← 色诺芬

回忆苏格拉底

§2.6.24-2.6.32

贤人的政治合作与结交朋友之法

苏格拉底阐述高尚优秀的人在政治上也应成为互利合作的盟友而非竞争对手,并提出愿以自己的爱欲之术协助克利托布洛斯结交良友;然而在被告诫不得有身体接触时,克利托布洛斯却称自己只亲吻俊美之人,随即遭到苏格拉底的指责。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6.24

πῶς οὖν οὐκ εἰκὸς τοὺς καλοὺς κἀγαθοὺς καὶ τῶν πολιτικῶν τιμῶν μὴ μόνον ἀβλαβεῖς, ἀλλὰ καὶ ὠφελίμους ἀλλήλοις κοινωνοὺς εἶναι; οἱ μὲν γὰρ ἐπιθυμοῦντες ἐν ταῖς πόλεσι τιμᾶσθαί τε καὶ ἄρχειν, ἵνα ἐξουσίαν ἔχωσι χρήματά τε κλέπτειν καὶ ἀνθρώπους βιάζεσθαι καὶ ἡδυπαθεῖν, ἄδικοί τε καὶ πονηροὶ ἂν εἶεν καὶ ἀδύνατοι ἄλλῳ συναρμόσαι.

“那么,高尚优秀的人在城邦的荣衔上也不仅互不相害,反倒成为彼此互利的合作者,岂不是合情合理的吗?因为那些渴望在城邦中获得荣誉并执掌统治,以便有特权盗窃钱财、对人施暴并过奢侈生活的人,乃是不义而卑劣之辈,绝不可能与他人和衷共济。

§2.6.25

εἰ δέ τις ἐν πόλει τιμᾶσθαι βουλόμενος, ὅπως αὐτός τε μὴ ἀδικῆται καὶ τοῖς φίλοις τὰ δίκαια βοηθεῖν δύνηται, καὶ ἄρξας ἀγαθόν τι ποιεῖν τὴν πατρίδα πειρᾶται, διὰ τί ὁ τοιοῦτος ἄλλῳ τοιούτῳ οὐκ ἂν δύναιτο συναρμόσαι; πότερον τοὺς φίλους ὠφελεῖν μετὰ τῶν καλῶν κἀγαθῶν ἧττον δυνήσεται; ἢ τὴν πόλιν εὐεργετεῖν ἀδυνατώτερος ἔσται καλοὺς κἀγαθοὺς ἔχων συνεργούς;

“但是,如果有人渴望在城邦中获得荣誉,是为了使自己免受不义之害,能够为朋友伸张正义提供援助,并且在任职之时努力为祖国做些善事,那么这样的人为什么不能与另一个同样的人和衷共济呢?难道他与高尚优秀的人一道,反倒更不能帮助朋友吗?抑或他有了高尚优秀的同道,反倒更没有能力造福城邦吗?

§2.6.26

ἀλλὰ καὶ ἐν τοῖς γυμνικοῖς ἀγῶσι δῆλόν ἐστιν, ὅτι, εἰ ἐξῆν τοῖς κρατίστοις συνθεμένους ἐπὶ τοὺς χείρους ἰέναι,1 πάντας ἂν τοὺς ἀγῶνας οὗτοι ἐνίκων καὶ πάντα τὰ ἆθλα οὗτοι ἐλάμβανον. ἐπεὶ οὖν ἐκεῖ μὲν οὐκ ἐῶσι τοῦτο ποιεῖν, ἐν δὲ τοῖς πολιτικοῖς, ἐν οἷς οἱ καλοὶ κἀγαθοὶ κρατιστεύουσιν, οὐδεὶς κωλύει μεθʼ οὗ ἄν τις βούληται τὴν πόλιν εὐεργετεῖν, πῶς οὐ λυσιτελεῖ τοὺς βελτίστους φίλους κτησάμενον πολιτεύεσθαι, τούτοις κοινωνοῖς καὶ συνεργοῖς τῶν πράξεων μᾶλλον ἢ ἀνταγωνισταῖς χρώμενον;

“其实,在竞技比赛中也是显而易见的:如果允许最强悍的选手彼此结盟去对付较弱的选手,他们本可以赢得所有的比赛并拿走所有的奖品。既然在那里人们不允许他们这样做,但在高尚优秀之人出类拔萃的政治事务中,并没有人阻止一个人与自己所愿的任何人一起造福城邦,那么结交最优秀的朋友来参与政治,把他们当作自己行动的合伙人与同道、而非竞争对手来相待,岂不是有利得多吗?

§2.6.27

ἀλλὰ μὴν κἀκεῖνο δῆλον, ὅτι κἂν πολεμῇ τίς τινι, συμμάχων δεήσεται, καὶ τούτων πλειόνων, ἐὰν καλοῖς κἀγαθοῖς ἀντιτάττηται. καὶ μὴν οἱ συμμαχεῖν ἐθέλοντες εὖ ποιητέοι, ἵνα θέλωσι προθυμεῖσθαι· πολὺ δὲ κρεῖττον τοὺς βελτίστους ἐλάττονας εὖ ποιεῖν ἢ τοὺς χείρονας πλείονας ὄντας· οἱ γὰρ πονηροὶ πολὺ πλειόνων εὐεργεσιῶν ἢ οἱ χρηστοὶ δέονται.

“此外,那一点也是显而易见的:如果有人与某人开战,他就需要盟友;而如果与高尚优秀的人为敌,他就需要更多的盟友。况且,对于愿意结盟的人必须善待,以使他们乐于出力;而善待为数较少的卓越者,远胜于善待为数较多的劣质者,因为卑鄙的人比正直的人需要多得多的恩惠。

§2.6.28

ἀλλὰ θαρρῶν, ἔφη, ὦ Κριτόβουλε, πειρῶ ἀγαθὸς γίγνεσθαι, καὶ τοιοῦτος γενόμενος θηρᾶν ἐπιχείρει τοὺς καλούς τε κἀγαθούς. ἴσως δʼ ἄν τί σοι κἀγὼ συλλαβεῖν εἰς τὴν τῶν καλῶν τε κἀγαθῶν θήραν ἔχοιμι διὰ τὸ ἐρωτικὸς εἶναι· δεινῶς γάρ, ὧν ἂν ἐπιθυμήσω ἀνθρώπων,2 ὅλος ὥρμημαι ἐπὶ τὸ φιλῶν τε αὐτοὺς ἀντιφιλεῖσθαι ὑπʼ αὐτῶν καὶ ποθῶν ἀντιποθεῖσθαι, καὶ ἐπιθυμῶν συνεῖναι καὶ ἀντεπιθυμεῖσθαι τῆς συνουσίας.

“所以,克利托布洛斯啊,”他说,“你要鼓起勇气,努力成为一个善人,并且在成为善人之后,尝试去猎取那些高尚优秀的人。也许我也能凭借通晓爱之道,在猎取高尚优秀之人方面助你一臂之力。因为对于我所心仪之人,我总是极其全心全意地倾注于此:在爱他们的同时也为他们所爱,在思念他们的同时也为他们所思念,在渴望与他们相处的同时也让他们渴望与我相处。

§2.6.29

ὁρῶ δὲ καὶ σοὶ τούτων δεῆσον, ὅταν ἐπιθυμήσῃς φιλίαν πρός τινας ποιεῖσθαι· μὴ οὖν ἀποκρύπτου με οἷς ἂν βούλῃ φίλος γενέσθαι· διὰ γὰρ τὸ ἐπιμελεῖσθαι τοῦ ἀρέσαι τῷ ἀρέσκοντί μοι οὐκ ἀπείρως οἶμαι ἔχειν πρὸς θήραν ἀνθρώπων.

“我也看出,每当你渴望与某些人建立友谊时,你也将需要这些本领。因此,无论你想与谁成为朋友,都不要对我隐瞒;因为通过用心讨得那令我喜爱之人喜欢,我认为自己在猎取人方面并不是毫无经验的。”

§2.6.30

καὶ ὁ Κριτόβουλος ἔφη· καὶ μήν, ὦ Σώκρατες, τούτων ἐγὼ τῶν μαθημάτων πάλαι ἐπιθυμῶ ἄλλως τε καὶ εἰ ἐξαρκέσει μοι ἡ αὐτὴ ἐπιστήμη ἐπὶ τοὺς ἀγαθοὺς τὰς ψυχὰς καὶ ἐπὶ τοὺς καλοὺς τὰ σώματα.

克利托布洛斯说:“说真的,苏格拉底啊,我早就渴望学习这些技艺了,尤其是倘若这同一种学问对我来说既足够用于灵魂善良的人,又足够用于身体俊美的人,那就更是如此了。”

§2.6.31

καὶ ὁ Σωκράτης ἔφη· ἀλλʼ, ὦ Κριτόβουλε, οὐκ ἔστιν ἐν τῇ ἐμῇ ἐπιστήμῃ τὸ τὰς χεῖρας προσφέροντα ποιεῖν ὑπομένειν τοὺς καλούς. πέπεισμαι δὲ καὶ ἀπὸ τῆς Σκύλλης διὰ τοῦτο φεύγειν τοὺς ἀνθρώπους, ὅτι τὰς χεῖρας αὐτοῖς προσέφερε· τὰς δέ γε Σειρῆνας, ὅτι τὰς χεῖρας οὐδενὶ προσέφερον, ἀλλὰ πᾶσι πόρρωθεν ἐπῇδον, πάντας φασὶν ὑπομένειν καὶ ἀκούοντας αὐτῶν κηλεῖσθαι.

苏格拉底说:“但是,克利托布洛斯啊,在我的学问中,并不包括让俊美的人容忍别人对其动手抚弄。我坚信,人们之所以逃避斯库拉,正是因为她向他们动手;而至于塞壬们,因为她们不对任何人动手,而是从远处向所有人歌唱,据说所有人都愿意驻足聆听,并在聆听中为之倾倒。”

§2.6.32

καὶ ὁ Κριτόβουλος ἔφη· ὡς οὐ προσοίσοντος τὰς χεῖρας,3 εἴ τι ἔχεις ἀγαθὸν εἰς φίλων κτῆσιν, δίδασκε. οὐδὲ τὸ στόμα οὖν, ἔφη ὁ Σωκράτης, πρὸς τὸ στόμα προσοίσεις; θάρρει, ἔφη ὁ Κριτόβουλος· οὐδὲ γὰρ τὸ στόμα πρὸς τὸ στόμα προσοίσω οὐδενί, ἐὰν μὴ καλὸς ᾖ. εὐθύς, ἔφη, σύγε, ὦ Κριτόβουλε, τοὐναντίον τοῦ συμφέροντος εἴρηκας. οἱ μὲν γὰρ καλοὶ τὰ τοιαῦτα οὐχ ὑπομένουσιν· οἱ δὲ αἰσχροὶ καὶ ἡδέως προσίενται, νομίζοντες διὰ τὴν ψυχὴν καλοὶ καλεῖσθαι.

克利托布洛斯说:“就当我绝不会动手抚弄吧,如果你有什么结交朋友的好方法,就请教给我吧。”苏格拉底说:“那么你也不把自己的嘴凑上他们的嘴吗?”克利托布洛斯说:“放心吧,因为只要对方不俊美,我就决不把嘴凑上任何人的嘴。”〔苏格拉底〕说:“克利托布洛斯啊,你立刻就把与利益恰恰相反的话说出口了!因为俊美的人决不容忍这种事,而相貌丑陋的人甚至会欣然接受,以为自己是因为灵魂而被称赞为俊美的。”

语法注3 条
  1. 2.6.26συνθεμένους ἐπὶ τοὺς χείρους ἰέναι

    分词 συνθεμένους 采用宾格形式,充当不定式 ἰέναι 的逻辑主语,尽管前文是非人称动词 ἐξῆν 搭配与格 τοῖς κρατίστοις。此处意为最强的选手们相互达成约定/结盟以对抗较弱者。

  2. 2.6.28ὧν ἂν ἐπιθυμήσω ἀνθρώπων

    先行词 ἀνθρώπων 被吸收入关系从句中,并受动词 ἐπιθυμήσω 支配而变为属格(先行词同化/内引)。主句以 ὅλος ὥρμημαι 接续,表达苏格拉底全心全意倾注于这些所渴望之人。

  3. 2.6.32ὡς οὐ προσοίσοντος τὰς χεῖρας

    由 ὡς 引导、带将来时主动分词 προσοίσοντος 的属格独立结构,省略了逻辑主语 ἐμοῦ。表示主观的前提或承诺(“就当我决不会动手”),修饰后面的祈使动词 δίδασκε。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:2.6.24-2.6.32