὐτῷ μοι, ἔφη, ἐγγίγνεται εὔνοια πρὸς οὓς ἂν ὑπολάβω εὐνοϊκῶς ἔχειν πρὸς ἐμέ.
“如果我进一步告发你,”他说,“说你因为钦佩他而对他抱有善意,你总不至于认为这是我在中伤你吧?”“哪里的话,就连我自己,”他说,“对于那些我认为对我怀有善意的人,也会产生善意。”
ταῦτα μὲν δή, ἔφη ὁ Σωκράτης, ἐξέσται μοι λέγειν περὶ σοῦ πρὸς οὓς ἂν βούλῃ φίλους ποιήσασθαι· ἐὰν δέ μοι ἔτι ἐξουσίαν δῷς λέγειν περὶ σοῦ ὅτι ἐπιμελής τε τῶν φίλων εἶ καὶ οὐδενὶ οὕτω χαίρεις ὡς φίλοις ἀγαθοῖς, καὶ ἐπί τε τοῖς καλοῖς ἔργοις τῶν φίλων ἀγάλλῃ οὐχ ἧττον ἢ ἐπὶ τοῖς ἑαυτοῦ καὶ ἐπὶ τοῖς ἀγαθοῖς τῶν φίλων χαίρεις οὐδὲν ἧττον ἢ ἐπὶ τοῖς ἑαυτοῦ, ὅπως τε ταῦτα γίγνηται τοῖς φίλοις οὐκ ἀποκάμνεις μηχανώμενος, καὶ ὅτι ἔγνωκας ἀνδρὸς ἀρετὴν εἶναι νικᾶν τοὺς μὲν φίλους εὖ ποιοῦντα, τοὺς δʼ ἐχθροὺς κακῶς, πάνυ ἂν οἶμαί σοι ἐπιτήδειον εἶναί με σύνθηρον τῶν ἀγαθῶν φίλων.
“那么这些话,”苏格拉底说,“凡是你想与之结交为友的人,我都将被允许就你向他们述说。但是,如果你进一步准许我述说你关爱朋友,并且没有比拥有良善的朋友更令你高兴的事;你为朋友的高尚作为感到自豪,丝毫不亚于为自己的作为自豪;你为朋友的幸事感到高兴,丝毫不亚于为自己的幸事高兴;为了让朋友获得这些好事,你孜孜不倦地想方设法;并且你深知男子的德性就在于以德报友、以害制敌而胜过他们——如果这样,我认为自己会成为你猎取良友的极佳帮手。”
τί οὖν, ἔφη ὁ Κριτόβουλος, ἐμοὶ τοῦτο λέγεις, ὥσπερ οὐκ ἐπὶ σοὶ ὂν ὅ τι ἂν βούλῃ περὶ ἐμοῦ λέγειν; μὰ Δίʼ οὐχ ὥς ποτε ἐγὼ Ἀσπασίας ἤκουσα·3 ἔφη γὰρ τὰς ἀγαθὰς προμνηστρίδας μετὰ μὲν ἀληθείας τἀγαθὰ διαγγελλούσας δεινὰς εἶναι συνάγειν ἀνθρώπους εἰς κηδείαν, ψευδομένας δʼ οὐκ ἐθέλειν ἐπαινεῖν· τοὺς γὰρ ἐξαπατηθέντας ἅμα μισεῖν ἀλλήλους τε καὶ τὴν προμνησαμένην. ἃ δὴ καὶ ἐγὼ πεισθεὶς ὀρθῶς ἔχειν ἡγοῦμαι οὐκ ἐξεῖναί μοι περὶ σοῦ λέγειν ἐπαινοῦντι οὐδὲν ὅ τι ἂν μὴ ἀληθεύω.
“那么,”克利托布洛斯说,“你何必对我说这些呢,就好像你想就我说什么不是全凭你做主似的?”“凭宙斯起誓,照我以前从阿斯帕西娅那里听来的一番话,却并非如此!”〔苏格拉底说,〕“因为她说,优秀的媒人以诚实传达美德,长于撮合人们缔结婚姻,但绝不愿以谎言去赞美;因为受骗的人会同时憎恨彼此,也会憎恨做媒的妇人。我也深信这番话是正确的,因此我认为,凡不是真话,我绝无权利在称赞你的过程中就你述说。”
σὺ μὲν ἄρα, ἔφη ὁ Κριτόβουλος, τοιοῦτός μοι φίλος εἶ, ὦ Σώκρατες, οἷος, ἂν μέν τι αὐτὸς ἔχω ἐπιτήδειον εἰς τὸ φίλους κτήσασθαι, συλλαμβάνειν μοι· εἰ δὲ μή, οὐκ ἂν ἐθέλοις πλάσας τι εἰπεῖν ἐπὶ τῇ ἐμῇ ὠφελείᾳ. πότερα δʼ ἄν, ἔφη ὁ Σωκράτης, ὦ Κριτόβουλε, δοκῶ σοι μᾶλλον ὠφελεῖν σε τὰ ψευδῆ ἐπαινῶν ἢ πείθων πειρᾶσθαί σε ἀγαθὸν ἄνδρα γενέσθαι;
“这么说来,苏格拉底啊,”克利托布洛斯说,“你对我就是这样一位朋友:如果我自己具备结交朋友的适宜品质,你就协助我;但如果我不具备,你就不愿意编造一些话来使我得益。”苏格拉底说:“克利托布洛斯啊,你认为我以哪种方式更能使你得益呢?是通过作虚假的称赞,还是通过劝导你努力成为一个优秀的人?
εἰ δὲ μὴ φανερὸν οὕτω σοι, ἐκ τῶνδε σκέψαι· εἰ γάρ σε βουλόμενος φίλον ποιῆσαι ναυκλήρῳ ψευδόμενος ἐπαινοίην, φάσκων ἀγαθὸν εἶναι κυβερνήτην, ὁ δέ μοι πεισθεὶς ἐπιτρέψειέ σοι τὴν ναῦν μὴ ἐπισταμένῳ κυβερνᾶν, ἔχεις τινὰ ἐλπίδα μὴ ἂν σαυτόν τε καὶ τὴν ναῦν ἀπολέσαι; ἢ εἴ σοι πείσαιμι κοινῇ τὴν πόλιν ψευδόμενος, ὡς ἂν στρατηγικῷ τε καὶ δικαστικῷ καὶ πολιτικῷ, ἑαυτὴν ἐπιτρέψαι, τί ἂν οἴει σεαυτὸν καὶ τὴν πόλιν ὑπὸ σοῦ παθεῖν; ἢ εἴ τινας ἰδίᾳ τῶν πολιτῶν πείσαιμι ψευδόμενος, ὡς ὄντι οἰκονομικῷ τε καὶ ἐπιμελεῖ, τὰ ἑαυτῶν ἐπιτρέψαι, ἆρʼ οὐκ ἂν πεῖραν διδοὺς ἅμα τε βλαβερὸς εἴης καὶ καταγέλαστος φαίνοιο;
“如果这样对你还不明显,就从以下情况来考虑吧:如果我为了让你与一位船主结为朋友,便撒谎称赞你,声称你是一位优秀的舵手,而他听信了我的话,把船托付给不懂掌舵的你,你还有什么希望不把自己和船只一同葬送呢?或者,如果我撒谎说你精通统帅、审判与城邦政治,劝说整个城邦把自己托付给你,你认为你自己和城邦会在你手下遭遇什么呢?或者,如果我撒谎说你精通持家且细心周到,劝说某些公民私下把他们的财产托付给你,难道你在一经考验之时,不会既造成损害又显得荒唐可笑吗?
ἀλλὰ συντομωτάτη τε καὶ ἀσφαλεστάτη καὶ καλλίστη ὁδός, ὦ Κριτόβουλε, ὅ τι ἂν βούλῃ δοκεῖν ἀγαθὸς εἶναι, τοῦτο καὶ γενέσθαι ἀγαθὸν πειρᾶσθαι· ὅσαι δʼ ἐν ἀνθρώποις ἀρεταὶ λέγονται, σκοπούμενος εὑρήσεις πάσας μαθήσει τε καὶ μελέτῃ αὐξανομένας. ἐγὼ μὲν οὖν, ὦ Κριτόβουλε, οἶμαι δεῖν ἡμᾶς·4 εἰ δὲ σύ πως ἄλλως γιγνώσκεις, δίδασκε. καὶ ὁ Κριτόβουλος, ἀλλʼ αἰσχυνοίμην ἄν, ἔφη, ὦ Σώκρατες, ἀντιλέγων τούτοις· οὔτε γὰρ καλὰ οὔτε ἀληθῆ λέγοιμʼ ἄν.
“其实,克利托布洛斯啊,无论你在哪方面想显得优秀,就在哪方面努力真正成为优秀之人,这才是最短捷、最安全、最崇高的道路;而在人类当中被称为德性的所有事物,只要你加以省察,就会发现全都是通过学习与操练而增长的。克利托布洛斯啊,我本人认为我们应当〔如此行事〕;但如果你有别的见解,请指教我。”克利托布洛斯说:“哎,苏格拉底啊,如果反驳这些话,我是会感到羞愧的;因为那样我说出的将既不高尚也不真实。”
- 2.6.33ὡς τοὺς μὲν καλοὺς φιλήσοντός μου, τοὺς δʼ ἀγαθοὺς καταφιλήσοντος
连词 ὡς 与将来时分词的属格独立结构(μου φιλήσοντος ... καταφιλήσοντος)连用,表示说话者主观的前提或意图(“就当我将要……”)。这里还包含了简单动词 φιλέω 与加重语气的复合动词 καταφιλέω(热烈亲吻)之间的鲜明对比。
- 2.6.34ἆρα μὴ διαβάλλεσθαι δόξεις ὑπʼ ἐμοῦ;
疑问小辞组合 ἆρα μή 引导预期否定回答的疑问句(“你总不至于认为……吧?”)。主干动词 δόξεις 为将来时直陈式,带现在时被动不定式 διαβάλλεσθαι 作补足语。
- 2.6.36μὰ Δίʼ οὐχ ὥς ποτε ἐγὼ Ἀσπασίας ἤκουσα
这是对克利托布洛斯前一句话(“ὥσπερ οὐκ ἐπὶ σοὶ ὂν...”)带有承前省略的回答。否定词 οὐχ 后面省略了 [ἐπʼ ἐμοί ἐστιν] 等谓语成分,意为“凭宙斯起誓,照我从阿斯帕西娅那里听来的,可并非如此(不是全凭我做主)”。
- 2.6.39ἐγὼ μὲν οὖν, ὦ Κριτόβουλε, οἶμαι δεῖν ἡμᾶς ·
手抄本传统中在 δεῖν ἡμᾶς 之后存在动词缺失(脱文)或语意中止(aposiopesis)。根据上下文,省略的内容通常由前句顺承补充,即“通过学习与操练努力成为优秀之人/如此行事”(如 ταῦτα πράττειν)。
